18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἤλεκτρος δὲ, ἴσως μὲν, καὶ ὕλη τις κατὰ τοὺς πολλοὺς, χαλκώδης ἰδιαιτάτη παρὰ

τὸν ἁπλῶς χαλκόν. μάλιστα δὲ, μίγμα τι χρυσοῦ καὶ ἀργύρου. δοκεῖ δὲ καὶ ὁ λοιπὸς

δηλοῦσθαι νῦν ἤλεκτρος. ὃν ὁ μῦθος διὰ τὸ οἷον ἡλιῶδες τῆς χρόας δάκρυον εἶναι

τῶν ἡλιάδων λέγει. ἀφ' οὗ καὶ λαβαὶ μαχαίραις γίνονται ἀχύρων ἐπισπαστικαί.

εἰκὸς γὰρ, καὶ τοιοῦτον παρεντεθεῖσθαι τοῖς τοῦ Μενελάου δόμοις εἰς δαίδαλμα.

Σοφοκλῆς μέντοι ἐτόλμησε καὶ αὐτὸν τὸν χρυσὸν ἤλεκτρον εἰπεῖν ἐν τῷ, κερδαίνετ'

ἐμπολᾶτε τῶν πρὸς σάρδεων ἤλεκτρον. καὶ δόξοι ἂν ἐκ τοῦ τοιούτου καὶ ἡ βασιλικὴ

θυγάτηρ Ἠλέκτρα κληθῆναι. καθὰ καὶ ἀδελφὴ αὐτῆς ἑτέρα, Χρυσόθεμις. καὶ

ἤλεκτρα δὲ τὰ κατὰ Αἴλιον ∆ιονύσιον ἐν κλίναις ποικιλλόμενα, ἐκ τοῦ ἠλέκτρου

φαίνεται λέγεσθαι. ἃ καὶ θηλυκῶς προάγονται ὡς δηλοῖ τὸ, ἐκπιπτουσῶν τῶν

ἠλέκτρων. ὧν ἡ εὐθεῖα, αἱ ἤλεκτροι κατὰ τοὺς τοῦ κωμικοῦ σχολιαστάς. οἵ φασι, καὶ

ὅτι αἱ ἀρχαῖαι κλίναι, τοὺς πόδας εἶχον κατησφαλισμένους ἄνθραξι καὶ ἠλέκτροις. ἡ

δὲ τῶν ἰδιωτῶν γλῶσσα βερονίκην λέγει τὸ ἤλεκτρον. ἠλέκτωρ μέντοι ὁ ἥλιος εἴπερ

καὶ αὐτὸς οὕτω πως παράγεται, οὐκ ἔστι βεβαίως εἰπεῖν. δοκεῖ γὰρ καὶ ἀλέκτωρ εἶναι

ὡς μὴ ἐῶν ἐν λέκτροις κεῖσθαι ἀλλ' ἐξεγείρων εἰς ἔργα. Ἐλέφαντα δὲ καὶ νῦν ὡς καὶ

ἐν Ἰλιάδι, τὰ τοῦ ἐλέφαντος λέγει ὀστᾶ, ἐκ τοῦ ὅλου καλέσας τὸ μέρος. Ὅτι δὲ ἡ

Λιβύη περὶ ἣν καὶ αὐτὴν ὁ Μενέλαος ἐπλανήθη, μήτηρ ἐλεφάντων ἦν, δηλοῖ καὶ ὁ

γράψας Ἕρμιππος τὸ, ἡ δὲ καλὴ Κρήτη, κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ'

ἐλέφαντα πολὺν παρέχει κατὰ πράσιν. χρῆσις δὲ Ὁμηρικοῦ ἐλέφαντος, καὶ ἐν τῷ,

ἀσπίδα εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος. ὁ δὲ τοιοῦτος ποιητικὸς τρόπος, καὶ βοῦν, τὸ

δέρμα λέγει τοῦ βοός. (ῃερς. 74.) Τὸ δὲ Ζηνὸς αὐλὴ, ὡς ἐπὶ βασιλέως ἐῤῥέθη. ὅθεν καὶ

Αἰσχύλος λαβὼν, ἔφη. ὅσοι τὴν ∆ιὸς αὐλὴν οἰχνεῦσι. Σημείωσαι δὲ ὅτι τῷ τῆς αὐλῆς

ὀνόματι, τὰ δώματα δηλοῖ. οὐ γὰρ ἂν αὐλὴ χρυσῷ καὶ τοιούτοις κοσμοῖτο. δηλοῖ δέ

που τοῦτο καὶ Ἀθήναιος. παρ' ᾧ καὶ στίχος τις ἐνταῦθα μεταγεγραμμένος φέρεται.

λέγει γὰρ ὅτι βέλτιον γράφειν κατὰ Σέλευκον, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα

κεῖται. ἢ ὡς Ἀρίσταρχος, Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή. 1.148 οὐ γὰρ

τῆς οἰκίας φησὶ τὸ κάλλος ἀποθαυμάζουσιν οἱ ξένοι. ἐπεὶ μὴ δὲ ἦν ἤλεκτρος καὶ

ἄργυρος καὶ ἐλέφας ἐν τοίχοις. ἀλλὰ περὶ μὲν τῶν δωμάτων εἶπον, ὡς ἔστιν

ἠχήεντα. τοιαῦτα δὲ, τὰ ὑψόροφα καὶ μεγάλα. (ῃερς. 73.) Περὶ δὲ τῶν σκευῶν, τὸ,

χρυσοῦ καὶ ἠλέκτρου καὶ ἀργύρου καὶ ἐλέφαντος. οἷς εἰκότως ἐπάγεται τὸ, Ζηνός

που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ὅσσα τάδ' ἄσπετα πολλά. (ῃερς. 74.) Τῷ δὲ

Ζηνός που τοίη αὐλὴ, οὐκ ἔστιν ἀκόλουθον ἐπειπεῖν, ὅσσα τάδ' ἄσπετα. σόλοικον ὄν

φησι τῷ ἀσυνήθη τῆς ἀναγνώσεως. ἀλλ' οὐδὲ ἡ αὐλή φησιν ἁρμόττει ἐπὶ τοῦ οἴκου.

ὁ γὰρ διαπνεόμενος τόπος, αὐλὴ λέγεται. καὶ διαυλωνίζειν φαμὲν χωρίον, τὸ

δεχόμενον ἐξ ἑκατέρου πνεῦμα. ἔτι δὲ, αὐλὸς, ὄργανον ᾧ διέρχεται πνεῦμα. τοιαῦτα

δὲ γράψας ὁ Ἀθήναιος, ἐν οἷς καὶ ὅτι Ὅμηρος τὴν αὐλὴν ἀεὶ ἐπὶ ὑπαίθρου τάττει

τόπου, λέγει καὶ ὅτι νῦν δὲ, τὰ βασίλεια λέγονται αὐλαὶ, ἢ διὰ τὸ μεγάλους ἔχειν

τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους, ἢ τὸ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς

δορυφόρους τοῖς βασιλείοις. ἐπιφέρει δὲ καὶ ∆ιφίλου χρῆσιν ταύτην. αὐλὰς

θεραπεύειν βασιλικὰς δηλαδὴ, ἔστιν ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ

μαστιγίου. ἐν τούτοις δὲ ὁ ῥηθεὶς ῥήτωρ, αὐλών φησι καλεῖσθαι ὡς καὶ ἐν ἄλλοις

παρεσημάνθη, καὶ τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα, ὁποῖον τὸ στάδιον. ὃ καὶ

συνθέτως δίαυλος ὀνομάζεται. καὶ τὸν κρουνὸν δὲ τοῦ αἵματος. οἶον, αὐτίκα δ'

αὐλὸς ἀνὰ ῥίνας παχὺς ἦλθεν. ἐντεῦθεν δὲ καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ

μέσου ἀνατείνῃ, αὐλῶπιν φαμέν. λέγονται δέ φησι καί τινες ἱεροὶ αὐλῶνες

Ἀθήνῃσιν. ἀρσενικῶς δέ φησιν ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην

συγγραφεῦσι. παρὰ δὲ ποιηταῖς, θηλυκῶς. ἐκδεκτέον οὖν φησὶ καὶ τὸ παρὰ

Ἐρατοσθένει βαθὺς αὐλὼν, θηλυκῶς εἰρῆσθαι. ὁποῖον δηλαδὴ καὶ τὸ, θῆλυς ἑέρση.

καὶ τὸ, ἡ πουλύς. καὶ τὸ, ἡδὺς ἀϋτμή. καὶ ὅσα τοιαῦτα. (ῃερς. 78.) Ὅτι δὲ ὁ Τηλέμαχος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

168

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!