18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲ τῆς ἕδρας, καὶ ἑδριάασθαι μετ' ὀλίγα ἐρεῖ. ὅθεν δὲ ἡ ἕδρα, ἐκεῖθεν καὶ τὸ, ἵδρυσε

παρὰ δαιτί. (ῃερς. 33.) Ὅτι δαψίλειαν ἡρωϊκὴν εὐτελοῦς τροφῆς δηλοῖ τὸ, ἀμφί δ'

ἑταῖροι δαῖτ' ἐντυνόμενοι, κρέα ὤπτων, ἄλλα δ' ἔπειρον. ἔστι δὲ ἐντύνεσθαι μὲν, ὃ

συνήθως ὁ ποιητὴς ὁπλίζεσθαι λέγει. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα. Τὸ δὲ ὀπτᾶν,

πρωτότυπόν ἐστι τοῦ ὀπτοῦ, ὃ συγκέκοπται ἀπὸ τοῦ ὀπτητοῦ. ὡς καὶ τὸ ἑφθὸν ἀπὸ

τοῦ ἑψητοῦ. ἄλλως γὰρ τὸ ἀπαθὲς ὀπτὸν, τὸ θεατὸν δηλοῖ, ὡς καὶ ὁ Ἀθήναιος

ἀστεΐζεται ὅπου λέγει ὀπτὸν ὠμὸν ἰχθῦν. Πείρειν δὲ, πρὸ βραχέων μὲν, τὸ περᾶν

ἐῤῥέθη. νῦν δὲ, ἄλλως. ὅθεν καὶ ἡ περόνη. καὶ τὸ περονᾶν. καὶ ὁ πόρπαξ. καὶ τὸ

πόρπημα. καὶ ὅσα τοιαῦτα. (ῃερς. 34.) Ὅτι φιλοξένων ἀνδρῶν ἴδιόν τι ποιοῦντες οἱ

Πύλιοι, ὡς ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες. χερσίν τ' ἠσπάζοντο, καὶ ἑδριάασθαι

ἄνωγον. πρὸ δὲ τῶν ἄλλων, ὁ Πεισίστρατος ἐγγύθεν ἐλθὼν Τηλεμάχου τε καὶ τοῦ

φαινομένου Μέντορος, ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε παρὰ δαιτί. κώεσιν ἐν

μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι. παρά τε κασιγνήτῳ καὶ πατρί. Μέντορα μὲν, ὡς

γέροντα δεξιωσάμενος. Τηλέμαχον δὲ, ὡς ὁμήλικα. καὶ ὅμως, προτέρῳ τῷ Μέντορι

δοὺς σπλάγχνων μοίρας καὶ ἐγχέας οἶνον χρυσέῳ δέπαϊ ὡς ἂν σπείσῃ, τιμῶν τὸ

γῆρας. (ῃερς. 35.) Καὶ ὅρα τὸ, χερσὶν ἠσπάζοντο, ἀντὶ τοῦ ἐπεσπῶντο καὶ εἷλκον διὰ

δεξιώσεως εἰς ἑαυτούς. καὶ τοιοῦτον ἀεὶ τοῖς παλαιοῖς κυρίως ὁ ἀσπασμός. ἔστι δὲ

καὶ νῦν πολλοὺς τῶν ἐξ ἐθνῶν ἰδεῖν, ἐν τῷ ἀλλήλοις συναντᾶν, διαπεταννῦντας τὼ

χεῖρε. καὶ τά τε στήθη πελάζοντας. καὶ τὰς χεῖρας ἐπικυρτοῦντας. καὶ εἰς κύκλον

περιάγοντας. καὶ περιπλεγνυμένους ἠρέμα. καί ἐστι τοῦτο αὐτοῖς ὁ ἀσπασμός.

γενομένης τῆς λέξεως, ἀπὸ τοῦ σπᾶσθαι κατὰ πλεονασμὸν τοῦ ˉα. καὶ εἴρηται τὸ

χερσὶν ἀσπάζεσθαι, πρὸς διαστολὴν τῶν λόγοις ἀσπαζομένων. ἐπὶ γὰρ αὐτοῦ δὴ τοῦ

χείλεσι φιλεῖν, οὔπω τότε ἡ λέξις ἐλέγετο. ἀλλ' εἴ που καὶ ἔδει τοιοῦτον σημῆναι,

οὕτως οἱ παλαιοὶ ἔλεγον. ἀσπάσασθε ἀλλήλους φιλήματι. (ῃερς. 37.) Τὸ δὲ

ἀμφοτέρων ἕλε χεῖρα, εἶχε μὲν εἰπεῖν δυϊκῶς, χεῖρε. ἀλλὰ διὰ τὸ καινότερον, οὕτως

εἶπε. καὶ νοητέον ὡς ἢ ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν

ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ

δηλαδή. λαιᾷ γὰρ οὐκ ἦν ἅπτεσθαι ὡς καὶ προγέγραπται. Ἐν δὲ τῷ κώεσιν, ὅρα

ἡρωϊκὴν εὐτέλειαν. ὁ γὰρ τοῦ βασιλέως Νέστορος παῖς, ἵδρυσε παρὰ δαιτὶ τοὺς

ξένους, οὐκ ἐπὶ ἁλιπορφύρων ταπήτων, ἢ ἄλλης τινὸς περιέργου στρωμνῆς

τιμωμένης πολλοῦ, ἀλλ' ἐπὶ ψάμμου ἐν δέρμασι, μαλακοῖς μέντοι. δῆλον δὲ ὅτι τὸ

κώεσιν, οὐκ ἐκ τοῦ κῶας γίνεται, ἦν γὰρ ἂν κώασιν ὡς κρέασιν, ἀλλ' ἐκ τοῦ κῶος.

κατὰ τὸ, βέλος βέλεσιν. ἵνα διφορῆται. καθὰ καὶ τὸ, ὕδας ὕδος καὶ γῆρας γῆρος. ἐξ οὗ

καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ γηροβοσκός. καὶ τὸ γυροτροφεῖν. καὶ τὰ ὅμοια. ὅτι δὲ καὶ

νάκος τὸ κῶας ἐλέγετο, δηλοῖ 1.112 ὁ σκώψας βυρσοδέψην τινὰ διὰ τοιαύτης

λέξεως. ἀφ' οὗ βυρσέως ἀκούσας ἐκεῖνος τὸ, ὦ κακόδαιμον, ἀντέσκωψεν εἰπὼν τὸ,

ὦ νακόδαιμον. εἰ δὲ τὸ τοιοῦτον νάκος, τὸ κνακὸν θρέμμα παρήγαγε, ζητητέον

ἄλλοθεν. Ἁλίας δὲ ψαμάθους λέγει, διαστέλλων τῶν ποταμίων αὐτάς. Ὅτι δὲ τοὺς

Πυλίους εὗρε περὶ θάλατταν θύοντας Ποσειδῶνι ὁ Τηλέμαχος, μαρτυρεῖ καὶ ὁ

γεωγράφος. εἰπὼν ὅτι ἐν ἱερῷ Σαμίου Πωσειδῶνος εὗρε Τηλέμαχος τοὺς Πυλίους

θύοντας. (ῃερς. 40.) Τὸ δὲ, δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε χρυσέῳ

δέπαϊ, ἁρμόσοι ἂν κατά τινα ἐννοίας παραφθορὰν, ἐπί τινος σπλαγχνιζομένου εἰς

ἔλεον πτωχικόν. (ῃερς. 49.) Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ λυπεῖν ἴσως εἶχε τὸν

βασιλικὸν παῖδα Τηλέμαχον τὸ προτιμηθῆναι τὸν Μέντορα, ὅμως παραμυθεῖται τὸ

πρᾶγμα ὁ δεξιωσάμενος Νεστορίδης ἐν τῷ, ἀλλὰ νεώτερός ἐστιν ὁ Τηλέμαχος

δηλαδὴ, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ. διὸ εἰ καὶ προτιμήσασθαι τὸν ὁμήλικα θέλει ὁ

Νεστορίδης, ἀλλ' αἰδεῖται τὸ γῆρας τοῦ Μέντορος καθὰ καὶ τὸ τοῦ πατρὸς Νέστορος.

καὶ ἔστι καὶ τοῦτο παιδεία Ὁμηρική. Τὸ δὲ ὁμηλικίη, ἢ ἔλλειψιν ἔχει λέξεως

θηλυκοῦ ὀνόματος ἵνα λέγῃ ὅτι ἡλικία ὁμηλικία. ἢ κατάστασις ὁμηλικία. ἢ ἄλλο τι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

127

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!