18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

σύνθεσιν. τὸ δὲ μωρὸς, πάλαι ποτὲ ὀρθῶς εἶχε τοῦ προπερισπᾶσθαι. ὡς τὸ, ὦ μῶρε

μῶρε μὴ θεῶν κίνει φρένας. καὶ τὸ, ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι.

ὕστερον δὲ, συνεξέδραμε τῷ πυλωρὸς θυρωρὸς καὶ τοῖς ὁμοίοις. ὡς καὶ τὸ ἀγαυρὸς

καὶ ἁβρὸς καὶ ἀμυδρὸς, τῷ ἀφαυρός. ἀμαυρός. ἀγρός. ἁδρός. καὶ εἴπου τι ἕτερον

τοιοῦτον καθὰ καὶ πρὸ ὀλίγου ἐῤῥέθη. τὸ δὲ ὄϊος οἰὸς, ὠξυτονήθη ὡς ὀκνῆσαν

περισπασθῆναι, ἵνα μὴ συνεκδράμῃ τῷ οἶος ὁ μόνος. περὶ δέ γε τοῦ ἀθρόος,

προείρηται μὲν ἐν τῇ ˉα ῥαψῳδίᾳ. ἔστι δὲ καὶ νῦν εἰπεῖν ὡς οὐκ εὐλόγως

παροξυνθὲν ἐν τῇ ἁπλότητι, ὤφειλε γὰρ ὡς ἄλλως σύνθετον παροξύνεσθαι, εἰκότως

μετὰ τὴν κράσιν βαρύνεται ὡς τὸ χειμάῤῥους, ἵνα ᾖ ὡς χειμάῤῥοος χειμάῤῥους,

οὕτως ἀθρόος ἄθρους. καὶ ἀπολάβῃ ἐν γοῦν τῇ συναιρέσει, τὴν ὀφειλομένην ὀξεῖαν

τῇ ἀρχούσῃ πρὸ συναιρέσεως. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιὸν, ὁ

∆ημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτὸν

ὡς καὶ Πλούταρχος ἱστορεῖ. καὶ οὕτω μὲν ταῦτα. τὸ δὲ λογεμπόρος διατί

παροξύνεται καὶ μὴ πρὸ δύο συλλαβῶν ἔχει τὴν ὀξεῖαν κατὰ τὸ συνέμπορος καὶ

μεγαλέμπορος, λύσῃ ἂν ἕτερός τις εὖ εἰδὼς ἢ κατὰ ∆ημοσθένην ἢ καί πως ἑτέρως.

τοῦ δὲ κοινότερον λεγομένου ἐμπόρου, χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ,

στώακας ἐμπόρους λήρου λόγων καὶ παιδοπίπας. ἔνθα στώακες μὲν ὑποκοριστικῶς,

οἱ στωϊκοί. παιδοπίπαι δὲ, οὓς ἀγρίους ἔφη σεμνότερον ὁ κωμικός. σύγκειται δὲ ἡ

λέξις, πρὸς ὁμοιότητα τοῦ παρθενοπίπα, ὃ κεῖται ἐν τῇ Ἰλιάδι. Ἐπήβολος δὲ, οὐ

ποιητικὴ λέξις, ἀλλὰ Ἀττικὴ κατὰ τοὺς παλαιούς. οἳ καὶ προφέρουσι. Σοφοκλῆς. εἴθ'

εὖ φρονήσαντ' ἐσίδοιμι φρενῶν ἐπήβολον καλῶν σε. Πλάτων ἐν πρώτῳ νόμων.

1.101 ἐπήβολον γεγονότα ὥστε τυχεῖν τῆς καλλίστης παιδείας. Ξενοφῶν ἐν τετάρτῳ

Παιδείας. γίνονται κατὰ νόμον ἐπήβολοι. Ὑπερίδης κατὰ ∆ημάδου. μή τε πόλεως

μήτε πολιτείας ἐπηβόλους γενέσθαι. Ἄρχιππος. ἐγενόμην χρημάτων ἐπήβολος. καὶ

οὕτω μὲν οἱ παλαιοί. παρὰ δὲ τοῖς ὕστερον, ἡ λέξις ἠμέληται. γίνεται δὲ παρὰ τὸ

βάλλειν τὸ τυγχάνειν σκοποῦ, βόλος, ἤβολος, καὶ ἐπήβολος ὁ ἐπιτυχής. ὡς καὶ

ἀλλαχοῦ ἐδηλώθη οὐ πρὸ πολλῶν. ἕτεροι δέ φασιν οὕτως. ἐπήβολος, ἐπιτυχής.

ἐγκρατής. ἀπὸ τῆς βουλῆς ἢ βολῆς καὶ τοῦ βάλλειν. Πορφύριος δὲ μάλιστα τὴν

ἐτυμότητα παρέδειξε τοῦ τοιούτου ὀνόματος. δοκεῖ δὲ ἀπὸ τοῦ ἐπιτυχῶς βάλλειν, οὐ

μόνον ὁ ἐπήβολος παρῆχθαι, ἀλλὰ καὶ ὁ βελτίων, ἔτι δὲ καὶ ἀβέλτερος ὁ ἀνόητος

φασὶ καὶ εὐήθης μετὰ χαυνότητος. (ῃερς. 321.) Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἐκ χειρὸς

χεῖρα σπάσεν Ἀντινόοιο ῥεῖα. ἄδηλον γὰρ εἴτε τὴν ἑαυτοῦ ὁ Τηλέμαχος χεῖρα τῆς

Ἀντινόου ἐξέσπασεν, εἴτε ἀνάπαλιν. διατί δὲ ἐξέσπασεν; ἢ διότι γελῶν ὁ Ἀντίνοος

ἐδεξιώσατο ἐμφὺς τῇ τοῦ Τηλεμάχου χειρὶ ὡς προείρηται, ἢ καὶ ὡς δεδιὼς μὴ

ἐπιβούλως ἅπτηται τῆς χειρός. Τὸ δὲ ῥεῖα, τὴν τοῦ νεανίου ἐμφαίνει ῥωμαλεώτητα.

Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι, ἐκ χειρῶν, ἀμφιβολίας γίνεται σχῆμα. ἐν τῷ, χεῖρας

ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου. ἔνθα οὐ σαφὲς εἴτε τὰς ἑαυτοῦ χεῖρας ὁ

Ἀχιλλεὺς τοῖς τοῦ Πατρόκλου ἐπέθετο στήθεσιν, εἴτε καὶ ἀνάπαλιν τὰς ἐκείνου τοῖς

ἑαυτοῦ. (ῃερς. 323.) Ὅτι δηλωτικὸν ὕβρεως τὸ, οἵ δ' ἐπελώβευον καὶ κερτόμεον

ἐπέεσσιν. ἔστι δὲ λώβη, ἡ ἐν κοινῷ ὕβρις, οἱονεὶ λαόβη, ἡ μέσον λαοῦ ἐπεμβαίνουσά

τινι. ἢ παρὰ τὸ λώπιον, ἡ μετὰ ἔκδυσιν ἐπαγομένη γυμνῷ τινι. (ῃερς. 324.) Ὅτι

μερίζει ὡς ἐν ἠθοποΐᾳ κατὰ προσωπικὴν ἀοριστίαν ὁ ποιητὴς τοὺς μνηστῆρας. καὶ

τοὺς μέν τινας ποιεῖ δεδιότας, καὶ λέγοντας. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν

μερμηρίζει. ἢ ἐκ Πύλου ἀγαγὼν ἀμύντορας, ἢ καὶ Σπάρτηθεν, ἐπειδή περ ἵεται αἰνῶς.

ἢ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ'

ἐνείκῃ, ὅ ἐστιν ἐνέγκῃ. ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ. (ῃερς. 331.)

Ἑτέρους δὲ, θαρσαλεώτερον διακειμένους πλάττει, ἐν τῷ λέγειν. τίς δ' οἶδεν εἰ καὶ

αὐτὸς πλεύσας, τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς. (ῃερς. 334.) Εἶτα

ποιεῖ αὐτοὺς προστιθέντας καί τι ἀστεῖον. ὡς οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

115

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!