18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γέροντος ὡς ψεύστου ἐφ' οἷς δοκεῖ μαντεύεσθαι. ἔτι Ἀντινόου εἰπόντος ὡς οἱ τῆς

Πηνελόπης ἀκκισμοὶ ποιοῦνται αὐτῷ ποθὴν πολέος βιότοιο, Εὐρύμαχος μεταποιῶν

φησι πλατύτερον. (ῃερς. 3.) Χρήματα δ' αὖτε κακῶς βεβρώσεται. οὐδέ ποτ' ἶσα

ἔσσεται, ὄφρα κεν ἥγε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον. Ἔτι Ἀντινόου ἐπαινέσαντος

πλατύτερον ὡς ἐῤῥέθη τὴν Πηνελόπην, Εὐρύμαχος ἐπιτόμως διὰ μιᾶς λέξεως

ἐπαινῶν, φησίν. ἡμεῖς δὲ εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν. καὶ ὅλως, ἡ τοῦ Εὐρυμάχου

δημηγορία τὰ πλείω μὲν ταὐτὰ λέγει τῷ Ἀντινόῳ παραφράζουσα ποικίλως, ὀλίγα δέ

τινα καὶ προστίθησιν. Ὅρα δὲ τὸ κακῶς βεβρώσεται, ὁμολογοῦντος καὶ Εὐρυμάχου

τὴν βίαν. Τὸ δὲ βεβρώσεται καὶ ἔσσεται, καίρια καὶ ἀπραγμάτευτα πάρισα. Τὸ δὲ οὐδέ

ποτε ἶσα ἔσσεται, ἀστείως εἴρηται ἀντὶ τοῦ ἀεὶ ἐλαττωθήσεται. εἰ γὰρ μὴ ἶσα, πολλῷ

μᾶλλον οὐ μείζονα. ἔσται ἄρα ἐλάττονα. (ῃερς. 4.) ∆ιατρίβειν δὲ γάμον, τὸ

χρονοτριβεῖν καὶ ἀναβάλλεσθαι. ὡς τὸ, τὰ δὲ, πάντα διατρίβουσιν Ἀχαιοί. προϊὼν δὲ,

γενικῇ συντάσσει τὸ ῥῆμα. εἰπών. ἀλλ' ἄγε δὴ μὴ διατρίβωμεν ὁδοῖο. 1.93 τινὲς δὲ τὸ

ὡς ἐῤῥέθη χρονοτριβεῖν μεταβαλόντες, τριψημερεῖν τὸ διατρίβειν ἑρμηνεύουσι.

λέγοντες καὶ ὅτι τριψημερεῖν λέγεται, τὸ στραγεύεσθαι καὶ παρέλκειν τὴν ὥραν. ὃ

στρεύγεσθαι κατὰ συγκοπὴν Ὅμηρος ἔφη. δῆλον δὲ ὅτι τὸ διατρίβειν οὐ μόνον

χρονοτριβεῖν λέγεται καὶ τριψημερεῖν καὶ ἀναβάλλεσθαι, ἀλλὰ καὶ ὑπερβάλλεσθαι.

ὡς δηλοῖ παρὰ Ἡροδότῳ τὸ, κελεύοντες ὑπερβαλέσθαι καὶ μὴ οἰδούντων τῶν

πραγμάτων ἐπιτίθεσθαι. Ὅτι ἐν τῷ, οὐδὲ μετ' ἄλλας ἐρχόμεθ' ἃς ἐπιεικὲς ὀπυιέμεν

ἐστὶν ἑκάστῳ, ἐπιεικὲς, τὸ εἰκὸς καὶ πρέπον λέγει. τὸ μέντοι ἐπὶ πρᾳότητος αὐτὸ

λέγεσθαι, τῆς ὕστερόν ἐστι χρήσεως. (ῃερς. 7.) Ὅτι δὲ τὸ καθ' ἑαυτοὺς κηδεύειν

τινὰς, ἄριστόν ἐστι. καὶ ὅτι τὸ ὀπυίειν ἐπὶ ἐννόμου γάμου κεῖται. καὶ ὅτι παρὰ τὸ δι'

ὀπῆς ὕειν ἐτυμολογεῖται. καὶ ὅτι δίφθογγον ἔχει τὸ ὀπυίω ἐν τῇ παραληγούσῃ τὴν

διὰ τοῦ ˉυ καὶ ˉι. καὶ ὅτι διατοῦτο οὐδὲ εἰς μέλλοντα κλίνεται, οἱ παλαιοὶ δηλοῦσιν.

(ῃερς. 8.) Ὅτι τὸ ἀντίον ἤυδα, ὅπου περ ἂν ῥηθείη, μυριαχοῦ δὲ κεῖται, ταυτόν ἐστι

τῷ ἀντικρὺ καὶ ἄντην πρὸς ἅπερ ἤκουσέ τις ἐκ τοῦ προλαλήσαντος. καὶ ἔστι πως

ὅμοιον τῷ ὑπαντὰξ, οὗ μέμνηται Αἴλιος ∆ιονύσιος, λέγων ὡς δηλοῖ τὸ ἐξεναντίας.

φέρων εἰς χρῆσιν ἐξ Ἀριστοφάνους τὸ, ἔφευγε. κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. (ῃερς.

210.) Ὅτι λαλήσας ὁ Τηλέμαχος ὅσα ἔδει καὶ ἀκούσας ὅσα οὐκ ἐχρῆν, καὶ εἰπὼν ὡς

ταῦτα μὲν οὐχ' ὑμέας τοὺς μνηστῆρας ἔτι λίσσομαι οὐδ' ἀγορεύω, ἤδη γὰρ ταῦτα

οἶδε θεὸς καὶ πάντες Ἀχαιοὶ οἱ Ἰθακήσιοι δηλαδὴ, τότε δὴ αἰτεῖται κοινῶς, νῆα καὶ

εἴκοσιν ἑταίρους, μεθ' ὧν πλεύσας, ἀπελεύσεται καὶ ποιήσει ἅπερ αὐτῷ εἶπεν ὁ ἐν τῇ

ἄλφα ῥαψῳδίᾳ ἤδη φανεὶς Μέντης. καὶ ὁ μὲν, οὕτω ζητήσας, ἐκαθέζετο. Μέντωρ δέ

τις ἀναστὰς λέγει τὰ αὐτῷ δοκοῦντα. ἔχει δὲ λύπην εἰ μὴ δ' ἐπὶ τοῖς οὕτως εὐτελέσιν

εἰσακούεται ὁ Τηλέμαχος πρός γε τῶν μνηστήρων. τῶν τινες μέντοι Ἰθακησίων ὡς

μετ' ὀλίγα φανεῖται, πληροῦσι τὴν αὐτοῦ αἴτησιν. νομίσαντες ὡς εἰκὸς πρὸς αὐτοὺς

τὸν λόγον ἀποτείνεσθαι διὰ τὸ, ταῦτα μὲν οὐχ' ὑμέας ἔτι λίσσομαι. καὶ κρίναντες

ἄτοπον, εἰς Τροίαν μὲν τοσούτους ἀποστεῖλαι ἅμα νηυσὶ διὰ τὸν βασιλέα, τῷ δὲ

βασιλικῷ παιδὶ μὴ δοῦναι μίαν ἐεικόσορον εἰς ἀναψηλάφησιν τοῦ βασιλέως

Ὀδυσσέως. ὃ καὶ τοὺς Ἰθακησίους ἐντρέπει ὡς τοῦ πλόου διὰ τὸν ἀγαθὸν βασιλέα

γενησομένου, καὶ τοὺς μνηστῆρας ἐπιστρέφει ὡς τοῦ Τηλεμάχου δι' ἐκείνους

πλεύσοντος, ἵνα τὸν Ὀδυσσέα τεθνάναι μαθὼν ὡς ἐκεῖνοι οἴονται, δοίη τινὶ αὐτῶν

τὴν μητέρα. (ῃερς. 225.) Ὅτι δὲ ὁ ποιητὴς χαίρει τῷ τοῦ Μέντορος ὀνόματι, ὡς

ἑταίρου φίλου. καὶ ὡς διατοῦτο ἐνέθετο αὐτὸν τῇ ποιήσει πρὸς μνήμην, προείρηται

ἐφ' ὅσον ἔδει. Ἰστέον δὲ ὡς οὓς ὁ Τηλέμαχος ζητεῖ ἑταίρους, βοηθοὺς ἁπλῶς

νοητέον καὶ ὑπηρέτας, οὐ μὴν κατὰ τοὺς κυρίως, οἳ καὶ ἑταῖροι φίλοι λέγονται. καὶ

κεῖται πολλαχοῦ τὸ ἑταῖρος, καὶ ἐπὶ τοιούτου σημαινομένου. (ῃερς. 214.) Ἐν τούτοις

δὲ ὧν ἀρχὴ τὸ, εἶμι γὰρ ἐς Σπάρτην καὶ ἑξῆς ὡς ἡ Ἀθηνᾶ προπαρήγγειλε, κεῖται καὶ

παλιλλογία ἀπαραποίητος αὐτὰ ἐκεῖνα λαλοῦσα ὅσα πρὸ τούτων ὁ δῆθεν Τάφιος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

106

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!