18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

περιαυτολογία. (ῃερς. 224.) παραμυθεῖται δὲ ὅμως αὐτὴν ἠρέμα, τὸ ὑπαγαγεῖν

ἑαυτὸν τῷ Φιλοκτήτῃ. καὶ τὸ μὴ ἔχειν ἐξισοῦσθαι μήτε τῷ Ἡρακλεῖ μήτε τῷ Εὐρύτῳ.

ἔστι δ' ὅμως καὶ ἐν τούτοις καύχημά τι τῷ Ὀδυσσεῖ περιττὸν, εἴγε τῶν ζώντων μὲν

μόνῳ τῷ Φιλοκτήτῃ τοῦ ἐπὶ τόξῳ ἤγουν τοξείᾳ κλέους παραχωρεῖ. τῶν δὲ

τεθνεώτων, Ἡρακλεῖ καὶ Εὐρύτῳ. ἔστιν οὖν εἰπεῖν, ὅτι καὶ Ὀδυσσεὺς κατὰ τὸν

ὕστερον Ἐφέσιον ζωγράφον τὸν Παῤῥάσιον, ἐσέμνυνεν ἑαυτόν. οὗτός τε γὰρ ἑαυτὸν

ὑπεξῆρεν ἐπισημῃνάμενος καὶ ταπεινότητα, καὶ ὁ Παῤῥάσιος ἔφη ὡς ἀνυπέρβλητος

αὐτῷ πέπηγεν οὖρος. ἀμώμητον δ' οὐδὲν ἐγένετο βροτοῖς. τὸ μὲν αὐχῶν, τὰ τῆς

τέχνης εὑρῆσθαι αὐτῷ τέρματα, τὸ δ' ὑπονοῶν, ὡς ἴσως ἐψέγετο πρὸς τῶν

ὁμοτέχνων ὡς μάτην θαῤῥῶν ἀμώμητος εἶναι. (ῃερς. 225.) Τόξον δὲ ἐΰξοον λέγει,

ἐπεὶ καὶ τὸν αὐτοῦ τέκτονα κεραοξόον ἐν ἄλλοις φησίν. Ἀμφαφάασθαι δὲ τὸ

μεταχειρίζεσθαι, παρὰ τὴν ἁφήν. ἀφ' ἧς καὶ τὸ, σῆμα ἀμφαφόων πρὸ ὀλίγων εἴρηται,

ὅ ἐστι παραδεικνὺς τῇ χειρί. (ῃερς. 217.) Τὸ δὲ εἰ καὶ μάλα πολλοὶ ἑταῖροι, καὶ

ταχυτοξότην τὸν Ὀδυσσέα εἶναι δηλοῖ. ὃς εἰ καὶ πάνυ πολλοὶ περὶ αὐτόν εἰσιν, ἀλλὰ

πρῶτος αὐτὸς βαλεῖ τὸν δυσμενῆ. (ῃερς. 218.) Τὸ δὲ τοξαζοίατο, οὐκ ἀεὶ ἀναγκαίως

καὶ πτωτικήν τινα σύνταξιν ἔχει, ἀλλὰ καὶ μόνον καθ' αὑτὸ ἐκφωνεῖται ὡς δηλοῖ τὸ,

ὅτε τοξαζοίμεθ' Ἀχαιοί. καὶ τὸ, προκαλίζετο τοξάζεσθαι. (ῃερς. 219.) Τὸ δὲ

ἀπεκαίνυτο, περιττὴν μὲν ἔχει τὴν πρόθεσιν ὡς ἀλλαχοῦ προεφάνη. δέδωκε δὲ τοῖς

ἰδιώταις ἀρχὴν τοῦ, νίκην ἀποκοπτὴν τὴν μεγάλην λέγειν. 1.293 (ῃερς. 222.) Τὸ δὲ

σῖτον ἔδοντες, πρὸς διαστολὴν ἴσως ἐῤῥέθη ἑτέρων βροτῶν μὴ τοιούτων. ὁποίους

καὶ τοὺς μακροβίους Αἰθίοπας ἡ ἱστορία φησίν. οἳ ἄρτον ἰδόντες κόπρῳ αὐτὸν

εἴκασαν. ἦσαν δὲ καὶ οἱ ἐξ ἀκρίδων ζῶντες καὶ οἱ ἐξ ἰχθύων. οἳ καὶ ἀκριδοφάγοι

διατοῦτο καὶ ἰχθυοφάγοι ἐκαλοῦντο. τὸ δὲ Σκυθικὸν φῦλον καὶ τὸ Μασσαγετικὸν

κρέασι διοικονομούμενον οὐδ' αὐτὸ ἐθέλει σιτοφαγεῖν. (ῃερς. 223.) Τὸ δὲ ἐρίζειν,

καιρία λέξις ἐπὶ ἐξισώσεως. διὸ καὶ δὶς ἐνταῦθα κεῖται. (ῃερς. 224.) Τὸ δὲ οὐκ

ἐθελήσω, ἀντὶ τοῦ οὐ δυνήσομαι. πολλαχοῦ δὲ ἐπὶ τοιαύτης σημασίας ἡ λέξις κεῖται.

Τὸν δὲ Ἡρακλῆν, οὗ πολὺς λόγος τοῖς παλαιοῖς, καὶ Ἡρακλείδην Παυσανίας

καλεῖσθαι φησί. (ῃερς. 229.) Περὶ δὲ Εὐρύτου καὶ τοῖς κατ' αὐτὸν Οἰχαλίας ἡ Βοιωτία

ἐδήλωσεν. Ἐν δὲ τῷ, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ, ῥῆμα νοητέον ἔξωθεν τὸ ἵησιν ἢ

πέμπει ἤ τι τοιοῦτον. τὸ γὰρ ἀκοντίζειν οὐκ ἔστιν οἰκεῖον ἐπὶ ὀϊστοῦ. ταῦτα δὲ

ἀλλαχοῦ παρὰ τῷ ποιητῇ καὶ τὸ, σῖτον ἐσθίειν καὶ οἶνον, πίνειν δηλαδή. οἶνος γὰρ

οὐκ ἐσθίεται. καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν, ἠκούομεν δηλαδή. φθογγὴ

γὰρ οὐ βλέπεται. οὐκ ὀλίγα δέ εἰσι καὶ ἄλλα τοιαῦτα. ὧν ὁ ποιητικὸς τρόπος,

σύλληψις εἴτουν συνεκδοχή ἐστι. (ῃερς. 230.) Τὸ δὲ ποσὶ παρέλθῃ, πρὸς διαστολὴν

ἐῤῥέθη. ἔστι γὰρ τροπικῶς καὶ νόῳ παρελθεῖν καὶ δόλοις καὶ τοιούτοις τισί. (ῃερς.

232.) Τὸ δὲ ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦν, ἀντὶ τοῦ, ἐπεὶ ὤλετο ἡ ναῦς. οὐ γὰρ διὰ τὸ μὴ

κομιδὴν ἐν βρώμασιν ἔχειν ἐδαμάσθη Ὀδυσσεὺς τοῖς κύμασιν, ἀλλ' ὅτι ἐθραύσθη

κύμασιν ἡ τὴν κομιδὴν ἔχουσα ναῦς. (ῃερς. 233.) Τὸ δὲ ἐπηετανὸν ἐν μὲν τῷ,

ἐπηετανὸν γάλα θῆσθαι, κυριολεκτεῖται. δηλοῖ γὰρ τὸ, ἐν ὅλῳ ἔτει. ἐνταῦθα δὲ

κομιδὴ ἐπηετανὸς, ἡ ἁπλῶς πολλὴ λέγεται. Τὸ δὲ φίλα γυῖα λελύσθαι ταυτόν ἐστι τῷ

ἀεικελίως δαμασθῆναι. (ῃερς. 225.) Ὅτι τοὺς ῥηθέντας Ἡρακλέα τε καὶ Εὔρυτον

ἐπαινῶν Ὀδυσσεὺς, φησὶν ὅτι καὶ ἀθανάτοις ἐρίζεσκον περὶ τόξων. διό φησι καὶ

(ῃερς. 226.) αἶψα ἔθανε μέγας Εὔρυτος. εἶτα ἑρμηνεύων πῶς αἶψα ἔθανε, φησίν. οὐδ'

ἐπὶ γῆρας ἵκετ' ἐν μεγάροισι. τοῦτο δ' αὖθις ἐφερμηνεύων, ἐπιφέρει. χολωσάμενος

γὰρ Ἀπόλλων ἔκτανε. διὰ τί; (ῃερς. 228.) οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. ἔοικε

δὲ αἴφνης θανεῖν καὶ ὁ Εὔρυτος. τοῦτο γὰρ δηλοῖ ὁ πρὸς Ἀπόλλωνος θάνατος, ὡς

πολλαχοῦ φαίνεται. Ἡρακλῆς δὲ οὐδέν τι λέγεται παθεῖν δεινὸν ὑπὲρ τῆς πρὸς θεοὺς

ἔριδος, ὅτι μὴ δὲ ἐπροκαλίζετο εἰς τοξείαν. οὐδὲ πάνυ δοκεῖ θρασὺς αὐτοῖς εἶναι.

ἄλλως δέ γε ἀθανάτοις αὐτὸν ἐρίσαι κατὰ ἄμυναν, ἡ Ἰλιὰς ἐδήλωσε. τὸ μέντοι ὑφ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

333

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!