18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τόδε γένηται. αὐτὸ δὲ καθ' αὐτὸ, ἀπαρεμφάτου ζητεῖ σύνταξιν. οἷον. πρὶν τόδε

γένεσθαι. (ῃερς. 376.) Ἐν δὲ τῷ, χρόα καλὸν, τὴν ὅλην διαρτίαν δηλοῖ τοῦ σώματος.

οὗ πάσχοντος ἐντὸς, ἰάπτεται καὶ ὁ καλὸς χροῦς, ἤγουν τὸ ἐπιφαινόμενον τοῦ

σώματος. ὃ καὶ χρὼς λέγεται. ἀπὸ δὲ τοῦ χροῦς, καὶ ἡ ἐν χρῷ κουρὰ, ἡ ψιλὴ κατὰ

Αἴλιον ∆ιονύσιον καὶ πρὸς τὸν χρῶτα. καὶ ἐν χρῷ δὲ κουρίας, ὁ οὕτω κειρόμενος. καὶ

πλοῦς ἐν χρῷ, ὁ γῆς ἐγγύς. Θουκυδίδης. ἐν χρῷ παραπλεῦσαι τὰς ναῦς. ἀπ' αὐτοῦ δὲ,

καὶ τὸ χρίμπτω. καὶ τὸ χρίω. ἔτι δὲ καὶ τὸ ἐγχρίω τουτέστι παίω. ὅθεν ἐνχρίσαι κατὰ

τὸ αὐτὸν ∆ιονύσιον, τὸν παῖσαι κέντρῳ σκορπίον ἢ σφῆκα ἤ τι τοιοῦτον. Ὅρα δὲ ὡς

ἐνταῦθα φανερῶς ἰάπτειν, τὸ διαφθείρειν καὶ βλάπτειν λέγεται, οὐ μὴν ὡς ἀλλαχοῦ

δοκεῖ τισι, τὸ προπέμπειν. (ῃερς. 377.) Ἐν δὲ τῷ, μέγαν ὅρκον, σεμνότης τοῦ ὅρκου τὸ

μέγαν διὰ τὸ θεῖον ὅ τις ἐπόμνυται. ὡς μὴ δέον ὂν τὸν μέγαν ὅρκον τῷ ψεύδει

καταῤῥιπτεῖν. Ἀπομνύναι δὲ, διαφέρει τοῦ ἐπομνύναι κατὰ τοὺς παλαιούς. καθότι

ἐπόμνυσθαι μέν ἐστι, τὸ καταφατικῶς ὀμνύειν. οἷον. μὰ τὸν, ἢ μὰ τὰς, ποιήσω τό δέ

τι. ἀπόμνυσθαι δὲ, τὸ ἐν ὅρκῳ ἀποφάσκειν. οἷον. μὰ τοὺς, ἢ μὰ τάδε, οὐ ποιήσω

οὕτως. καθὰ καὶ ἐνταῦθα ὀμνύει ἀπωμοτικῶς ἡ Εὐρύκλεια ὡς οὐ μυθήσεται τῇ

δεσποίνῃ τὰ κατὰ τὸν υἱὸν πρὶν ἂν τόσαι ἡμέραι διέλθειεν ἢ αὐτὴ ζητήσῃ. Σημείωσαι

δὲ ὅτι ὥσπερ διαφέρει τὸ ἐπομνύναι καὶ ἀπομνύναι, οὕτω διαφέρει κατὰ Αἴλιον

∆ιονύσιον, καὶ τὰ ὁρκωματικὰ ἐπιῤῥήματα. τὸ μὲν γὰρ νὴ τὸν, καὶ ναὶ μὰ τὸν,

κατωμοτικά φασιν. ἐξ Ὁμήρου οἶμαι λαβὼν τὸ ναὶ μὰ τὸν, εἰπόντος, ναὶ μὰ τόδε

σκῆπτρον. ἀπωμοτικὰ δὲ τὸ, μὰ τόν, καὶ οὐ μὰ τόν. Ἔτι σημείωσαι καὶ ὅτι γραῦς

κοινῶς μὲν, ἡ παλαιὰ γυνὴ καὶ πολιὰ τῷ χρόνῳ. ἄλλως δὲ καθ' ὁμωνυμίαν, γραῦς

καὶ τὸ ἐπαφρίζον ἐν ταῖς χύτραις καθὰ δηλοῖ καὶ ὁ κωμικός. καὶ ἡ ἐπὶ τοῦ ζωμοῦ.

αὕτη δὲ, καὶ ἐπίπαγος κατὰ Παυσανίαν καλεῖται. (ῃερς. 363.) Ὅτι ὁ ἀποδημήσων

ἀποδημίαν οὐκ ἀγαθὴν, ἀκούσῃ ἂν πρὸς τοῦ φιλοῦντος τοιαῦτα. τίπτε δέ τοι φίλε

τέκνον ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο. πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν. ἀλλὰ

μέν' αὖθ' ἐπὶ σοῖσι καθήμενος. οὐ δέ τι σε χρὴ κακὰ πάσχειν, οὐ δ' ἀλάλησθαι. (ῃερς.

364.) Εἰ δὲ καὶ υἱὸς ὁ ἀποδημῶν, ἁρμόσει εἰπεῖν, πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ

γαῖαν, μοῦνος ἐὼν ἀγαπητός. (ῃερς. 372.) Ὁ δὲ ταῦτα ἀκούσας, εἴποι ἂν ἴσως τὸ

θάρσει, ἐπεὶ οὔτι ἄνευ θεοῦ ἥ δέ γε βουλή. (ῃερς. 367.) Ἐν τούτοις δὲ κεῖται καί τις

πρὸς Τηλέμαχον προαναφώνησις. εἰπούσης

τῆς μαίας Εὐρυκλείας, ὡς οἱ μνηστῆρες αὐτίκα ἰόντι αὐτῷ κακὰ φράσονται ὀπίσω. ὃ

καὶ γέγονεν. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ αὐτὸ νόημα πρὸς μὲν τοῦ Ἀντινόου ῥηθὲν,

δυσμενῶς ἐλέχθη. παρὰ δὲ τῆς μαίας, οὐχ' οὕτως. τὸ γὰρ μένειν τὸν Τηλέμαχον

αὐτόθι ἐπὶ τοῖς αὐτοῦ καθήμενον καὶ μὴ χρῆναι πλέειν, ὑπελάλησε πρὸ βραχέων καὶ

ὁ κακόνους Ἀντίνοος. οὐ κατὰ διάθεσιν μέντοι τὴν τῆς τροφοῦ Εὐρυκλείας. (ῃερς.

363.) Ὅρα δὲ καὶ τὸ, φίλε τέκνον, Ἀττικῶς νῦν ῥηθὲν καθά που ῥηθήσεταικαὶ ἐν τοῖς

ἑξῆς. ὡς ἐὰν εἶπε, φίλε υἱέ. ἢ φίλε Τηλέμαχε. τὸ δὲ εἰπεῖν φίλον τέκνον, εἰ καὶ

σύνηθες, ἀλλ' ἰδιωτικόν. Ἐν τούτῳ δὲ τῷ τόπῳ, πυκνὰ καὶ γοργὰ ἡ τροφὸς

Εὐρύκλεια προβάλλεται νοήματα πρὸς Τηλέμαχον λέγουσα. πῇ θέλεις ἰέναι. καὶ

ταῦτα, πολλὴν ἐπὶ γῆν. (ῃερς. 365.) Καὶ μόνος ὢν τῇ μητρὶ, ὡς ἐν σοὶ πᾶσαν εἶναι τὴν

τοῦ οἴκου διαδοχήν. καὶ ἔτι, ἀγαπητὸς αὐτῇ. ἤδη δὲ καὶ τῇ τροφῷ καὶ τοῖς λοιποῖς.

διατοῦτο γὰρ ἀορίστως ἔφη τὸ ἀγαπητός. καὶ μὴν ὁ πατὴρ ὤλετό που ἀλλογνώτῳ

ἐνὶ δήμῳ, τουτέστι μακράν. ἀλλὰ καὶ οἱ μνηστῆρες ὡς καὶ προεγράφη, αὐτίκα ἰόντι

κακὰ φράσονται. (ῃερς. 367.) Τὰ δὲ δ' αὐτοὶ πάντα δάσονται. εἰ δὲ ἡ τροφὸς οὕτω

λέγει κωκύουσα σὺν ὀλοφυρμῷ, τί οὐκ ἂν ἡ μήτηρ ἔδρασε τὸν τοῦ παιδὸς ἀπόπλουν

μαθοῦσα. προμηθέστατα οὖν Τηλέμαχος λαθὼν ἐκείνην ἀπέπλευσε. (ῃερς. 366.)

∆ῆμος δὲ ἀλλόγνωτος, ἢ ὁ πολέμιος, ἢ ὁ ἄλλα γινώσκων ἤπερ ἡμεῖς, ἢ ὁ ἄλλοις καὶ

οὐχ' ἡμῖν γινωσκόμενος. ἐκ τοῦ γνωτὸς δὲ σύγκειται ὁ ἀλλόγνωτος. ὃν γνωστόν

φασιν οἱ ὕστερον. δοκεῖ δὲ ἀλλόγνωτος μᾶλλον εἶναι, ὁ ἄλλοις γνωτὸς, ἤγουν κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

119

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!