18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

θυσίας καὶ αὕτη. πέλεκυν δὲ ὁ δεῖνα ὀξὺν ἔχων ἐν χερσὶ παρίστατο, βοῦν ἐπικόψων.

ὁ δεῖνα δ' ἀμνίον εἶχεν. ὁ δεῖνα δὲ ἤγουν ὁ Νέστωρ, χέρνιβά τ' οὐλοχύτας τε

κατήρχετο. πολλά δ' εὔχετ' ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. μετὰ δὲ

τὴν εὐχὴν καὶ τοὺς οὐλοχύτας, ὁ δεῖνα ἤλασεν ἄγχι παραστάς. πέλεκυς δ' ἀπέκοψε

τένοντας αὐχενίους. λῦσε δὲ βοὸς μένος. αἱ δὲ γυναῖκες ὀλόλυξαν. οἱ μὲν ἔπειτ'

ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης, ἔσχον. ἀτὰρ σφάξεν ὁ δεῖνα. τῆς δ' ἐπεὶ ἐκ μέλαν

αἷμα ῥύη λίπε δ' ὀστέα θυμὸς, αἶψ' ἄρα μιν διέχευαν. ἄφαρ δ' ἐκ μηρία τάμνον πάντα

κατὰ μοῖραν. εἶτα λέγει ὅτι τε κνίσσῃ αὐτὰ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, καὶ ὡς

ὠμοθέτησαν ἐπ' αὐτοῖς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ τὴν ἐπὶ σχίζαις καῦσιν. καὶ τὴν δι'

οἴνου σπονδήν. καὶ τὰ πεμπώβολα. καὶ ὡς ἐπάσαντο σπλάγχνα μετὰ τὸ καῆναι τὰ

μηρία. καὶ ὡς μίστυλλον τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν. καὶ ὡς ὤπτων

ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. ἤγουν ὀξεῖς. κατὰ τὸ ἄκρον πείροντας. καὶ

τοιαύτη μὲν ἡ ῥηθεῖσα διασκευή. Ἐνταῦθα δὲ χρὴ ἐπισημῄνασθαι, ὡς εἰ καὶ τὸ

λείβειν καὶ τὸ σπένδειν ταὐτά ποτε εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οὕτως εὕρηνται

παραγωγαὶ αὐτῶν, ἔχουσαί τινα διαφοράν. τὸ γοῦν ἐκ τοῦ λείβω λοιβάσιον, καὶ τὸ

ἐκ τοῦ σπένδω σπονδεῖον, διαφέρουσιν ἀλλήλων κατὰ τὸν εἰπόντα ὡς λοιβάσιον

μὲν, ᾧ ἔλαιον ἐπισπένδουσιν ἱερεῖς. 1.138 σπονδεῖον δὲ, ᾧ τὸν οἶνον. ὅτι δὲ οὐδὲ ἀεὶ

ταυτὸν τὸ λείβειν καὶ τὸ σπένδειν, πολλαχόθεν δῆλον. δάκρυσι γοῦν λείβεταί τις, οὐ

μὴν καὶ σπένδεται. λείβονται δέ ποθεν καὶ ὕδατα, ὅθεν καὶ τὰ λείβηθρα τόπος. καὶ

τοπικὸν, λειβήθριοι. καὶ οὐδὲ τοῦτό ἐστι σπένδεσθαι. ἔτι σπένδεταί τις ἐπὶ φιλίᾳ, οὐ

μὴν λείβεται. τοῦ δὲ κοινῶς λεγομένου λείβειν, παράγωγον καὶ ἡ κελέβη, ὡς οἷον

χελείβη, παρὰ τὸ χέειν λοιβὴν εἰς αὐτό. ἢ καὶ ἄλλως, παρὰ τὸ χέειν καὶ λείβειν. καὶ

ἔστι χρῆσις αὐτῆς, ἐν τῷ, στέψον τὰν κελέβαν. Ἀθήναιος δὲ, παράγει καὶ

Ἀνακρέοντος τὸ, ἄγε δὴ φέρ' ἡμῖν ὦ παῖ κελέβην ὅπως ἄμυστιν προπίω. τὰ μὲν δέκ'

ἐγχέας ὕδατος, τὰ πέντε δ' οἴνου, κυάθους. τίς δὲ ἡ ἄμυστις καὶ ὅτι παρὰ τὸ μὴ μύειν

γίνεται ὃ δὴ τῶν χανδὸν καὶ ὅ φασιν ἀμυστὶ πινόντων ἴδιον, ἐν ἄλλοις δεδήλωται.

(ῃερς. 444.) Ὅρα δὲ τὸ, βοῦν ἐπικόψων, ἀντὶ τοῦ ἐπάνω τοῦ τραχήλου πλήξων. ὅθεν

καὶ ἐπίκοπον παρὰ τοῖς παλαιοῖς τὸ ἐπίξηνον. ὅπερ ἰδιωτικῶς ἐπικόρμιον λέγεται.

(ῃερς. 445.) Τὸ δέ γε ἀπέκοψε τένοντας, ἄλλο τι παρὰ τὸ ἐπικόψαι. δηλοῖ γὰρ τὸ

ἀπέτεμεν. Ἀμνίον δέ φασιν ὡς πηνίον παροξυτόνως, τὸ τοῦ αἵματος ὅ ἐστι τοῦ

ἀποσφάγματος δεκτικὸν ἀγγεῖον. ἀμένιόν τι ὄν. τουτέστι μένους ἤγουν αἵματος

στερητικόν. Κρῆτες δὲ, ἄμνιον φασὶν, ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν ἱερείων ἐδέχοντο.

αἵμνιόν τι ὂν παρὰ τὸ αἷμα. Πόρσιλος οὖν ὁ ἱεραπύτνιος, ἱστορεῖ φασι παρὰ τοῖς

ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνήν. αἵμνιον δασέως μετὰ τοῦ κατ' ἀρχὴν ἰῶτα

προφερομένην, παρὰ τὸ αἷμα. φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ

ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι, περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. Νίκανδρος δὲ,

καὶ Θεοδωρίδας, δάμνιον ἀναγινώσκουσιν ἀσυνδέτως, παρὰ τὸ δάμνασθαι τὸ

σφαζώμενον ζῷον. Ἀττικοὶ δὲ, σφάγιον τὸ τοιοῦτον ἀγγεῖον ἐκάλουν. εἰς ὃ πρῶτον

αἷμα δεχόμενοι, τῷ βωμῷ ἐπέχεον. ἅπαξ δέ φασι παρὰ τῷ ποιητῇ εὕρηται τὸ εἴτε

ἄμνιον, εἴτε ἀμνεῖον, εἴτε αἵμνιον, εἴτε δάμνιον. (ῃερς. 446.) Τὸ δὲ χέρνιβα καὶ

οὐλοχύτας κατήρχετο, οὐ συνήθη σύνταξιν ἔχει. ὡς οὐδὲ παρὰ Λυκόφρονι ἐν τῷ,

στρόμβῳ τὸν αἱματηρὸν κατάρχων νόμον. γενικῇ γὰρ οἱ μεθ' Ὅμηρον συντάσσουσι

τὸ κατάρχεσθαι. καιρία δὲ αὕτη ἡ λέξις. ὥσπερ καὶ τὸ, οὐλοχύτας προβάλοντο. εἴγε

προθύματα οἱ οὐλοχύται ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. οὕτω δὲ ἀπαρχή τις εἴτε

καταρχὴ καὶ πρόθυμα καὶ προβολὴ, καὶ ὁ τιλμὸς καὶ ἡ καῦσις τῶν τριχῶν τῆς τοῦ

ἱερείου κεφαλῆς, γινόμενος καὶ αὐτὸς ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, πρὸς ἀνάμνησιν

τῆς παλαιᾶς ἐκ τριχῶν καὶ δορῶν ἐνδύσεως. ὡς καὶ οἱ οὐλοχύται, τῆς παλαιᾶς

τροφῆς ἀνεμίμνησκον, τῆς ἐκ τῶν οὐλῶν ὅπέρ ἐστι τῶν κριθῶν. διὸ καὶ τοὺς

οὐλοχύτας τῶν τις παλαιῶν, κριθὰς ἡρμήνευσεν. εἰπόντος γάρ τινος, τοὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

157

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!