18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁρῶντες. μεταγομένου τοῦ πάθους, ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ ποιοῦντα. οὕτω δὲ

καὶ θώρηκες ἐν Ἰλιάδι γανόωντες λέγονται. (ῃερς. 129.) Αἱ δὲ κρῆναι, χρήσιμοι τῇ τε

πόλει, καὶ τοῖς περὶ τὸν κῆπον. διὸ καὶ αὐτὰς προσιστόρησεν ὁ ποιητὴς διὰ τὸ

ἀναγκαῖον τῆς χρήσεως. Ὅρα δὲ ὅτι τὸν ῥηθέντα τετράγυον κῆπον, εἰς τρία διεῖλεν.

εἰς δενδροφόρον. καὶ εἰς ἀμπελόφυτον ἣν ἁλωὴν εἶπε κατ' ἐξοχήν. καὶ εἰς

λαχανηφόρον. (ῃερς. 132.) Τὸ δὲ ἐν Ἀλκινόου, Ἀττικῶς συντέτακται ὡς καὶ τὸ ἐν

ᾅδου καὶ τὸ ἐν Κίρκης καὶ ὅσα τοιαῦτα. (ῃερς. 137.) Ὅτι καὶ οἱ Φαίακες ὑπνῶσαι

μέλλοντες, Ἑρμῇ ἔσπενδον. φησὶ γοῦν περὶ Ὀδυσσέως, ὡς εὗρε τοὺς τῶν Φαιάκων

ἡγήτορας, σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ. ᾧ πυμάτῳ σπένδεσκον

(ῃερς. 138.) ὅτε μνησαίατο κοίτου. καὶ ὡς ὀνειροπομπῷ δὲ καὶ ὑπνοδότῃ ἐκείνῳ

ἔσπενδον τηνικαῦτα καιροῦ. πλάττει δὲ ὁ ποιητὴς ἐν τοιαύτῃ ὥρᾳ τὸν Ὀδυσσέα

ἱκέτην ἐλθεῖν ἐς Ἀλκινόου, καθὰ καὶ τὸν Πρίαμον ἐν Ἰλιάδι μετὰ δόρπον ἤγαγεν

ἱκετεύσοντα εἰς Ἀχιλλέα. ἱλαρώτεροι γὰρ ἐν τοιούτῳ καιρῷ μάλιστα οἱ

ἱκετευόμενοι. εἰ μὴ ἄρα κατὰ τὸν Πολύφημον ἐξηγρίωνται. οὕτω δὲ καὶ ἐν Πύλῳ

θυσίαν εὗρεν εὐτυχῶς ὁ Τηλέμαχος, καὶ γάμον ἐν Λακεδαίμονι. (ῃερς. 136.) Τὸ δὲ

ἡγήτορας, καὶ μέδοντας εἶπε κατὰ παράλληλον νόημα. ἔφη γάρ. Φαιήκων ἡγήτορας

ἠδὲ μέδοντας. (ῃερς. 138.) Τὸ δὲ ὅτε μνησαίατο κοίτου, ἑρμηνεία ἐστὶ τοῦ, ᾧ πυμάτῳ

σπένδεσκον. ἔσπενδον δὲ τῷ Ἑρμῇ πυμάτῳ, ἁπλῶς. εἰ μή τι παρενέπεσε κωλυτικόν.

Ὥσπερ ἐνταῦθα μετ' ὀλίγα καὶ ∆ιῒ ξενίῳ σπείσουσι διὰ τὸν ἐλθόντα ξένον οἱ

Φαίακες. (ῃερς. 139.) Ὅτι ἀσύνηθες τοῖς μεθ' Ὅμηρον τὸ, ἔβη διὰ δῶμα ἤτοι κατὰ

δῶμα. ἐκεῖνοι γὰρ διὰ δώματος φασὶν ὡς καὶ ἔβη δι' ἀγορᾶς ἢ διὰ μέσης τῆς 1.270

πόλεως. (ῃερς. 140.) Ὅτι ἐπέλευσιν δηλοῖ ἀπροόρατον τὸ, ἔβη πολλὴν ἠέρα ἔχων.

ὅτε δὲ ὁ ἐλθὼν ἢ ἐπελθὼν ὁραθείη, οἰκεῖον εἰπεῖν τὸ, καὶ τότε δή ῥ' αὐτοῖο (ῃερς.

143.) πάλιν χύτο θέσφατος ἀήρ. ὅ ἐστιν, ἡ ἀορασία. θηλυκὸν δὲ καὶ τοῦτο καθὰ καὶ

τὸ, πολλὴν ἠέρα. Ὅτι δὲ διὰ τοῦ ἦτα μὲν αἱ τοῦ ἀέρος πλάγιοι διὰ τοῦ ˉα δὲ ἡ εὐθεῖα

μόνη, καὶ ἀλλαχοῦ ἐῤῥέθη. αἰτία δὲ, τὸ μὴ χρῆναι καὶ τὴν εὐθεῖαν διὰ τοῦ ˉη ἔχειν

τὴν ἄρχουσαν διὰ τὸ ἐκεῖθεν κακόφωνον ἐκ τοῦ σεσηρέναι τὰ χείλη. διὸ καὶ τοῦ

ἀηδίζω καὶ ἀηθέσσω, ἀήδιζον καὶ ἀήθεσσον οἱ παρατατικοὶ ἀεὶ κατὰ τοὺς παλαιούς.

Τὸ δὲ πάλιν χύτο, ἀντὶ τοῦ, ὀπίσω τοῦ ἐλθόντος καὶ φανέντος. οἰκεῖον δὲ ἐπὶ ἀέρος

τὸ χύειν ὥσπερ καὶ τὸ χέειν διὸ ἔφη. πολλὴν ἠέρα ἣν περίχευεν Ἀθήνη. τουτέστι

φρόνησις ἡ προβουλευσαμένη τὸν τοιοῦτον καιρόν. ἢ καὶ ἄλλως, τῶν ἐναντίων

ἔχουσα δύναμιν, τοῦ τε φωσφορεῖν, καὶ τοῦ ἠέρα χέειν. (ῃερς. 142.) Ὅτι τὸ

γουνάζεσθαι περιφράζων, ἀμφὶ γούνασι βάλλειν χεῖρας. φησίν. ὅ ἐστι ῥίπτειν ἢ

τιθέναι. ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἔφη. προϊὼν δὲ, καὶ (ῃερς. 145.)

λιτανεύειν τὸ γουνάζεσθαι λέγει ἐν τῷ, θαύμαζον δ' ὁρόωντες, ὁ δὲ λιτάνευε. τὸ δ'

αὐτὸ, καὶ γούνατα ἱκάνειν φησὶν, εἰπών. σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας. (ῃερς.

148.) Ὅτι εὐχὴ πρέπουσα εἰς ἄρχοντας τὸ οἷς θεὸς ὄλβια δοίη ζωέμεναι. καὶ παισὶν

ἐπιτρέψειεν ἕκαστος κτήματ' ἐν μεγάροισι. γέρας θ' ὅ, τι δῆμος ἔδωκε. (ῃερς. 150.)

Καὶ ὅρα τὸ δῆμος, ὡς ἐπὶ δημοκρατίας ῥηθέν. ἵνα καὶ δημοκρατεῖσθαι δοκοῖεν οἱ

Φαίακες σὺν τῷ βασιλικῶς καὶ ἀριστοκρατικῶς διοικεῖσθαι. (ῃερς. 149.) Ὅρα δὲ καὶ

ὅτι τὸ τῶν ἐπιτρόπων ὄνομα, ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν. τοιαύτης γὰρ ἐννοίας τὸ,

παισὶν ἐπιτρέπειν κτήματα καὶ ὅτι ἔθος παλαιὸν, καὶ ἀξιωμάτων τοὺς παῖδας

κληρονομεῖν. ἀξιωματικὸν γὰρ πάντως τὸ γέρας. (ῃερς. 151.) Ὅτι τὸ, αὐτὰρ ἐμοὶ

πομπὴν ὀτρύνετε θᾶσσον, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. εἴποι ἂν ὁ

προπεμπτικῆς που ἐπικουρίας δεόμενος. Ὀδυσσεὺς δὲ νῦν τοῦτο φησὶν οὐ θέλων

ὀψέ ποτε χρόνου πεμφθῆναι ὡς ἡ Κίρκη αὐτὸν ἐξέπεμψε καὶ ἡ Καλυψὼ, ἀλλὰ

ὀτρυνθῆναι τὴν πομπὴν, διά τε τὸ ἐπὶ μακρὸν ἐκ τῆς πατρίδος ἀπόδημον αὐτοῦ, καὶ

μάλιστα ὅτι ἐθέλει ὁ ποιητὴς ταχὺ τῶν παρέργων ἀπαλλαγεὶς γενέσθαι τῶν ἐφεξῆς.

(ῃερς. 153.) Ὅτι ἄλλως μὲν ἐπ' ἐσχάρῃ προελέχθη καθῆσθαι ἡ δέσποινα Ἀρήτη,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

307

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!