18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεγάλῳ ἥρωϊ προσεπιθήσουσι. καὶ μάλιστα ὅτι θαῤῥήσας εἶπε τὸ, κλέος αὐτῷ

οὐράνιον εἶναι. 1.3 Ἰστέον δὲ ὅτι τοῦ εἰμὶ, τουτέστιν ὑπάρχω, ἄλλως παραγομένου

κοινότερον, Ἡρακλείδης λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολικῶν μετατιθέντες ἐν

πρώτῃ καὶ δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων τὸ εἰς ˉη ποιοῦσι ῥήματα εἰς μˉι

πλεονασμῷ τῆς μˉι συλλαβῆς ἐπὶ τέλους. οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν

φημί. διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει βαρυτόνως Αἰολικώτερον. οἷον. φῆμι

γὰρ οὖν κατανεῦσαι. οὐκοῦν καὶ ἀπὸ τοῦ ὦ ἤγουν ὑπάρχω εἴη ἂν Αἰολικὸν ἦμι. καὶ

Βοιωτικῇ μεταθέσει τοῦ ˉη εἰς τὴν εˉι δίφθογγον, εἰμὶ, ἡμαρτημένον ὂν τῷ τόνῳ

καθὰ ἑτέρωθι λέγει αὐτός. τὰ γὰρ Αἰολικὰ δῆλον ὅτι βαρύνονται. τοῦ δὲ τοιούτου

Βοιωτίου ἦμι, τὸ δεύτερον εἶς. οἷον. τίς πόθεν εἶς ἀνδρῶν. λέγει δὲ ὁ αὐτὸς, καὶ ὅτι

Βοιωτοὶ τὸ ἦτα παρατέλευτον ὂν τῆς πρώτης τῶν εἰς μˉι μετατιθέντες εἰς τὴν εˉι

δίφθογγον πολλάκις καὶ ἀναδιπλοῦσιν. οἷον πεφίλειμι. νενόειμι. καὶ ὅτι ὅσα τῶν εἰς

μˉι τῇ αˉι διφθόγγῳ παραλήγονται οἷον τὸ γέλαιμι καὶ τὰ λοιπὰ, Αἰολικὰ ὄντα, τῆς

Λεσβίων ἔχονται διαλέκτου. εἶτα εἰπὼν ἡμαρτῆσθαι καὶ τὸ ἐστὶν, ὤφειλε γάρ φησι

κατὰ τὸ δίδωμι δίδωσι καὶ φημὶ φησὶ λέγεσθαι καὶ εἰμὶ εἰσὶ, καὶ ἐπικρίνας τοῦτο

ἐπάγει ὅτι καὶ ἡμεῖς ὅτε εἰσὶν ἐκεῖνοι εἴπωμεν πληθυντικῶς, Βοιωτίως χρώμεθα,

ἑνικὸν ῥῆμα κατὰ πλήθους τάσσοντες. εἶτα ἐλέγχων καὶ τοὺς εἰπόντας ∆ώριον εἶναι

τὸ ἐστὶν, ὡς γὰρ δίδωσι δίδωτι τίθησι τίθητι οὕτω καὶ εἰσὶ εἰτὶ καὶ ἀπελεύσει τοῦ ˉι

καὶ ἐνθέσει τοῦ σίγμα ἐστὶ, λέγει δυνατά. ἐν οἷς καὶ ὅτι Αἰολεῖς μὲν τὸ φησὶ, φάτι

λέγουσιν. Ἴωνες δὲ ἠσὶ δίχα τοῦ φˉι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ τῷ, πᾶσι

δόλοισιν, ἄδηλον εἴτε οὕτω συνακτέον, εἴτε καὶ μᾶλλον ἄλλως, (ῃερς. .) πᾶσιν

ἀνθρώποισι μέλω ἐν δόλοις, ἤγουν ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις ἐμπρέπων

στρατηγικοῖς δηλαδὴ καὶ ἄλλως ἀγαθοῖς οἵ περ εἰς ὕλην τῇ φρονήσει

καθυποβέβληνται. δι' ὧν καὶ τὴν δολόεσσαν Κίρκην κατειργάσατο. (ῃερς. 21.) Τὸ δὲ

καί μευ κλέος οὐρανὸν ἵκει, σεμνότατα εἴρηται πρὸς σύστασιν προσωπικήν.

Εὐδείελος δὲ, κατὰ κοινὸν ἐπίθετον, ἡ εὔδηλος δὲ, ἤγουν εὐπεριόριστος καὶ

εὐόρατος, ἀπὸ τοῦ δῆλον ἐξ οὗ κατὰ διάλυσιν δέελον. ὡς τὸ, δέελον δ' ἐπὶ σῆμα

ἔθηκε. καὶ κατὰ σύνθεσιν, εὐδέελον. καὶ ἐπενθέσει τοῦ ˉι εὐδείελον τὸ

εὐπεριόριστον καὶ εὐκατάληκτον. διὸ καὶ νῆσον Ληκτηρίαν ὁ Λυκόφρων λέγει. ἐπεὶ

ὁ μὲν ἄπειρος τόπος, οὐδὲ εὐδείελος. ὁ δὲ Ληκτήριος, πάντως καὶ εὐδείελος διὰ τὸ

εὐπέραντον. ὅθεν καὶ λόφος εὐδείελος παρὰ Πινδάρῳ. ἐπεὶ καὶ οἱ λόφοι καθὰ καὶ

πᾶσα νῆσος διὰ τὸ λοφῶδες εὔδηλοι καὶ εὐπεράτωτοι. καὶ ἄλλως δὲ ἰδίως ἡ Ἰθάκη

εὐδείελος, ὡς εὖ τῆς εἵλης ἔχουσα, ὅ ἐστιν εὔκρατος. καὶ οἱονεὶ εὐήλιος. ἵνα ᾖ ἐκ τοῦ

εὔειλος, πλεονασμῷ τοῦ ˉδ. ὃ καὶ ἐν τῷ ἐχθοδοπὸς γίνεται. καὶ οὐτιδανός. καὶ

πολυψίδιον Ἄργος. καὶ τοῖς ὁμοίοις. ἢ καὶ ἡ εὖ πρὸς δείλην κειμένη, ὅ ἐστι πρὸς

δύσιν καὶ ζόφον. ὡς τῶν ἄλλων τῶν πέριξ αὐτῆς κειμένων πρὸς ἠῶτε ἠέλιόν τε.

(ῃερς. 22.) Τὸ δὲ Νήριτον περὶ οὗ καὶ προγέγραπται Κράτης τε ἐν τῷ περὶ λιμένων

Νήϊον γράφει, καὶ Φιλόξενος δὲ ὁμοίως. ὃς καὶ τὴν Ἰθάκην ὑπονήϊον ἐντεῦθεν

εἰρῆσθαι φησίν. Εἰνοσίφυλλον δὲ κατὰ τοὺς παλαιοὺς τὸ κινησίφυλλον παρὰ τὸ

ἐνόθω ἐνόσω. ἀφ' οὗ ἔνοσις. ἐντεῦθεν ἡ κίνησις δέ φασι, τὸ καταπνεόμενον

δηλοῦται. καὶ ὡς ἂν εἴποι τις ἠνεμόεν, κατὰ τὸ, παρ' ἠνεμόεντα μίμαντα. καὶ ἄλλως

δέ φασιν εἰνοσίφυλλον τὸ σεισόφυλλον. τὸ κατάδενδρον. ὁμοιότης δὲ παραγωγῆς

ἐνταῦθά τε καὶ ἐν τῷ ἐνοσίχθων καὶ ἐνοσίγαιος. Τὸ δὲ ἀριπρεπὲς καὶ καλόν τι ὄρος

εἶναι δηλοῖ τὸ Νήριτον, εἴτε ἀληθῶς, εἴτε κατὰ τὸν ἐπαινέτην ἐγχώριον ῥήτορα, ὃς

καὶ τὴν Ἰθάκην σεμνύνει ὡς δυνατόν. (ῃερς. 23.) Τὸ δὲ πυκνὰς εἶναι τὰς ἀμφὶ τὴν

Ἰθάκην νήσους καθ' ἱστορικὴν ἀλήθειαν λέγεται. (ῃερς. 24.) Ἡ δὲ Σάμη αὕτη ὅτι καὶ

Σάμος λέγεται προδεδήλωται. εἴρηται δὲ καὶ ἐν Ἰλιάδι περί τε αὐτῆς καὶ περὶ τοῦ

∆ουλιχίου. Τὸ δὲ ὑλήεσσα Ζάκυνθος, ὡς καὶ τὸ ἠγαθέη Πύλος, θηλυκοῦ γένους εἶναι

δηλοῖ τήν τε Ζάκυνθον καὶ τὴν Πύλον, ὥστε καὶ ἐν τῷ, Πύλου ἠμαθόεντος καὶ ἐν τῷ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

364

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!