18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐξάγιστον δηλοῖ μίξιν. οὕτω δὲ καὶ ἐπὶ Αἰγίσθου ἔφη μάλα μέγα ἔργον ἐκεῖνον

μήσασθαι, τὴν τολμηθεῖσαν δηλαδὴ παρ' αὐτοῦ μοιχείαν. (ῃερς. 272.) Τὸ δὲ

γημαμένη καὶ τὸ ἔγημε φανερὰν διαφορὰν δηλοῖ τοῦ γῆμαι καὶ τοῦ γήμασθαι, ὡς καὶ

οὐ πρὸ πολλῶν δεδήλωται. (ῃερς. 273.) Ἀνάπυστα δὲ τὰ ἀκουστὰ ἢ φανερὰ, καὶ κατὰ

τοὺς παλαιοὺς εἰπεῖν, ἀνὰ στόμα πᾶσι κείμενα πυνθάνεσθαι. γίνεται δὲ ἡ λέξις ἀπὸ

τοῦ πεύθω πεύσω, ἐξ οὗ πύστις ἡ δι' ἐρωτήσεως μάθησις, ὡς ἐκ τοῦ κεύσω ἡ κύστις.

ἐκ δὲ τοῦ πύστις ἄπυστον καὶ ἀνάπυστον, καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ τοῦ πέπυσμαι,

πέπυσται, πυστὸν τὸ ἀκουστὸν καὶ ἄπυστον τὸ ἀνήκουστον. καὶ μετὰ δευτέρας

στερήσεως ἀάπυστον τὸ μὴ ἀνήκουστον, ἀλλὰ δηλαδὴ ἀκουστὸν, καὶ πλεονασμῷ

τοῦ ˉν δι' εὐφωνίαν ἀνάπυστον. οὕτω καὶ γνωστὸν ἄγνωστον ἀάγνωστον καὶ

ἀνάγνωστον, κατὰ τὸν εἰπόντα μηδὲν ἐθέλειν καλὸν ἔχειν ἀνάγνωστον ἀλλὰ

δηλονότι πᾶσι γνωστόν. (ῃερς. 274.) Πολυήρατον δέ φασι Θήβην ἄρτι λέγει τὴν

πολλὰς ἀρὰς ὅ ἐστι βλάβας θεόθεν ὑπομείνασαν, οὐ γὰρ δή που φασὶ τὴν ἐράσμιον,

οὐ γὰρ ἀκόλουθον τοῦτο ἐνταῦθα τοῖς ἐπαγομένοις. (ῃερς. 275.) Τὸ δὲ θεῶν ὀλοὰς

διὰ βουλὰς πρὸς τὸ ἄλγεα πάσχων συντακτέον. (ῃερς. 276.) Πυλάρτης δὲ ὡς καὶ

ἀλλαχοῦ ἐῤῥέθη Ἅιδης ὁ τὰς πύλας ἀραρυίας ἔχων διὰ τὸ ἐκεῖθεν δυσεξίτητον.

(ῃερς. 277.) Τὸ δὲ ἁψαμένη βρόχον αἰπὺν ἀντὶ τοῦ κρεμάσασα, ἢ μᾶλλον ἐκδήσασα

ὑψόθεν. τοῦτο γὰρ δηλοῖ τὸ αἰπὺν, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἀφ' ὑψηλοῖο μελάθρου.

Ἰστέον δὲ ὅτι πολλῶν προσώ

πων ἁψαμένων βρόχους ἐπὶ λύπαις ἔπαθον οὕτω κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ οἱ

Λυκαμβίδαι ἐπὶ τοῖς Ἀρχιλόχου ποιήμασι, μὴ φέροντες τὴν ἐπιφορὰν τῶν ἐκείνου

σκωμμάτων. ἦν γὰρ ὁ ἀνὴρ δεινὸς ὑβρίζειν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν οὕτω

σκώπτειν εὐφυῶν τὸ, Ἀρχίλοχον πεπάτηκας, ὡς εἴ τις εἴπῃ, σκορπίον ἢ ὄφιν ἢ

κακὴν ἄκανθαν. καὶ κόρη δέ τις φασὶν Ἰάμβη αἰσχρῶς ὑβρισθεῖσα κατέλυσε τὸν βίον

ἀγχόνῃ. διὸ καὶ ὁ παρωνομασμένος αὐτῇ ἴαμβος ἐκ βραχείας ὢν καὶ μακρᾶς

αἰνίττεται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ καὶ τὴν ὕβριν ἧς εἶδος καὶ τὸ σκώπτειν ἀπό

τινος βραχέος αἰτίου ἀρχομένην εἰς κακὸν μέγα καταλήγειν ζήλῳ τῆς Ὁμηρικῆς

ἔριδος. ἣ ὀλίγη ταπρῶτα κορυσσομένη τέλος ὑψοῦται ὅ που φησὶν ὁ ποιητής. ὅτι δὲ

σκωπτόλης ταπρῶτα ὁ ἴαμβος, δηλοῖ καὶ ὁ πικρὸς Ἱππώναξ, χωλιαμβοποιῶν

ἀκράχολα. ὅτι δὲ καὶ ἱλαροί τινες ᾔδοντο ἴαμβοι, δηλοῖ ὁ ἱστορήσας ὡς ∆ημήτηρ

λυπουμένη ἐπὶ ἡρπαγμένῃ τῇ κόρῃ παρεξενώθη Κελεῷ καὶ τῇ γυναικὶ Μετανείρῃ ἐν

τῇ Ἀττικῇ. θεράπαινα δὲ αὐτῶν Ἰάμβη παρεμυθεῖτο αὐτὴν ὀρχουμένη τοιούτῳ

μέτρῳ. Μητρὸς δὲ Ἐριννύες αἱ ὑπὲρ τῆς μητρός, ἢ καὶ ἄλλως κατὰ ἔλλειψιν, αἱ τῆς

μητρὸς τιμωροὶ ὅ ἐστιν ἐπίκουροι. (ῃερς. 279.) Ὅτι Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς,

ὡς πρὸ βραχέων ἐῤῥέθη, ἐν Ἰωλκῷ πόλει Θετταλικῇ γεννηθεὶς τῇ πρὸ ὀλίγων

εἰρημένῃ, ἣν ὑπερκεῖσθαί φασι τῆς κατὰ ∆ημητριάδα θαλάσσης ἑπτὰ σταδίους. ὁ

τοίνυν τοιοῦτος Ἰώλκιος Νηλεὺς μετὰ θάνατον τοῦ κατὰ τὸν μῦθον θέσει πατρὸς

Κρηθέως ὑπὸ τοῦ ἀδελφοῦ Πελίου ἐξελαθεὶς ἀφίκετο εἰς τὴν Πελοποννησίαν

Μεσσήνην. (ῃερς. 282.) καὶ ἔγημε Χλῶριν μετὰ κάλλος τουτέστι διὰ κάλλος, ἐπεὶ

πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο. ὅς ποτ' ἐν Ὀρχομενῷ

Μινυηΐῳἶφι ἄνασσεν ἠδὲ Πύλου βασίλευε. τέκε δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε

Χρόμιόν τε Πολυκλύμενόν τ' ἀγέρωχον. τοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, (ῃερς. 286.)

θαῦμα βροτοῖσιν, ὅπερ ἐφερμηνεύων φησί· τὴν πάντες μνώοντο περικτίται. οἷς

δηλαδὴ ὡς εὖ εἰδόσι, θαῦμα ἦν ἡ Πηρώ. Νηλεὺς δὲ οὐκ ἤθελέ τινι δοῦναι αὐτὴν, ὃς

μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ φυλάκης ἐλάσειε βίης Ἰφικληείης. 1.415 (ῃερς.

290.) ἀργαλέας, ἤγουν δυσκόλους καὶ ἐργώδεις κτηθῆναι καὶ ἀπελαθῆναι. τὰς δ' οἶος

ὑπέσχετο μάντις ἀμύμων ὁ Μελάμπους ἐξελάαν. χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρ' ἐπέδησε,

δεσμοί τ' ἀργαλέοι καὶ (ῃερς. 292.) βουκόλοι ἀγροιῶται. ὧν ἕνεκα καὶ αἱ βόες

ἀργαλέαι ἦσαν. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

472

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!