18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κρέατ' ἄσπετα καὶ (ῃερς. 468.) μέθυ ἡδὺ, πίνοντες δηλαδή. ὃ δὴ καὶ μετ' ὀλίγα

ὡσαύτως κεῖται. τούτου δὲ τὸ ἐντελὲς πρὸ ὀλίγου ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίετε

οἶνον. (ῃερς. 467.) Πῶς δὲ τελεσφόρος ὁ ἐνιαυτὸς, ἐῤῥέθη ἀλλαχοῦ, ὅτι δηλαδὴ,

συντόμως εἰπεῖν, πάντα εἰς τέλος αὐτὸς ἄγει ἐντελέστατον διὰ τῶν τεσσάρων ὡρῶν.

(ῃερς. 469.) Ὅτι τρόπος ὑστερολογίας ἤτοι σχῆμα πρωθύστερον καὶ τὸ, ἀλλ' ὅτε δή ῥ'

ἐνιαυτὸς ἔην περὶ δ' ἔτραπον ὧραι. περιτραπεῖσαι γὰρ ὧραι συντελοῦσιν ἐνιαυτόν.

καὶ ἔστιν οἷον καὶ ὁρισμὸς ἐνιαυτοῦ τὸ, περὶ δ' ἔτραπον ὧραι. ἵνα ᾖ περιτροπὴ ὅ ἐστι

κύκλος ὡρῶν ὁ ἐνιαυτός. δῆλον δὲ ὅτι πρῶτος ἐντεῦθεν ὁ ποιητὴς ἀφορμὴν

ἐνδέδωκε, τροπικοὺς πόλους ὅ ἐστι κύκλους καλέσαι καὶ ὡρῶν τροπὰς εἰπεῖν. (ῃερς.

472.) Ὅτι προτρεπτικὸν εἰς ἐπάνοδον τὸ, δαιμόνιε ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης

εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα

γαῖαν. 1.389 (ῃερς. 474.) τὸ δὲ ὑψόροφον οἶκον ἀλλαχοῦ ὑψηρεφὲς διὰ τοῦ ˉη δῶμα

λέγει, καὶ ὑψερεφὲς δὲ διὰ τῶν δύο ˉεˉε. (ῃερς. 483.) Ὅτι προκλητικὸν εἰς φιλικὴν

προπομπὴν τὸ, ὁ δεῖνα τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ἤγουν ὑπέσχου,

οἴκαδε πεμψέμεναι. θυμὸς δέ μοι ἔσσυται ἤδη ἠδ' ἄλλων ἑτάρων. (ῃερς. 489.) ὁ δὲ

ἕτοιμος πέμπειν τοὺς τοιούτους ἐρεῖ ἂν τὸ τῆς Κίρκης πρὸς τὸν Ὀδυσσέα· μηκέτι νῦν

ἀέκοντες ἐμῷ ἔνι μίμνετε οἴκῳ. (ῃερς. 490.) εἰ δὲ καὶ εἰς δεινόν τι πρόσωπον ἡ ὁδὸς,

οἰκεῖον εἰπεῖν καὶ τὸ, ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι εἰς Ἀΐδαο

δόμους (ῃερς. 491.) καὶ ἐπαινῆς Περσεφονείης ἤγουν Φερσεφονείης. Ἔστι δὲ ἐπαινὴ

Περσεφόνη, ἢ αἰανὴ, τουτέστιν ἐν σκότει διάγουσα, ἢ μᾶλλον αἰνὴ, ἡ δεινὴ,

πλεοναζούσης καὶ νῦν προθέσεως ὡς καὶ ἐν ἄλλοις. Περσεφόνεια δὲ ἡ Περσεφόνη

Ἰωνικῶς, ὁμοίως τῷ, Βερενίκη Βερενίκεια καὶ τοῖς τοιούτοις. πρωτότυπον δὲ τῆς

ὕστερον Περσεφόνης ἡ ῥηθεῖσα Φερσεφόνη. λέγεται δὲ ἡ αὐτὴ καὶ Περσέφασσα καθ'

ὁμοιότητα τινὰ τοῦ πρόφασσα. ἐκεῖνο μὲν ἐκ τοῦ φρῶ φράζω φράσω, τοῦτο δὲ ἐκ

τοῦ φῶ φάζω φάσω τὸ φονεύω. δῆλον γὰρ ὅτι οὐ μόνον ἐκ τοῦ φέρω φέρσω ἡ

Φερσεφόνη, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ φθείρω φθέρσω Αἰολικοῦ καὶ αὐτοῦ ῥήματος.

τοῦτο δὲ διὰ τὴν τῶν κατοιχομένων φθορὰν, ἧς μέρος καὶ τὰ ἐκ φόνου κακὰ, ἵνα

πιθανῶς ἡ καταχθόνιος δαίμων ἐκ δύο ταυτοσήμων λέξεων εἴη συγκειμένη, τοῦ τε

φθέρσω, καὶ τοῦ φένω φόνος, καθ' ὁμοιότητα τοῦ δάπεδον καὶ τῶν ἄλλων, ἃ καὶ ἐν

τῇ Ἰλιάδι κεῖται. (ῃερς. 484.) Τὸ δὲ θυμός μοι ἠδ' ἄλλων ἑτάρων, καινῶς μὲν

συντέτακται. θεραπεύεται δὲ ὡς ἀντίπτωσις, οἷον, θυμὸς ἐμοῦ καὶ τῶν ἄλλων, ἢ ἐμοὶ

καὶ τοῖς ἄλλοις. (ῃερς. 489.) Ἰστέον δὲ ὅτι τὸ μηκέτι νῦν ἀέκοντες μίμνετε, λόγου

ἤρτηται τοῦ παραινοῦντος ξεῖνον παρεόντα μὲν φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. (ῃερς.

491.) Ὅτι τὸν Ὀδυσσέα ἡ Κίρκη πρὸ τοῦ εἰς τὴν πατρίδα πλόου χρῆναι φησὶν εἰς

Ἅιδην ἐλθεῖν. καὶ αὐτὴ μὲν ποιεῖ τοῦτο, ἵνα ἐκεῖ ἐκ τοῦ μάντεως Τειρεσίου μαθὼν

ὅτι θάνατος δέ σοι ἐξ ἁλὸς ἔσται ἢ ὀκνήσῃ πρὸς τὸν ἀπόπλουν ἢ ἀποπλεύσας ἐκ τῆς

Κίρκης μηδὲ τῇ Καλυψοῖ πεισθείη ὕστερον ἀθανασίαν ὑπισχνουμένῃ. αὐτὴ μὲν ἡ

Κίρκη οὐ προλέγει φασὶ τὰ ἐσόμενα τῷ Ὀδυσσεῖ δυσχερῆ, ἵνα μὴ ἀπιστηθῇ ὡς δι'

ἔρωτα τερατευομένη καὶ φοβερὸν πλαττομένη τὸν πλοῦν. καὶ τοιοῦτον μὲν τὸ τῆς

Κίρκης. ὁ δὲ Ὁμηρικὸς νοῦς τοῦ τὸν Ὀδυσσέα εἰς Ἅιδου ἐλθεῖν μέθοδός ἐστι τῶν

ἐφεξῆς δηλωθησομένων μύθων τε καὶ ἱστοριῶν καὶ λοιπῶν, ἐκ τῆς τοιαύτης

πλάσεως. στέλλει δὲ κατὰ τὸν ποιητὴν τοὺς περὶ τὸν Ὀδυσσέα ἡ Κίρκη ἐς Ἅιδου

ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι.

τῷ καὶ τεθνειῶτι νόον (ῃερς. 494.) πόρε Περσεφόνεια οἴῳ πεπνύσθαι. τοὶ δὲ σκιαὶ

ἀΐσσουσι. (ῃερς. 495.) τοῦτο δέ ποτε ἁρμόττει ἐπιλέγεσθαί τινι διαφέροντι τινῶν

κατὰ νοῦν, ὃ καὶ δέεται τότε ἀκροατοῦ ἀπράγμονος. οὐ γὰρ ἁπλῶς οἰκεῖον τοῦτο ἐπὶ

πάνυ συνετοῦ τινὸς λέγεσθαι, εἰ μὴ κατά τινα παρεκδοχὴν ἐννοίας. Ὅμηρος μὲν γὰρ

τὸ οἱ δὲ ἐπὶ νεκρῶν φησὶν, ὁ δὲ ἄλλως εἰπὼν ἐν ἐπαίνῳ περί τινος ὡς οἶος πέπνυται,

οἱ δὲ σκιαὶ ἀΐσσουσι, πάντως οὐ περὶ νεκρῶν ποιεῖται τὸν λόγον, ἀλλὰ ζῶντά τινα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

443

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!