18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀναγνωρισμὸν, ἡ ἀπὸ τοῦ κυνηγεσίου οὐλή. οὗ Ὀδυσσέως, καὶ ἐν τῇ χλανίδι παρὰ

προτέροις ποσὶ, κύων εἶχε ποικίλον ἑλλόν. ἄδηλον δὲ εἴτε θηρευτικοὶ οἱ ῥηθέντες

κύνες καὶ διὰ τοῦτο πόδας ἀργοὶ ὅ ἐστι ταχεῖς, εἴτε τραπεζῆες οὓς ἀγλαΐης ἕνεκεν

κομέουσιν ἄνακτες, οἵους καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ἔτρεφεν. οἳ πόδας ἂν ἀργοὶ

λέγοιντο, ἀντὶ τοῦ, νωθροὶ καὶ οὐ ταχεῖς κατὰ 1.78 τοὺς θηρατικούς. ὅτι δὲ δύνανταί

ποτε πόδας ἀργοὶ κύνες λέγεσθαι καὶ οἱ λευκόποδες, δηλοῖ καὶ τὸ ἐν Ἀθήναις

Κυνόσαργες χωρίον, οὕτω κληθὲν ἀπὸ κυνὸς λευκοῦ θῦμά τι ἀφαρπάσαντος καὶ

ἐκδραμόντος ἐκεῖ. ὅθεν, οὐδὲ ἀνόσιον πρόσρημα τὸ, ἐς Κυνόσαργες. ἀλλ' ἶσον τῷ, ἐς

κόρακας. ὅτι δὲ εὐθεῖα τὸ Κυνόσαργες, δῆλον ἐκ τῆς δοτικῆς. ἐν Κυνοσάργει γὰρ

εὕρηται. ἐκ δὲ τοῦ, πόδας ἀργοὶ, καὶ οἱ ἀργίποδες σύγκεινται ἐπὶ ποδῶν λευκότητος.

παρὰ δὲ τὸ ἀργὸν, οὐ μόνον ὁ ἐναργὴς γίνεται, καὶ ὁ λέπαργος βοῦς ἤτοι ὁ λαπάρας

ἔχων λευκὰς, ἀλλὰ καὶ λέπαργός φασιν ἡ χιὼν παρὰ τὸ λευκαίνειν τὸ λέπας. καὶ

ἄργεμος, νόος ὀμμάτων. ἀφ' οὗ ἄργεμα κατὰ ∆ίδυμον, τὰ ἐπὶ ὀφθαλμῶν λευκώματα.

ὧν μνήμη τῷ Αἰσχύλῳ ἐν τῷ, πρόσθεν ὄντ' ἐπάργεμα. ἐκεῖθεν, καὶ ἀργᾶντες ταῦροι

παρὰ Πινδάρῳ καὶ ἀργαίνειν, τὸ λευκαίνειν παρ' Εὐριπίδῃ ἐν Ἀλκμαίωνι. καὶ ταῦρος

ἀργιμήτης ἤγουν λευκός φασι παρὰ Φρυνίχῳ, ὁ διακομίσας τὴν Εὐρώπην. Σημείωσαι

δὲ ὅτι ἔχει τι πάθος ὁ περὶ τῶν κυνῶν λόγος ἐνταῦθα τῷ ποιητῇ, εἴγε Πηνελόπη μὲν,

ἔρχεται οὐκ οἴη ἅμα τῇ γε καὶ ἀμφίπολοι δύο. Τηλέμαχος δὲ οὐκ οἶος ἀλλ' ἅμα τῷ γε

κύνες οὐ μὴν οἰκέται ἢ ἑταῖροι τινές. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι ἀρετὴ κἀνταῦθα

κηρύκων, τὸ λιγύφθογγον. οἳ καὶ παρὰ τὸ γαρύειν καὶ τὴν γῆρυν ἐτυμολογοῦνται.

καὶ ὅτι ἐπιμονὴν ποιεῖ τὸ, κηρύκεσσι καὶ κηρύσσειν καὶ ἐκήρυσσον, διὰ τὸ τῆς

λέξεως καίριον. (ῃερς. 12.) Ὅτι θεσπίην ἄρα τῷ Τηλεμάχῳ χάριν κατέχευεν Ἀθήνη

εἰς ἀγορὰν ἰόντι. τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο, τουτέστιν

ἐθαύμαζον. οὐ μόνον τῆς ἔξω χάριτος, ἀλλὰ καὶ τῆς συνέσεως ἣν Ὅμηρος αἰνίττεται

διὰ τῆς Ἀθηνᾶς, ἐλθὼν δέ φησιν, ἕζετο ἐν πατρὸς θώκῳ. εἶξαν δὲ γέροντες, διὰ τὸ

τῆς βασιλείας δηλονότι γεραρὸν πρεσβεῖον. ἄλλως γὰρ, οἱ νέοι τοῖς πρεσβυτέροις

ὑπανίστανται ὡς πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ κατέχευεν, ἀντὶ τοῦ, διὰ παντὸς

τοῦ σώματος περιήγαγε, καὶ ἔστι καιριωτάτη ἡ λέξις ὡς ἐπὶ ὑγροῦ περικεχυμένου

ῥηθεῖσα, διὰ τὸ χαρίεν τῆς τοῦ νέου ἐπιφανείας. (ῃερς. 13.) Ὅρα δὲ καὶ ὡς δὶς εἶπε τὸ

ἄρα, ἐν δυσὶ στίχων ἀρχαῖς. Σημείωσαι δὲ καὶ ὅτι καὶ ἄλλως θηητὸς ὁ νεανίας

ἔδοξεν. ἐπειδὴ οὐδέ ποτε ἀγορὴ ἐγένετο ἐν Ἰθάκῃ οὔτε θόωκος ἐξ οὗ Ὀδυσσεὺς εἰς

Τροίαν ἔπλευσεν. ὅθεν θαυμάζεται ὁ μετὰ τοσούτους ἐνιαυτοὺς ἄρτι καθίζων

ἀγοράν. Τοῦ δὲ θηεῦντο, θέμα, θηέω. ἐξ οὗ τὸ θηητόν. πρόεστι δὲ τοῦ θηέω, τὸ θεῶ

ἤγουν βλέπω. θέα γὰρ ἐμβιβάζει τῇ ψυχῆ ὡς τὸ θάμβος, οὕτω καὶ τὸ θαῦμα καὶ τὸ

θηεῖσθαι. εἰ δὲ ἐχρῆν ἐκ τοῦ θεῶ, προσλήψει τοῦ ἰῶτα γενέσθαι θειῶ τὸ θαυμάζω,

ἀλλ' ἐπεὶ προκατελήφθη ἡ τοιαύτη γραφὴ ἐν τῷ θειῶ τὸ θυμιάζω οὗ χρῆσις ἐν τοῖς

μετὰ ταῦτα, ἐτράπη τὸ ˉε τοῦ θεῶ πρὸς διαστολὴν, εἰς ἦτα. καὶ οὕτω πεποίηται τὸ,

θηῶ θηήσω. (ῃερς. 15.) Ὅτι κατάρχει τῆς νῦν δημηγορίας Αἰγύπτιος ἀνὴρ, οὕτω κατὰ

κυριωνυμίαν καλούμενος ἐξ ἐθνικῆς λέξεως ὡς καὶ προδεδήλωται. ὃς δὴ γήραϊ

κυφὸς ἔην. (ῃερς. 16.) Καὶ μυρία ᾔδη, τουτέστιν ἠπίστατο. Καὶ ὅρα κἀνταῦθα ὅτι

πολυπειρία εἴτουν μυρία εἴδησις τῇ τῶν γερόντων ἡλικίᾳ παρέπεται. Ἰστέον δὲ ὅτι

εὕρηται καὶ ἐν Ἰλιάδι κύριον, ἀνὴρ Ἴμβριος ὁμωνύμως τῷ τῆς Ἴμβρου τοπικῷ. καὶ

ἔστιν ὅμοιον πρὸςτὸ Αἰγύπτιος κύριον. εἴη δ' ἂν τοιοῦτόν τι καὶ ὁ ἐκ Τροίας

Πριαμίδης Πολίτης. τὸ δὲ τὸν ὑπέργηρων, καὶ πολύνουν εἶναι, ἀπαιτεῖ πάντως ὁ

κατὰ φύσιν ὀρθὸς λόγος, ὡς ὅγε ἑτεροῖος γέρων, ἀκούσοι ἄν ποθεν τὸ, μὴ 'φευρεθῇς

ἄνους τὲ καὶ γέρων ἅμα. Σημείωσαι δὲ καὶ ὅτι λόγιος ὢν ὁ ποιητὴς καὶ εἰδὼς ὡς

κατάρξαι λόγου τὸν νεωτέρον παρὰ τοῖς εὖ εἰδόσι δυσχερὲς, προλογίζοντα ποιεῖ τὸν

γέροντα Αἰγύπτιον, καὶ ἐρωτῶντα. εἶτα τὸν Τηλέμαχον, δεύτερον εἰς λόγους ἥκοντα

καὶ λαλοῦντα πρὸς τὸ ἐρωτηθέν. ῥᾷον γὰρ τοῦτο ἤπερ τὸ πρωτολογεῖν. τοιοῦτον δέ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

89

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!