18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παλαιοὶ νήσους Αἰόλου ἑπτὰ ἱστοροῦσι πρὸς τῇ Σικελίᾳ. εἰσὶ δὲ αὗται. Αἰολὶς ἢ

μᾶλλον Αἰολία. ἔνθα ἴσως ἦν τὸ τοῦ Αἰόλου βασίλειον. στρογγύλη. ∆ιδύμη. ἱερά.

λιπάρα. ἐξ ἧς καὶ σέλας λέγεται παρὰ Θεοκρίτῳ λιπαραῖον διὰ τὰ ἐκεῖ ἀναφυσώμενα

πυρά. ἐρεικώδης. καὶ φοινικώδης. καλεῖται δὲ μία τούτων κατά τινας καὶ Ἱκέσιον.

λέγονται δὲ καὶ νῆσοι Λιπαραίων ἢ πᾶσαι ἢ τούτων τινὲς διὰ τὸ τῆς Λιπάρας

ἐπίσημον. φησὶ γοῦν καὶ ὁ γεωγράφος οὕτω. Λιπαραίων νῆσοι ἑπτά. μεγίστη δὲ

Λιπάρα. Κνιδίων ἄποικος. ἐγγυτάτω Σικελίας. μία δέ φησιν αὐτῶν καὶ ἡ Εὐώνυμος

καλουμένη οὕτω διὰ τὸ εὐώνυμος κεῖσθαι τοῖς ἐκ Λιπάρας εἰς Σικελίαν πλέουσιν.

Ὅμηρος δὲ μιᾶς μέμνηται νήσου. ἥν τινες ἐκτετοπισμένην φασὶν πλάττεσθαι τῷ

ποιητῇ, καθὰ καὶ τὴν τῶν Φαιάκων καὶ τὴν τῆς Καλυψοῦς καὶ τοὺς Λωτοφάγους δὲ

καὶ τοὺς Κύκλωπας. ἄλλοι δέ γε ἀπεναντίας τούτοις ἰόντες καὶ περὶ Σικελίαν καὶ

Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα εἰπόντες, οὐ μόνον τοὺς Κύκλωπας οἴδασι

Λεοντίνους καλουμένους, ἀλλὰ καὶ Λωτοφάγους παρὰ τῷ ποιητῇ φασὶν εἶναι τοὺς

νῦν Ἀκραγαντίνους. οἱ δὲ, τοὺς Καμαριναίους. Ἰστέον δὲ καὶ ὅτι Αἰόλειοι μὲν νῆσοι

διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς αἱ τοῦ Αἰόλου, ἃς ἐν τῷ Τυρηνικῷ πελάγει κεῖσθαι

φασί τινες. Αἰολίδες δὲ, αἱ τῶν Αἰολέων περὶ Ἀσίαν. καὶ ἄλλως δὲ αὗται μὲν Αἰόλου

νῆσοι. ἐκεῖναι δὲ νῆσοι Αἰολέων. 1.363 (ῃερς. 2.) Τὸ δὲ Ἱπποτάδης ὅμοιόν ἐστι τῷ

Βουτάδης. ὡς γὰρ Βούτης Βούτου Βουτάδης, οὕτως Ἱππότης Ἱππότου Ἱπποτάδης.

τοιοῦτος γὰρ ὁ πατρωνυμικὸς τύπος τῶν εἰς ˉηˉς ληγόντων κυρίων ὀνομάτων ὧν

εἰς οˉυ ἡ γενική. ὥσπερ καὶ τῶν εἰς ˉας. οἷον Ἀλεύας Ἀλευάδης. καὶ τῶν διὰ τοῦ ˉιος

καθαρῶν. οἷον Ἥλιος Ἡλιάδης. τοῦ δὲ Βουτάδου σύνθετον οἱ Ἐτεοβουτάδαι, γένος

πολὺ καὶ λαμπρὸν, ἀπό τινος Βούτου. ἀφ' οὗ γένους οἱ ἱερεῖς καθίσταντό φασιν

Ἀθήνῃσι. καὶ εἰσὶν Ἐτεοβουτάδαι οἱ ἀληθῶς ἐκτοῦ Βούτου. καθ' ὁμοιότητα τοῦ

Ἐτεόκρητες οἱ Ἰθαγενεῖς Κρῆτες. (ῃερς. 3.) Πλωτὴ ἢ κατά τι κύριον ὄνομα ἢ ἡ

κειμένη ἐν πλεομένοις τόποις καὶ διὰ τοῦτο γνωριζομένοις. κατ' ἄλλους δὲ φράσαι,

ἡ προσπλεομένη ὑπ' ἀνθρώπων. ἢ ἄλλως, ἡ περιπλεομένη κύκλῳ καὶ μὴ κατὰ τὰς

ἄλλας οὖσα πλήρης ὑφάλων πετρῶν. Ἀρίσταρχος δέ φασι πλωτὴν λέγει φορητὴν καὶ

οἷον παραφερομένην ἢ συνεχείᾳ σεισμῶν ἢ ἄλλως ὁπωσοῦν, ὡς ποτὲ μὲν ἐν δεξιοῖς

ὁρᾶσθαι μέρεσι, ποτὲ δὲ ἐν ἀριστεροῖς. ὁποῖον δή τι καὶ περὶ ∆ήλου ἱστόρηται. ἧς καὶ

χωρίον τι ὁ τρέμων παρὰ Λυκόφρονι ἔκ τινος τοιαύτης αἰτίας κληθείς. παρατιθέασι

δὲ περὶ τῆς ∆ήλου οἱ παλαιοὶ ἔπος τοῦτο. ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι δᾶλος

παντοδαπῶν ἀνέμων ῥιπαῖς. καὶ οἱ μὲν περὶ Ἀρίσταρχον φασὶν οἰκειότερον εἶναι

οὕτω νοεῖν, ὡς μὴ ἐῤῥιζῶσθαι τὴν τῶν ἀνέμων νῆσον ὧν Αἴολος δεσπόζει. ἕτεροι δέ

φασιν, ὡς εἴπερ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν εἰς δεύτερον εὗρεν αὐτὴν ὁ Ὀδυσσεὺς,

παλίμπλους εἰς αὐτὴν ἐπανελθών. λέγουσι δὲ οὗτοι οὐ πάνυ εὐφυῶς. εἰ γὰρ καὶ

πλωτὴ ἦν ἡ νῆσος, ἀλλ' οἱ ἄνεμοι, ὡς εἰς πατρίδα ἐπανιόντες αὐτὴν κατὰ μῦθον,

συναπήγαγον πιθανῶς καὶ τὸν Ὀδυσσέα ὅπου περ ἂν καὶ ἦν παρεκπλεύσασα. καινὸν

δὲ οὐδὲν τοιοῦτόν τι καὶ τὸν ποιητὴν εἰπεῖν, εἴγε περὶ τὴν Λιβύην ἕτεροι

τερατεύονται ∆ιονύσου πόλιν εἶναι, ἣν οὐκ ἐνδέχεται δὶς τὸν αὐτὸν ἐξευρεῖν ὡς

μεθισταμένην. καὶ Ἡρόδοτος δὲ ἱστορεῖ ὡς νῆσος πλωτὴ λέγεται περὶ Αἴγυπτον ἐν

λίμνῃ βαθείᾳ καὶ πλατείᾳ. ἐκαλεῖτο δὲ ἡ τοιαύτη Ἔχεμις. (ῃερς. 2.) Ὅτι τὸν ῥηθέντα

Αἴολον ὁ τῆς ἀλληγορίας λόγος εἰς ἐνιαυτὸν ἀνάγει. διὸ καὶ δίδωσιν αὐτῷ δώδεκα

παῖδας τὴν τῶν μηνῶν δωδεκάδα. καὶ τούτων τὰς μὲν θηλείας λέγει, τοὺς

καρποφόρους δηλαδὴ μῆνας καὶ κατὰ τὰ θήλεα γεννητικούς. τοὺς δὲ ἄῤῥενας ὅσοι

δηλονότι οὐ τοιοῦτοι μὲν συμβάλλονται δὲ ἄλλως τῇ γῇ πρὸς γονημότητα τὴν

ἐφεξῆς. ὁποῖοί τινες οἱ πρὸ τοῦ ἔαρος. οὓς δὴ παῖδας τοῦ ἐνιαυτοῦ καὶ συνηρμόσθαι

ἀλλήλοις λέγει διὰ τὸ κατὰ τὰς ὥρας οὐ μόνον ἐναμόρνιον, ἀλλὰ καὶ

ἀλληλουχούμενον. τὸν δὲ τοιοῦτον Αἴολον Ἱππότου τε υἱὸν εἶναι φησὶ διὰ τὸ ταχὺ

τῆς χρονικῆς παραῤῥοῆς, καὶ ταμίαν δὲ ἀνέμων ἐπεὶ καὶ ἄνεμοι καθ' ὥρας τινὰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

413

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!