18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πράγματι. ἐκεῖ μὲν γὰρ, οἱ μηδὲν παθόντες παῖδες, χαίρουσιν ἐπὶ τῷ πεπονθότι

πολλά. ἐνταῦθα δὲ, ὁ πολυπαθὴς Ὀδυσσεὺς χαίρει γῆν ἰδὼν τὴν ἐπ' αὐτῷ ἀπαθῆ.

οὐκοῦν πρὸς μόνην τὴν πολλὴν χαρὰν ἡ παραβολή. (ῃερς. 397.) Καιρία δὲ λέξις ἐπὶ

τοιούτου πράγματος τὸ ἀσπάσιος. ᾗ ἰσοδύναμον τὸ ἀσπαστόν. διὸ καὶ ἐπέμεινεν

αὐτῇ. Ἔχει δέ τι ἀστεῖον ἡ παραβολὴ καὶ ἐν τῷ, μὴ πατέρα ἐπὶ παισὶν ἀλλ' αὐτοὺς

ποιῆσαι χαίροντας ἐπὶ πατρὶ ἀπαλλαγέν τι ὀλεθρίας νόσου. καὶ Ὀδυσσεὺς γὰρ τὴν

πατρίδα γῆν ἀναπολήσας ἣν ὡς ἐξ αὐτοῦ ἀπολωλυῖαν ἐλογίζετο, ἐχάρη δι' αὐτὸ,

ἰδὼν τὴν γῆν. Τὸ δὲ φανείη, τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν ἦτα γράφουσιν. ἵνα ᾖ

φανῇ, καὶ κατὰ πλεονασμὸν φανήη. ἢ ἐκ τοῦ φανείη κατὰ τροπὴν τῆς παραληγούσης

εˉι διφθόγγου εἰς τὴν ˉῃ δίφθογγον. ὃ γέγονε καὶ ἐπὶ τοῦ καλλιπάρῃος ἐκ τοῦ

παρειά. (ῃερς. 396.) Τὸ δὲ στυγερὸς ἔχραε δαίμων, ἀντὶ τοῦ φρικτὴ ἢ θανάσιμος

ἐπεβάρησε τύχη. (ῃερς. 398.) Τὸ δὲ Ὀδυσσῆ' ἀσπαστὸν, φίλον ἂν φανείη τοῖς

νοηματίζουσι σχεδιακῶς. ἐξὸν γὰρ Ὀδυσσεῖ γράψαι διὰ διφθόγγου, συνείληπται

ὅμως, ἐκ τῆς Ὀδυσσῆϊ δοτικῆς Ἰωνικῆς. Τὸ δὲ ἀσπαστὸν ἐφάνη γαῖα καὶ ὕλη,

δυνάμενος εἰπεῖν ἀσπασταὶ ἢ ἀσπαστὰ, ὅμως ὡς ἐπὶ ἁπλῶς ἑνὸς πράγματος ἠρέσθη

οὕτως εἰπεῖν. (ῃερς. 441.) Ὅτι ποταμοῦ στόμα καλλιρόου φησὶ μεταφορικῶς.

ἐντεῦθεν δὲ, καὶ στόμια ποταμῶν λέγονται. οἷς ἀκόλουθον, καὶ τὸ λέγειν ἐρεύγεσθαι

ποταμοὺς εἰς θάλασσαν. λέγονται δὲ καὶ ἐκβολαὶ ποταμῶν τὰ τοιαῦτα στόματα, διὰ

τὴν ῥηθεῖσαν ἐρυγήν. ἄλλως γὰρ, εἰσβολὰς ἔδει λέγεσθαι διὰ τὸ εἰσβάλλειν εἰς

θάλασσαν. Τὸ δὲ καλλίροον, οὐ διπλάζει τὸ ˉρ. διά τε τὸ μέτρον, καὶ φυσικῶς δέ.

οὕτω καὶ μετ' ὀλίγα ἐν τῷ, ἔγνω δὲ προρέοντα ἤγουν ἐπὶ τὰ ἔμπροσθεν ῥέοντα, οὐ

διπλάζεται μετὰ τὴν πρόθεσιν συνήθως τὸ ῥῶ. (ῃερς. 442.) Ὅτι λιμένος δηλοῖ

ἀγαθοῦ κατάστημα τὸ, ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν

ἀνέμοιο. τοῦτο δὲ ἀλλαχοῦ ἰωγὴν ἔφη, ὡς πρὸ ὀλίγων ἐδηλώθη. Τὸ δὲ λεῖος

πετράων, πρὸς διαστολὴν κεῖται τῆς τρηχείας ἀκτῆς. ἐναντία γὰρ λειότης καὶ

τραχύτης. (ῃερς. 445.) Ὅτι ἱκετευτικὸν τὸ, κλῦθι ἄναξ ὅς τις ἐσσί. πολύλλιστος δέ σ'

ἱκάνω, φεύγων τὰς τοῦ δεῖνος ἐνιπάς. δύναται δὲ καὶ τὰ ἐφεξῆς εἰς τοιοῦτον

παρῳδηθῆναι νοῦν, οὕτως. αἰδοῖος μέν τ' ἐστὶ πᾶσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος.

ὡς καὶ ἐγὼ νῦν σὰ γούναθ' ἱκάνω πολλὰ μογήσας. ἀλλ' ἐλέαιρε ἄναξ. ἱκέτης δέ τοι

εὔχομαι εἶναι. Ὀδυσσεὺς δὲ ταῦτα λέγει πρὸς τὸν Φαίακα ποταμόν. εὐχόμενος οὔτε

βαρεῖαν εὐχὴν, ἀλλὰ καὶ δικαίαν. (ῃερς. 451.) διὸ καὶ ἀκούσας δῆθεν ἐκεῖνος τὸ, σόν

τε ῥόον σά τε γούναθ' ἱκάνω, παῦσεν ἑὸν ῥόον. ἔσχε δὲ κῦμα. πρόσθε δέ οἱ ποίησε

γαλήνην. τρία ταῦτα κῶλα ἰσοδύναμα. τόν δ' ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ταῦτα δὲ

χρήσιμά ποτε καὶ εἰς ναυαγὸν σωθέντα ἐκ κινδύνου. (ῃερς. 445.) Ἰστέον δὲ ὅτι τὸ

πολύλιστος, γράφεται καὶ, πολύλιστον δέ σ' ἱκάνω. ὅθεν μεταλαβὼν ὁ περιηγητής,

τριλίστους Ἴβηρας φησί. (ῃερς. 440.) Τὸ δὲ ἱκάνω καὶ τὸ ἵκηται, ἐπὶ ἱκεσίας ἐλήφθη

ὡς ἐδήλωσεν ὁ ποιητὴς διὰ τοῦ, ἱκέτης δέ τοι εὔχομαι εἶναι. (ῃερς. 453.) Τὸ δὲ ἐς

ποταμοῦ προχοὰς, ἢ ἀντὶ τοῦ εἰς τὰς ἑαυτοῦ προχοάς. ἢ εἰς τὸ σῶμα τοῦ ποταμοῦ. ὡς

αὐτὸς ἄλλος ὢν ὁ ἱκετευόμενος καὶ μὴ τὸ ποτάμιον ὕδωρ. οὕτω καὶ Ὠκεανὸς, τό, τε

ὕδωρ αὐτὸ, καὶ ὁ μυθευόμενος ὡς θεός. ὃν ὁ τραγικὸς Αἰσχύλος ἐπὶ γρυπὸς καθίζων,

ἐξάγει πρὸς θέατρον. ἐνταῦθα δὲ, χρήσιμον καὶ τὸ, ἐπεὶ δὲ σηκῶν περιβολὰς

ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. ὃ δὴ Χαιρήμονος λέγεται εἶναι τοῦ

τραγικοῦ. Ὅτι μετὰ τὴν μακρὰν νῆξιν εἰς γῆν περισωθεὶς Ὀδυσσεὺς, ἔκαμψε τὰς

χεῖρας καὶ τοὺς πόδας, φιλοσόφῳ λόγῳ. ἵνα μὴ τῇ πολυημέρῳ τάσει τῶν νεύρων

ἀπολέσωσι τὰ μέλη τὸ εἶναι γναμπτὰ καὶ οὕτως εἰς ἀχρηστίαν ἐλάσωσι. διὸ

περιάγων αὐτὰ καὶ τῇ ἀνέσει καὶ αὖθις κάμψει εἰς τὸ κατὰ φύσιν ἀποκαθιστῶν,

γναμπτὰ ὡς ἐξ ὑπαρχῆς ποιεῖ, ὅπέρ ἐστιν ἀρετὴ μελῶν. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις,

αὕτη. ὅ δ' ἂρ ἄμφω γούνατ' ἔκαμψε. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.

(ῃερς. 460.) Ὅτι ἁλιμυρήεντα ὡς καὶ ἐν Ἰλιάδι ποταμὸν λέγει, τὸν εἰς ἅλα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

262

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!