18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἥλιος λέγεται, διὰ τὴν κατὰ στοῖχον ὅ ἐστι τάξιν πορίαν αὐτοῦ. ὅθεν καὶ στοιχεῖον

τῶν τις μεγάλων ἡμετέρων σοφῶν λέγει αὐτόν. (ῃερς. 18.) τὸ δὲ ἐπὶ γῆν ἀπ'

οὐρανόθεν προτράπηται, ἢ ἁπλοϊκῶς ἀντὶ τοῦ ἀποκλίνῃ, ὁδεύσει, ἢ μάλιστα κατὰ

τοὺς σοφοὺς ἀντὶ τοῦ, προτραπεὶς καὶ οἷον κελευσθεὶς κατέλθῃ. δι' οὗ φασὶ

δείκνυται, ὡς οἶδεν ὁ ποιητὴς ὅτι φύσει μὲν καὶ ὡς οἷον ἑκούσιος ὁ Ἥλιος πορεῖαν

ποιεῖται ἀπὸ δύσεως ἐπ' ἀνατολάς. ὅμως μέντοι ἄλλως, ὑπὸ τοῦ παντὸς ἀνθέλκεται

ὁσημέραι, καὶ τῇ ἀπλανεῖ ἄκων συγκαταδύεται, καὶ προτρεπόμενος τῇ τοῦ παντὸς

κινήσει οὐχ' ἑκὼν συγκαθέλκεται. (ῃερς. 17.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ὁπότ' ἂν

στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, τοῦ ἀνατέλλειν ἐστὶ περίφρασις. δύσεως δὲ, τὸ,

ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται. (ῃερς. 16.) Ἰστέον δὲ καὶ ὅτι τὸ,

οὐδέ ποτ' αὐτοὺς ἥλιος ἐπιδέρκεται, διασαφητικόν ἐστι τοῦ, ἠέρι καὶ νεφέλῃ

κεκαλυμμένοι. τῶν μὲν γὰρ ἄλλων ἔστιν ὅτε καιρικὴ νεφέλη καὶ ἀὴρ καταπέπαπται,

Κιμμερίους δὲ οὐδέ ποτε ἥλιος ἐφορᾷ. Ἰστέον δὲ ὅτι τὸ, (ῃερς. 19.) νὺξ ὀλοὴ πρὸς

διαστολὴν ἐῤῥέθη τῆς κατὰ φύσιν νυκτός. ἐκείνη γὰρ ἀμβροσίη νὺξ λέγεται, καὶ

πείθειν ἔχει ὡς ἀγαθὴ, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. ὅτι δὲ καὶ σωματικὴ νὺξ

κατὰ τὸ, εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε, καὶ ὅτι νὺξ καὶ ἡ πυκνὴ νέφωσις ἣν καὶ

ἠέρα φησὶν Ὅμηρος κατὰ τὸ, Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, οἱ

παλαιοὶ δηλοῦσι, λέγοντες ὅτι καὶ τοῖς 1.398 Κιμμερίοις τοιαύτη νὺξ τέτατο, ἤγουν

ζοφώδης κατάστασις, ἀὴρ ἐπινέφελος, οὐ καθαρῷ ἡλίῳ λαμπόμενος. οὐ μὴν

αὐτόχρημα νὺξ καθόλου, ὡς ὁ Κράτης ὑποτίθεται. πῶς γάρ φασιν εἶχον ζῆν; (ῃερς.

23.) Ὅτι Ὁμήρου εἰπόντος ἱερήϊα τὰ ἐν Ἅιδου σφάγια ἐπὶ χοῇ νεκρῶν, φασὶν οἱ

παλαιοὶ οὐκὀρθῶς εἰρῆσθαι τοῦτο, ἐπὶ γὰρ νεκρῶν τόμια φασὶ καὶ ἔντομα, ἐπὶ δὲ

θεῶν ἱερεῖα. εἶτα θεραπεύοντες φασὶν ὅτι ἱερεῖα καὶ ἁπλῶς τὰ θρέμματα. ἐν ἄλλοις

δὲ Ἀττικὴ λέγεται ἡ λέξις ἐπὶ τῶν ἁπλῶς σφαζομένων. (ῃερς. 34.) Ὅτι καθὰ πρὸ

βραχέων Ἀττικὸν ἦν τὸ, Κιμμερίων δῆμός τε πόλις τε ἠέρι κεκαλυμμένοι, οὕτω καὶ

νῦν τὸ, τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε ἔθνεα νεκρῶν ἐλισσάμην. ἔθνεα γὰρ νεκρῶν

τοὺς νεκροὺς λέγει. πρὸς ὃ καὶ οἰκείως ἔχει τὸ, τοὺς δ' ἐπεὶ ἐλισσάμην. Ἰστέον δὲ ὅτι

καὶ μετ' ὀλίγα, καινοπρεπὲς κεῖται σχῆμα τὸ, ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον, ὡς

μικρὸν ὅσον εἰρήσεται. Ἐτυμολογικὸν δὲ τὸ, λιτῇσιν ἐλισσάμην. τοῦτο δὲ καὶ

γουνοῦσθαι ἀνωτέρω φησὶν, ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ. εἰς τοῦτο δὲ εἰπόντες

οἱ παλαιοὶ πῶς γουνοῦται καὶ λίσσεται, εἰ μὴ προαισθάνονται πρινὴ πίωσιν αἱ ψυχαὶ;

λύουσιν ἄλλως τε, καὶ διὰ τοῦ εἰπεῖν ὡς τιμὴν τοῦτο ποιεῖ τῶν δεσποτῶν,

Πλούτωνος δηλαδὴ καὶ Περσεφόνης, ἐπαγγελλόμενος καὶ οὕτω δοκῶν γονυπετεῖν.

(ῃερς. 36.) Ὅτι ἐν μὲν τῷ, Ζεὺς κελαινεφὴς, ἔγκειται τὸ νέφος. ἔστι γὰρ κελαινεφὴς

ἐκεῖνος, ὡς τὰ νέφη μελαίνων τῇ πυκνώσει, νεφεληγερέτης γάρ. ἐν δὲ τῷ, (ῃερς. 35.)

μῆλα λαβὼν ἀπεδειροτόμησα εἰς βόθρον, ῥέε δ' αἷμα κελαινεφὲς, ἡ λέξις τὸ

κελαινεφὲς δηλοῖ, ἤγουν τὸ μέλαν. ἐπεὶ καὶ μέλαν αἷμα φησὶ πολλαχοῦ. καὶ μὴν καὶ

Ζεὺς κελαινεφὴς κατὰ ἀλληγορίαν, ὁ μέλας ἰδεῖν καὶ οἱονεὶ αὐτὸς κελαινοφαὴς διὰ

τὸ τοῦ νοῦ δυσόρατον. (ῃερς. 37.) Ὅτι ἐν τῷ, αἱ δ' ἀγέροντο ψυχαὶ ὑπ' ἐξ Ἐρέβους

νεκύων κατατεθνηώτων, περιττεύει ὡς καὶ ἀλλαχοῦ τὸ κατατεθνηώτων καὶ οὐ πρὸς

διαστολήν τινα κεῖται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται, ῥηθείη δ' ἂν τὸ τοιοῦτον ἔπος

ἀστείως, (ῃερς. 38.) ὅτε πολλοί τινες ἀλιπεῖς καὶ λεπτόσαρκοι ὁμοῦ ἀγείροντο. τὸ δὲ

ἐφεξῆς ἁρμόσει ποτὲ εἰπεῖν ἐπὶ συνάξεως προσώπων κινδυνευσάντων, τὸ, νύμφαι τ'

ἠΐθεοί τε πολύτλητοί τε γέροντες, παρθενικαί τ' ἀταλαὶ, νεοπενθέα θυμὸν ἔχουσαι.

πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν ἄνδρες ἀρηΐφατοι βεβροτωμένα τεύχε'

ἔχοντες. Ἐν τούτοις δὲ ὅρα ὅτι ταῖς νύμφαις τοὺς ἠϊθέους ἀντέθετο διὰ ἡλικίας

ταυτότητα, καὶ τοῖς πολυτλήτοις γέρουσι τὰς ἀταλὰς παρθένους κατά τι ἀντιθετικὸν

σχῆμα. εἰσὶ γὰρ ἀταλαὶ παρθέναι αἱ μηδὲν δυνάμεναι τλῆναι διὰ τὸ τῆς ἡλικίας

ἁπαλόν. τὸ δὲ τοιοῦτον τοῖς πολυτλήτοις ἀντίκειται. (ῃερς. 39.) Τὸ δὲ νεοπενθέα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

453

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!