18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἁμαδρυάδες καὶ Ὀρεστιάδες καὶ Μηλίδες, καὶ τοιαῦταί τινες. (ῃερς. 351.) Ἱεροὶ δὲ

ποταμοὶ οὐ μόνον οἱ κατὰ ῥοῦν ἱέμενοι, ἀλλὰ καὶ οἱ θεῖοι διὰ τὸ ἀένναόν τε καὶ

τρόφιμον καὶ τὸ τοῦ ὕδατος δὲ ἀρχικόν. Περὶ δὲ τῶν εἰρημένων δουλίδων τῆς

Κίρκης οὕτω λαλεῖ ἡ τῆς Ὀδυσσείας παράφρασις. γένεσις δὲ τούτων οὐχ' οἵα περ ἡ

ἀνθρώπων ἐστὶν ἡ δι' ἀλλήλων, ἀλλὰ ποταμοὶ καὶ ἄλση καὶ πηγαὶ ἐκείνας φύουσιν.

Ἐν δὲ τῷ εἰς ἅλαδε, περιττῶς κεῖται ἢ τὸ εˉις, ἢ τὸ δˉε, διὰ τὸ ἐκ παραλλήλου

κεῖσθαι, ὁποῖόν τι γίνεται καὶ ἐν τῷ, ὅνδε δόμονδε, καθὰ καὶ προσεσημείωται. Τὸ δὲ

προρέουσιν, ἀδιπλασίαστον ἔχει τὸ ˉρ καθὰ καὶ ἐν ἄλλοις γίνεται, διὰ τὸ μὴ χρείαν

ἐνταῦθα εἶναι Ἀττικισμοῦ. (ῃερς. 353.) Τὰ δὲ ῥήγεα, πολυτελέστερα ἤπερ τὸ λῖτα ἢ τὰ

λῖτα. ταῦτα μὲν γὰρ ὑποβέβληται εἴτουν ὑπέστρωται, τὰ δὲ ῥήγεα καλά τε ὄντα καὶ

πορφύρεα ἐφήπλωται. εἰ δὲ πορφύρεα, βέβαπται ἄρα. τοιοῦτον γὰρ, ὡς πολλαχοῦ

ἐδηλώθη, τὸ ῥῆγος. (ῃερς. 354.) Τὸ μέντοι λῖτα οὐκ ἐξ ἀνάγκης τοιοῦτον. Ἐν δὲ τῷ ἡ

δ' ἑτέρη ὡς καὶ ἐν ἄλλοις, δῆλον, ἐπὶ δύο τινῶν τὸ ἕτερον λέγεσθαι. ἡ μὲν γάρ φησιν

ἐποίει τόδε, ἡ δ' ἑτέρη τόδε τι, ἡ δὲ τρίτη καὶ ἡ τετάρτη ἄλλα τινά. Τὸ δὲ ἐτίταινε

τραπέζας, ἐμφαίνει μὴ στρογγύλας αὐτὰς ἀλλὰ προμήκεις εἶναι, ἢ καὶ ἄλλως

ἀποδιπλουμένας καὶ οὕτω τεινομένας. καθὰ καὶ ὁ ὀκλαδίας δίφρος τέταται ὅτε εἰς

καθέδραν ἑτοιμασθῇ. Πληθυντικῶς δὲ τραπέζας φησὶν, ἴσως μὲν, πληθύνων

συνήθως τὸ ἑνικὸν πρὸς μεγέθους ἔμφασιν, ἴσως δὲ καὶ πολλὰς ὑποτιθεὶς, τὴν μὲν

οἰνοχοεῖν, τὴν δὲ ἐσθίειν, τὴν δὲ ὑποδέχεσθαι τὰ περιττά. Τὸ δὲ πολλὸν πῦρ, οἰκεῖον

μεγάλῳ τρίποδι. (ῃερς. 359.) Ἰαίνετο δὲ ὕδωρ, ἀντὶ τοῦ, ἐχλιαίνετο, ἐθερμαίνετο. καὶ

ἔστι τοῦτο κυρίως ἰαίνεσθαι. (ῃερς. 360.) Τὸ μέντοι ζέσεν ὕδωρ, ἐπίτασις ἐστί τις τοῦ

ἰαίνεσθαι. αὐτοῦ δὲ ἐπιτατικώτερον τὸ παφλάζειν ἢ καὶ καχλάζειν. τὸ γὰρ ζέειν

οὔπω τραχὺ κατὰ ὀνοματοποιΐαν, ἀλλ' εἰς ὅσον ἡ τοῦ ζῆτα στοιχείου δηλοῖ

ἐκφώνησις. τὸ δέ γε καχλάζειν καὶ παφλάζειν τραχυφωνότερα. Σημείωσαι δὲ ὅτι ἐν

συνεχέσι δυσὶ στίχοις τὸ ὕδωρ ἐξέτεινε τὴν ἄρχουσαν ἐν τῷ, ἰαίνετο δ' ὕδωρ, καὶ

συνέστειλεν ἐν τῷ, ἐπειδὴ ζέσεν ὕδωρ. Ἦνοψ δὲ καὶ νῦν χαλκὸς ἢ ὁ ἔμφωνος ὡς καὶ

ἀλλαχοῦ καλῶς ἐγράφη ἢ ὁ διαυγὴς, δι' οὗ ἔστιν ἐνοπτρίζεσθαι. (ῃερς. 361.) Τὴν δὲ

ἀσάμινθον πύελον ὁ μεταβολεὺς ἑρμηνεύει, φράσας οὕτως· ἐπεὶ ἦν καιρὸς,

ἐλουόμην ἐν πυέλῳ. Τὸ δὲ λόεν ἐκ τρίποδος πρωτότυπόν ἐστι τοῦ λοέω καὶ τοῦ

λούω. ποιητὴς δὲ ἂν τὸ τοιοῦτον μόνος ῥῆμα φιλοίη. (ῃερς. 362.) Τὸ δὲ θυμῆρες

κεράσασα, ἀντὶ τοῦ, καταχέασα οὐ πάνυ τι ζέον, ἀλλὰ δηλαδὴ εὔκρατον. ἐκ τοῦ

κρατῆρος δὲ ἡ μεταφορά. ἔστι δὲ τὸ θυμῆρες τοῦτο ἐναντίον τῷ θυμοφθόρῳ καμάτῳ,

ὃς ἐξαιρεῖται γύων διὰ τοιούτου κράματος. (ῃερς. 374.) Τὸ δὲ ἀλλοφρονεῖν

παραφράζων ὁ ποιητὴς διὰ τῆς Κίρκης, ἶσον ἀναύδῳ καθῆσθαι λέγει τὸν οὕτως

ἔχοντα. (ῃερς. 378.) ἔνθα καὶ ἀστεῖον ἀντίθετον κεῖται εἰπούσης τῆς Κίρκης τῷ

Ὀδυσσεῖ· τί δή ποτε κάθησαι ἶσος ἀναύδῳ θυμὸν ἔδων, βρώμης δ' οὐχ' ἅπτεαι οὐδὲ

ποτῆτος; οἱονεὶ γάρ φησιν, ὡς τί δή ποτε κατεσθίεις ἑαυτὸν καὶ οὐ τὰ εἰς βρῶσιν

προκείμενα. (ῃερς. 364.) Ἰστέον δὲ καὶ ὅτι φιλοξενίας δηλωτικὰ τὸ, αὐτὰρ ἐπεὶ

λοῦσέν τε καὶ ἔχρισε λίπ' 1.386 ἐλαίῳ, ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,

εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου τοιοῦδε, ἐσθέμεναι δ' ἐκέλευσεν. (ῃερς. 373.) εἰ δὲ

ὁ ξενοδοχηθεὶς λυπούμενος οὐκ ἐσθίει, ἁρμόττει καὶ τῶν ἐφεξῆς τὸ, ἐμῷ δ' οὐχ'

ἥνδανε θυμῷ, καὶ ἑξῆς ὡς προγέγραπται. (ῃερς. 373.) εἰ δὲ ὁ ξενοδοχήσας

παραμυθητικὸς εἴη τοῦ ξένου, εἴποι ἂν τάδε· τίφθ' οὕτως ἑταῖρε καθέζεαι ἶσος

ἀναύδῳ καὶ ἑξῆς. ὡς καὶ αὐτὸ ἀνωτέρω κεῖται. (ῃερς. 380.) τυχὸν δὲ οἰκεῖον ἔσται

ἐπαγαγεῖν καὶ τὸ, ἢ τινά που δόλον οἴει; οὐδέ τί σε χρὴ δειδίμεν. ὁ δὲ μὴ θέλων

φαγεῖν πρινὴ γενέσθαι ὃ θέλει ἐρεῖ ἄν· ὦ οὗτος, τίς γάρ κεν ἀνὴρ ὃς ἐναίσιμος εἴη,

πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν τόδε τι γενέσθαι. οἷον, λύσασθ'

ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι. (ῃερς. 386.) Ὅτι πρόφρων μὲν ἐπὶ ἀνδρός. ἐπὶ

δὲ γυναικὸς δύναται μὲν λέγεσθαι καὶ αὐτό. ἡ δὲ ποίησις ἐθέλει λέγειν πρόφρασσα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

439

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!