18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποικιλομήτηνὈδυσσέα εἰπεῖν ὁμοίως τῷ, εὔμητιν καὶ πολύμητιν, ὅμως οὐκ ἔγραψεν

οὕτως. ἐνδεικνύμενος, ἐξεῖναι καὶ οὕτω φράζειν καὶ οὕτως. τὸ μὲν δηλαδὴ, ἐκ τοῦ

μῆτις ἡ βουλή. τὸ δὲ, ἀπὸ κινήσεως τοῦ μήδω ῥήματος ἐξ οὗ καὶ ὁ ἀγκυλομήτης.

(ῃερς. 168.) Ὅτι τῷ Νέστορι ἐκ Τροίας οἴκαδε ὁ πλοῦς διὰ Λέσβου ἐγένετο καὶ τῶν

ἐφεξῆς νήσων. φησὶ γὰρ ὁ Νέστωρ ὅτι ὀψὲ εἰς ἡμᾶς ἐλθὼν Μενέλαος, ἐν Λέσβῳ

ἔκιχε δολιχὸν πλόον ὁρμαίνοντας, ὅ ἐστιν ὁρμῶντας. ἢ διαλογιζομένους. ὡς τὸ,

ὥρμηνε δ' ἀνὰ θυμόν· εἶτα ἑρμηνεύων τί ὥρμαινον, φησίν. (ῃερς. 170.) ἢ καθύπερθε

Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἤγουν τὴν Χίον ἐπ' ἀριστέρ'

ἔχοντες. ἢ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα. τοῦτο δὲ, ἐμπειρικῶς λέγει. ὡς

δυνατὸν ὂν καὶ οὕτως, καὶ οὕτω πλεῦσαι. δῆλον δὲ ὡς ὕπερθε μὲν Χίου πλέει, ὁ ἐπ'

ἀριστερὰ ἐκείνην ἀφείς. ὑπένερθε δὲ, ὁ παρὰ τὸν Μίμαντα. Ἰστέον δὲ ὅτι ἡ μὲν

Λέσβος, νῆσος πεντάπολις. ἔχουσα πόλεις, Λέσβον ἀφ' ἧς καὶ ὠνόμασται. Ἄντισσαν

ἢ Ἴσσαν. Πύῤῥαν. Μήθυμναν. καὶ Μιτυλήνην ἐξ ἧς ἡ νῆσος ἔχει ἄρτι τὸ ὄνομα

ὥσπερ πάλαι ποτὲ ἐκ τῆς Λέσβου. περὶ ἧς καὶ ἐν Ἰλιάδι τὰ δέοντα εἴρηται. ταύτης

παρώνυμον καὶ τὸ Λέσβιον ποτήριόν τε καί τι λουτρόν. μνεία δέ τις Λέσβου ἀρκοῦσα

κεῖται καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς. (ῃερς. 169.) Τὸ δὲ πλόον εἰ καὶ

συναιροῦσιν ἄλλοι ὡς ἂν μὴ παράλληλα τὰ αὐτὰ σύμφωνα εἴη καθ' Ἡρωδιανὸν

εἰπεῖν, ὃ δὴ γίνεται καὶ ἐν τῷ Σαπφόος καὶ ἄλλοις μυρίοις ἃ συναλείφονται εἰς τὴν

οˉυ δίφθογγον, ἀλλ' Ὅμηρος ἀναλόγως φράζει καὶ οὐδὲ πόῤῥω σεμνότητος. καθὰ

καὶ τὸ νόον καὶ ῥόον. ἀφιεὶς, ἄλλα παρ' ἄλλοις εἶναι καλά. Χίος δὲ κατὰ τὸν

γεωγράφον περὶ ἧς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ ἐγράφη, περίπλουν ἔχει σταδίων

ἐνακοσίων. ναύσταθμος δὲ αὐτῇ, νηῶν ὀγδοήκοντα. εἶχε δέ φησι καὶ ἄλσος

φοινίκων. ὅτι δὲ ἀμφισβητοῦσιν Ὁμήρου Χῖοι, ἐν τῇ Ἰλιάδι γέγραπται. ἀπὸ ταύτης δὲ

καὶ παροιμία τὸ, Χιαστὶ τίλλειν. ὡς τῶν Χίων παρατιλλομένων κατὰ τοὺς παλαιούς.

καὶ ἑτέρα παροιμία κειμένη παρ' Εὐπόλιδι τὸ, Χίος δεσπότην ὠνήσατο, ἐπὶ τῶν

βλαπτομένων ἔκποθεν προσώπων μεμισθωμένων ἐπ' ὠφελείᾳ. Χίοις γάρ φασι

πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, ἐμήνισε τὸ δαιμόνιον. διὸ καὶ

ἐβλάβησαν πολλὰ ὑπὸ δούλων ἀποστάντων καὶ ἐπαναστάντων αὐτοῖς. ὅθεν δὲ αἱ

ῥηθεῖσαι παροιμίαι δύο, ἐκεῖθεν καὶ Χῖος λόφος, τὸ ἀποτιλθῆναι φασὶ τὴν κεφαλὴν

τὸ μέσον. ὡς οἷον, λόφον ἀπολιπόντων. ὅτι δὲ καὶ τὸ κίβδηλον ἀπὸ Χίας ἱστορίας

εἴληπται ὡς οἱονεὶ χίβδηλον, οἱ ἐτυμολόγοι δηλοῦσιν. ἦν μὲν γὰρ καιρὸς ὅτε

Ἀθηναῖοι προσεῖχον τοῖς Χίοις. ὥστε καὶ θύοντες, ηὔχοντο ἀγαθὰ γενέσθαι αὐτοῖς

καὶ τοῖς Χίοις. ἔπεσε δέ ποτε αὐτοῖς καὶ ἄλλως τὰ τῆς τύχης, καὶ ἐμισοῦντο ὑπὸ

Ἀθηναίων οἱ Χῖοι. ὅτε καὶ τοῦ χαράγματος ὅσον ἀχρεῖον ἦν ἐν Ἀθήναις, χιάζοντες οἱ

πολῖται τουτέστι τὸ ˉχ στοιχεῖον ἐντυπούμενοι, ἐσημειοῦντο οὕτως τὴν τοῦ

κέρματος φαυλότητα. αἰνιττόμενοι ὡς οὕτως ἀποβάλλονται καὶ τοὺς Χίους ὧν

κατάρχει τὸ ˉχ. καὶ ὠνομάζετο τὸ τοιοῦτον νόμισμα, κίβδηλον Ἰωνικώτερον, ὡς

οἱονεὶ χίδηλον. ὅ ἐστι δηλούμενον διὰ τοῦ ˉχ. πλεονάσαντος τοῦ βῆτα, διὰ φωνῆς

ὄγκον. ὡς καὶ ἐν τῷ ἁλυβδήσασα παρὰ Λυκόφρονι καὶ ἐν ἑτέροις πολλοῖς. Ὅτι δὲ τῇ

Χίῳ νήσῳ παρωνόμασται καί τις 1.1 βόλος πεττευτικὸς οὗ μέμνηται καὶ

Ἀριστοφάνης ἐν τῷ, πέπτωκεν ἔξω τῶν κακῶν οὐ Χῖος ἀλλὰ Κῷος ἢ κατά τινας

Κεῖος, ἐν τῇ ˉα ῥαψῳδίᾳ προγέγραπται. Ψυρία δὲ, νησίδιον, Χίου φασὶν ἀπέχον

σταδίους ὀγδοήκοντα. λιμένα ἔχον νεῶν εἴκοσι. λέγεται δὲ καὶ οὐδετέρως τὰ Ψύρα.

ὡς Ἀλκμάν. παρά τε ἱερὸν σκόπελον παρά τε Ψύρα τὸν ∆ιόνυσον ἄγοντες. ἤγουν ὡς

οἷον ἐν οὐδενὶ τιθέμενοι τὸν ∆ιόνυσον. καὶ ἔστι παροιμία τὸ, Ψύρα τὸν ∆ιόνυσον. διὰ

τὴν τῆς νήσου λυπρότητα. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι τὰ Ψύρα κύκλος σταδίων

τεσσαράκοντα καὶ πόλις ἐν αὐτῇ ὁμώνυμος. Μίμας δὲ, ὄρος φασὶ κατέναντι Χίου,

μεταξὺ Ἐρυθρῶν καὶ τοῦ ὑποκρήμνου. ἀπὸ Μίμαντος γίγαντος ἐν αὐτῷ κειμένου.

ἔστι δὲ εὔθηρον καὶ πολύδενδρον καὶ ἠνεμόεν ἤγουν ὑψηλόν. μέση δέ φασι Ψύρων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

136

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!