18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Τρώων πόλιν κατέδυ. καὶ τὰ κατὰ τὸν δούρειον ἵππον. καὶ ἄλλα ὧν οὐδὲν ἀριδήλως

τῇ Ἰλιάδι ἐντέθειται. καὶ ὅλως, καρύκευμά τι τῷ ποιητῇ ἐνταῦθα τὰ τῆς Ἰλιάδος

ἐστὶν ἐλλείμματα. ἔσται δὲ ἡμῖν κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι τῆς μεταχειρίσεως ἡ

ἐπιβολὴ, οὐ κατὰ ἐξήγησιν ἧς ἄλλοις ἐμέλησεν, ἀλλὰ κατ' ἐκλογὴν τῶν χρησίμων

τοῖς ἐπιτρέχουσι καὶ μὴ ἐν εὐχερεῖ ἔχουσιν ἑαυτοὺς ἐπαφιέναι τῷ τῆς ποιήσεως

πλάτει σχολαίτερον. πολλὰ δὲ τῶν τῇ Ὀδυσσείᾳ ἐγκειμένων ἐν ταῖς τοιαύταις

παρεκβολαῖς σεσίγηνται, διὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς εἰρῆσθαι περὶ αὐτῶν.

ἀρχὴ δὲ τῶν Ὀδυσσειακῶν παρεκβολῶν ἐντεῦθεν. 1.3 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Α. ΟΜΗΡΟΥ

Ο∆ΥΣΣΕΙΑΣ. Θεῶν ἀγορὰ γίνεται, περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ

τῆς Καλυψοῦς νήσου.μεθ' ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον,

ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας, παραινέσασα ἡ Ἀθηνᾶ

Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν, ἐς Πύλον μὲν πρὸς Νέστορα,

εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη, καὶ τῶν

μνηστήρων γίνεται εὐωχία. Ο∆ΥΣΣΕΙΑΣ Α. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ὅτι ἡ μὲν Ἰλιὰς,

ὡς καὶ ἐν τοῖς ἐκεῖ ἐδηλώθη, ἐκ τόπου τῆς Ἰλίου ἔσχε τὴν ἐπιγραφὴν, ὡς τὰ κακὰ

περιέχουσα ὁπόσα ἐν τῷ καιρῷ τῆς μήνιδος περὶ τὴν Ἴλιον συνέπεσον οὐ μόνον τοῖς

Ἰλιεῦσιν, ἀλλὰ καὶ μάλιστα τοῖς Ἕλλησι τοῖς μὴ τοσούτοις πρὸ τούτου πίπτουσιν, ὡς

καὶ ὁ ποιητὴς ἐπισημαίνεται, λέγων· ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν. εἰ καὶ ἄλλως

νόμῳ πολέμου πολλαὶ ἴφθιμοι ψυχαὶ καὶ Τρωϊκῶν ἡρώων εἰς Αἵδου ᾤχοντο. ἡ δὲ

Ὀδύσσεια, φανερῶς ἐξ ὡρισμένου προσώπου τοῦ Ὀδυσσέως δηλαδὴ, ἐπιγέγραπται.

ὃς μόνος ἐνταῦθα τὴν ὅλην ποίησιν συνιστᾷ. προπαροξύνεται δὲ ἡ λέξις, ὁμοίως τῷ

ἱερεὺς ἱέρεια. βασιλεὺς βασίλεια. εἰ καὶ ἄλλως κατὰ λόγον κτητικοῦ παροξύνεσθαι

ὤφειλεν. ἠκολούθησε δὲ μάλιστα ὁ τόνος τῆς ῥηθείσης λέξεως, τῷ πατρόκλεια.

δολώνεια. καὶ τοῖς ὁμοίοις. περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται.

(ῃερς. 1.) Ὅτι ὁμοιοσχήμων μὲν ἥ τε τῆς Ἰλιάδος εἰς βολὴ καὶ ἡτῆς Ὀδυσσείας,

Μοῦσαν τὲ ἐπικαλουμένη, καὶ τὴν κλῆσιν προστακτικῶς σχηματίζουσα. ἐκπέφευγε

δὲ ἄλλως πολυτρόπως τὸ τοῦ σχηματισμοῦ ὁμοειδές. ἐκεῖ μὲν γὰρ, ὁ ποιητὴς ἄειδε

θεὰ, ἐνταῦθα δὲ ἔννεπε Μοῦσα φησιν. οὐ μόνον τοῖς ῥήμασι ποικιλλόμενος, ἀλλὰ

καὶ φράζων σαφέστερον. ὁ γὰρ ἁπλούστερος ἀκροατὴς ζητήσῃ ἂν ἐν τῇ καταρχῇ τῆς

Ἰλιάδος, ποίαν Ὅμηρος λέγει θεάν. καὶ ἐὰν Μοῦσαν ἀκούσῃ, πάλιν προσεκζητήσει

ποίαν ταύτην ἐκ τῶν ἐννέα. διπλῆν ἀπορίαν προϊσχόμενος. ἐνταῦθα μέντοι ἔννεπε

Μοῦσα εἰπὼν ὁ ποιητὴς, καὶ οὕτω τὴν τοῦ ἀκροατοῦ ἐκείνην ζήτησιν ἡμισεύσας,

σαφέστερον ἔφρασεν. ἐπεὶ καὶ προσεχέστερον τῷ ποιητικῷ σκοπῷ τὸ Μοῦσα ἤπερ τὸ

θεά. ἧς δὴ Μούσης, παράγωγον περιεκτικὸν, τὸ μουσεῖον, καθὰ καὶ τῆς ᾠδῆς, τὸ

ᾠδεῖον. καὶ τῆς σχολῆς, τὸ σχολεῖον. εἰ δὲ προιὼν ἐρεῖ, θεὰ θύγατερ ∆ιὸς εἰπὲ καὶ

ἡμῖν, σαφήνειαν ἔχει καὶ ἐκεῖ ὁ λόγος διὰ τὸ, θύγατερ ∆ιὸς, ὡς ἐκεῖ ῥηθήσεται. Ἔτι

καὶ ἄλλως διαφόρως ἐσχημάτισται τὰ τῶν βιβλίων προοίμια ἐν τῷ, μῆνιν ἄειδε, καὶ,

ἄνδρα ἔννεπε. καὶ ἡ διαφορὰ, οὐ μόνον κατὰ τὰ ῥήματα τὸ ἄειδε καὶ τὸ ἔννεπε. καὶ

κατὰ τὰ γένη, τὸ μῆνιν καὶ τὸ ἄνδρα, ἀλλὰ καὶ κατὰ τὴν δράσιν καὶ πεῖσιν. ἡ μὲν γὰρ

μῆνις ἐκεῖ, δραστική. ἔθηκε γὰρ μυρία ἄλγεα. ὧδε δὲ, ὁ ἀνὴρ πολλὰ ἔπαθεν ἄλγεα.

Καὶ σημείωσαι ἐν τούτοις ὅτι ταυτὸν μυρία εἰπεῖν ἄλγεα καὶ πολλὰ, ἢ μάλα πολλά.

Ἔτι διαφέρουσι καὶ καθότι ἐκεῖ μὲν, ἄειδε φησὶν ἁπλῶς, ἐνταῦθα δὲ ὡς ὡρισμένως,

ἔννεπέ μοι. ἴσθι δὲ ὅτι τὸ μὲν ἄειδε, ἀφορμὴν δέδωκεν εἰς τὸ λέγεσθαι ᾠδὰς τὰ

ποιήματα. ἐκ δὲ τοῦ ἔννεπε, ἀρχὴ ἐνδέδοται τοῖς καλοῦσι τοὺς ἡρωικοὺς στίχους,

ἔπη. καὶ ἐποποιοὺς, τοὺς ποιητάς. νεωτέρων δὲ ἡ τοῦ ἔπους χρῆσις ἐπὶ τῶν

ποιητικῶς μετρούντων. Ὅμηρος γὰρ ὡς δι' ὅλης τῆς αὐτοῦ ποιήσεως φαίνεται, τὸν

ἁπλῶς λόγον ἔπος φησίν. οἷον. ποῖόν σε ἔπος φύγε. καὶ τὸ, ἔπεα πτερόεντα. Ὅτι δὲ

τὰ ἑξάμετρα οὐ πάνυ ἠξίουν ἔπη καλεῖσθαι, δηλοῖ ὁ ἐν ῥητορικῷ λεξικῷ εἰπὼν ὡς

ἀντέκειτο ὁ ἐποποιὸς τῷ μελοποιῷ. καὶ ἡρῷα ἔλεγον οὐκ ἔπη, τὰ ἑξάμετρα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

3

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!