18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

368.) εἶτα ἑρμηνεύων τὸν τοιοῦτον μῦθον φησί· πάντων Ἀργείων σέο τ' αὐτοῦ κήδεα

λυγρά. (ῃερς. 367.) Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ λέγειν ἐπιστήμην τοῖς ἀοιδοῖς

ἀνατίθησιν Ὅμηρος, ὧν εἷς καὶ αὐτός. (ῃερς. 355.) Τὸ δὲ εἰς ἐνιαυτὸν πρὸς τὸ

ἐσαύριον ἐῤῥέθη, λέγοντος ἀστείως τοῦ Ὀδυσσέως, ὡς οὐ μόνον εἰσαύριον μενῶ εἰ

κερδαίνω, ἀλλὰ καὶ εἰς ἐνιαυτόν. (ῃερς. 358.) Πλειοτέρα δὲ χεὶρ, ἡ γέμουσα καὶ μὴ

ὑπόκενος, ἀλλὰ πεπληρωμένη. (ῃερς. 359.) Τὸ δὲ αἰδοιότερον εἶναι τὸν πλουτοῦντα

συμφωνεῖ τῷ τοῦ Ἡσιόδου· πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. (ῃερς. 363.)

Ἐπίκλοπος δὲ μύθων κατὰ τοὺς παλαιοὺς, ὁ παραλογιστικὸς, ἢ ὁ τῶν ἀλλοτρίων

ἐπιθυμητικός. κλέπτου γὰρ καὶ ἄμφω ταῦτα ἴδια. Τὸ δὲ οἷά τε πολλοὺς βόσκει γῆ,

δύναταί ποτε μὴ κωλύοντος τοῦ μέτρου κοινότερον φράζεσθαι καὶ οἵους πολλοὺς

βόσκει. (ῃερς. 365.) Καλῶς δὲ τὸ βόσκει, ὡς τῶν τοιούτων ἀνδρῶν ἀλογίστως

ζώντων κατά τινα βοσκήματα, οἷς οἰκεῖον καὶ τὸ πολυσπερέας, ὡς δηλοῖ καὶ

Ὀππιανὸς εἰπών· πολυσπερέας φάλαγγας νεπόδων. (ῃερς. 365.) Τὸ δὲ ἀρτύνειν

ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, τὴν μυθικὴν τεχνικὴν δηλοῖ πιθανότητα, καθ' ἣν

περιαγόμενός τις οὐκ ἂν ἔχοι συνιδεῖν, εἰ μῦθος ἐστὶ τὸ λεγόμενον. δῆλον γὰρ ὅτι

ἀρετὴ μύθου ἡ κατὰ εὐπλαστίαν πιθανότης καὶ τὸ ἐκεῖθεν τῆς ἀληθείας εἰκόνισμα,

ὡς δηλοῖ καὶ τὸ, ψεύδεα 1.424 πολλὰ λέγειν ἐτύμοις ὁμοῖα, ὥστε δοκεῖν τὸν ποιητὴν

καθηγήσασθαι καὶ τοῦ κατὰ τὸν μῦθον ὁρισμοῦ τοῖς ὕστερον κατὰ τὸ εἰδέναι

πλάττειν πιθανῶς τὰ ψεύδη, ὡς εἶναι αὐτὰ ἐτύμοις ὁμοῖα, ὅ πέρ ἐστι καὶ μύθου

ἔργον, ὃς λόγος ἔστι ψευδὴς ἀληθείας ἔχων ἔμφασιν. οὕτω καὶ ποιητὴς ἕτερος τὴν

γνώμην πρὸ τῶν ὑστέρων ῥητόρων ὁρίζεται ἐν τῷ, εἶπε πρός με βαιὰ ἀεὶ δ'

ὑμνούμενα. ὃ προθεωρήσας ἐκεῖνος ἐπάγει γνωμικὸν τὸ, γύναι, γυναιξὶ κόσμον ἡ

σιγὴ φέρει. εἰ γάρ ἐστι γνώμη παραίνεσις κεφαλαιώδης καθολικὴ, δῆλον ὡς καὶ

ἐκεῖνος οὕτω πως τὴν γνώμην ὁρίζεται. τὸ γὰρ καλὸν ἡ σιγὴ ταῖς γυναιξὶ, βαιός ἐστι

παραινετικὸς λόγος, ἤτοι κεφαλαιώδης καὶ σύντομος. ὁ δ' αὐτὸς καὶ καθολικὸς διὰ

τὸ ἀεὶ ὑμνεῖσθαι. αἰώνια γάρ πως τὰ ἀληθῆ γνωμολογήματα. Ἰστέον δὲ ὅτι εἰ καὶ μὴ

νῦν ἴσως δοκεῖ λέγειν ὁ Ὀδυσσεὺς ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, ἀλλ' ὅτε εἰς

Ἰθάκην παραγένηται, πολλὰ τοιαῦτα λαλεῖ. ὅθεν καὶ τὰ πολλὰ τῆς ποιήσεως ὕποπτα

τίθησι. (ῃερς. 366.) Τὸ δὲ μορφὴ ἐπέων καὶ φρένες ἐσθλαὶ δηλοῖ δύνασθαι μὲν τὸν

Ὀδυσσέα μορφάζειν τὰ ψευδῆ καὶ οὕτως εἰκονίζειν ἀλήθειαν, μὴ ἂν δὲ ποιεῖν τοῦτο

εἰκῇ καὶ ἁπλῶς διὰ τὰς ἐσθλὰς φρένας, κατὰ τὸ ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ

πεπνυμένος ἐστί. Τὸ δὲ ἔπι μὲν μορφὴ ἐπέων γράφεται καὶ ἔνι μὲν μορφὴ ἐπέων ὅ

ἐστι κάλλος ἢ πιθανότης. (ῃερς. 368.) Τὸ δὲ πάντων Ἀργείων ἢ παρέλκον ἔχει τὸ

πάντων ἢ ἁπλοϊκῶς αὐτὸ λέγει ὁ βασιλεὺς, ὡς καὶ ἐν τῷ, ἀέθλων πειρηθῶμεν

πάντων. οὔτε γὰρ ἐκεῖ πάντων ἀέθλων πεῖρα γίνεται, οὔτε ἐνταῦθα πάντων

Ἀργείων νόστος κατελέχθη. (ῃερς. 367.) Σημείωσαι δὲ ὅτι ἁπλοϊκώτερον ὁ βασιλεὺς

ἔφη τὸν Ὀδυσσέα ἐπιστημόνως εἰπεῖν ἃ κατέλεξεν. εἰ γὰρ κατὰ τὸν μῦθον

ἐκτετόπισται, οὐκ οἶδεν ἄρα. μὴ εἰδὼς δὲ, οὐκ εὖ κρίνει τὸν Ὀδυσσέα λαλεῖν. εἰ δὲ

πρὸς ἀκρίβειαν λαλεῖ καὶ εἰδὼς λέγει ὃ λέγει, οὐκ ἄρα που οἰκεῖ ἔκτοπος. (ῃερς. 372.)

Ὅτι ἐθέλων ὁ ποιητὴς δηλῶσαι τὴν ὥραν ὅτε τὰ νῦν ποιούμενα γίνεται, καὶ ὅτι

φθινόπωρον ἦν ἢ καὶ περαιτέρω τοιαύτης ὥρας, φησί· νὺξ ἥδε μάλα μακρὴ

ἀθέσφατος. Ἀλκίνοος δὲ τοῦτο φησὶ λέγων καὶ ὅτι οὐδέπω ὥρη εὕδειν ἐν μεγάρῳ

καθὰ καὶ πρὸ ὀλίγων ἐγράφη. (ῃερς. 373.) εἶτα ἐνδεικνύμενος, ὅπως χαίρει τοῦ

σοφοῦ Ὀδυσσέως ἀκούων, ἐπάγει· σὺ δέ μοι λέγε θέσκελα ἔργα. καί κεν ἐς ἠῶ δῖαν

ἀνασχοίμην ὅτε μοι σὺ τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι, ἤτοι τὰ τῶν σῶν

ἑτάρων. κοινὰ γὰρ τὰ τῶν φίλων. οὐ γὰρ τὰ ἑαυτοῦ νῦν ἐρεῖ Ὀδυσσεὺς, ἀλλ' ὡς ὁ

βασιλεὺς ἀπῄτησε τὰ τῶν ἀντιθέων ἑτάρων, οἳ ἅμα αὐτῷ εἰς Ἴλιον ἑπόμενοι ἔθανον.

διὸ καὶ Ὀδυσσεὺς οὕτως ἑρμηνεύων ἐρεῖ· (ῃερς. 378.) Ἀλκίνοε, ὥρη μὲν πολέων

μύθων, ὥρη δὲ καὶ ὕπνου, τουτέστιν, ἡ παροῦσα νὺξ ἐξαρκεῖ καὶ εἰς τὸ πολλὰ εἰπεῖν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

483

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!