18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἰνοχοεῖν, οὐ μόνον κιρνᾶν λέγεται, ἀλλὰ καὶ ἐγκανάσσειν, ὅ ἐστιν ἐγχέειν οἶνον,

ὡς τὸ, ἄκρατον ἐγκάναζόν μοι πολύν. ὅθεν καὶ κάναστρον, τρύβλιον. ὡς ἐν παλαιῷ

κεῖται ῥητορικῷ λεξικῷ. καὶ ἴσως ἔχει τοῦτο συγγενές τι καὶ πρὸς τὰ μετ' ὀλίγον

σιτοφόρα κάνεα. (ῃερς. 146.) Ὅτι Τηλεμάχῳ μὲν καὶ τῷ σώφρονι ξένῳ, ἀμφίπολος

χέρνιβα φέρει, καὶ ἐπιχέει. τοῖς δὲ ἀτασθάλοις μνηστῆρσι, κήρυκες ὕδωρ ἐπὶ χεῖρας

ἔχευαν. οὐ γὰρ ἐχρῆν τοῖς ὑβρισταῖς καὶ ἀκολάστοις, παιδίσκας διακονεῖν. Ὅτι ὅπερ

ἀνωτέρω περιφραστικῶς εἶπεν ἐν δυσὶ στίχοις τὸ, χέρνιβα δ' ἀμφίπολος προχόῳ

ἐπέχεε καὶ ἑξῆς, ἐνταῦθα συντομώτατα ἔφρασεν ἐπὶ τῶν μνηστήρων, ἐν τῷ, κήρυκες

ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὕτω δὲ καὶ τοῦ μὲν σώφρονος Τηλεμάχου τὴν τράπεζαν.

διεσκεύασεν ἤδη ἐν στίχοις πλείοσιν, ἐναβρυνόμενος οἷον τῇ ἐκφράσει. τὴν μέντοι

τῶν ὑπερφιάλων μνηστήρων, ἐπιτρέχων συντέμνει ἐν ὀλίγοις ἔπεσι. τάχιον οἷον

σπεύδων αὐτῆς ἀπαλλάττεσθαι. φησὶ γάρ. τοῖς δὲ, κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας

ἔχευαν. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο

ποτοῖο. οὕτως ἐν καιρῷ καὶ πλατύνει τὰς ἐννοίας καὶ ἐπιτέμνει ὁ ποιητής. Ἰστέον δὲ

ὅτι κήρυκας οἱ μὲν πλείους Ὁμηρικῶς οἴδασι. Κλείδημος δὲ κατὰ τὴν τοῦ

δειπνοσοφιστοῦ ἱστορίαν. 1.37 καὶ τοὺς μαγείρους οὕτω καλεῖσθαι φησίν. ἐνταῦθα

δὲ ἴσως, κήρυκας τοὺς οἰνοχόους εἶπεν ὁ ποιητής. οὓς καὶ ἐπεγχύτας ἔλεγον οἱ

Ἑλλησπόντιοι. ὡς δὲ καὶ γυναῖκες ἐῳνοχόουν, ὁ αὐτὸς ῥήτωρ δηλοῖ. λέγων ὅτι

Κλίνης γυναικός τινος οὕτω καλουμένης τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως,

ἀνδριάντες ἵσταντο κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνες, ῥυτὸν κρατοῦντες ἐν

ταῖς χερσίν. ἔστι δὲ ποτηρίου εἶδος τὸ ῥυτὸν ὡς ἐν ἄλλοις δηλοῦται σαφῶς. Χρὴ δὲ

μὴ δούλους νοεῖν τοὺς Ὁμηρικοὺς οἰνοχόους. δοῦλος γάρ φασιν οὐδεὶς ἦν ἐν τοῖς

τοιούτοις διακονῶν. ἀλλ' οἱ ἐλεύθεροί φασι τῶν νέων, ᾠνοχόουν. ὡς καὶ ὁ τοῦ

Μενελάου υἱὸς καί τοι νυμφίος ὢν, ἐν αὐτοῖς τοῖς γάμοις. Ὅτι δὲ τὸ τὰς χεῖρας

νίπτεσθαι, κατὰ χειρὸς καὶ κατὰ χειρῶν ὕδωρ λαμβάνειν ἢ διδόναι ἢ δίδοσθαι ἢ

χεῖσθαι ἐλέγετο, παραδιδόασιν οἱ πάλαι ῥήτορες. παρ' οἷς ᾄδεταί τις παράσιτος

ἐγκωμαζόντων τινῶν μὲν, τὸ ἀπὸ λέρνης ὕδωρ κρήνης Ἀργείας. τινῶν δὲ, τὸ ἀπὸ

πειρήνης τῆς κατὰ Κόρινθον, αὐτὸς εἰπεῖν, ἄριστον εἶναι τὸ κατὰ χειρῶν. ἤγουν τὸ

ἐν συσσιτίοις διδόμενον. Κερᾶν δὲ ἀφ' οὗ καὶ ὁ κρατὴρ καὶ τὸ κιρνᾶν καὶ ὅσα

τοιαῦτα, οὐ μόνον οἴνῳ προσαρμόττει, ἀλλὰ καὶ ἑτέροις ὑγροῖς. ὡς δῆλον καὶ ἐκ τοῦ

μελικρήτου. καὶ ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. καὶ ἐξ ἄλλων

δὲ διαφόρων. (ῃερς. 147.) Τὸ δὲ παρενήνεον, λέξις μέν ἐστι ποιητικὴ, καὶ τοῖς

πεζολεκτοῦσιν ἀσυντελής. δηλοῖ δὲ τὸ σωρεύειν, καὶ ἐμφαίνει τὸν πληθυσμὸν τοῦ

σίτου, ἀπὸ τοῦ νῶ τὸ σωρεύω. ἵνα ᾖ κατὰ ἀναδιπλασιασμὸν, νανῶ. καὶ ἐκτάσει,

νηνῶ. ὅμοιον καὶ τῶ, τητῶ. ἤτοι στερίσκω. τοιοῦτον καὶ τὸ ἀνακηκίειν ἐν Ἰλιάδι.

ὅμοιον δὲ καὶ τὸ κηκάζειν. ὅθεν ἐπικήκαστον τὸ ἐπονείδιστον καὶ καταγέλαστον. ὅτι

δὲ καὶ τὸ κακάζειν ἐν χρήσει ἐστί, δῆλον. ἐπὶ ὀρνίθων ὀνοματοποιηθέν. (ῃερς. 149.)

Οἱ δὲ δηλωθέντες κοῦροι, δῆλον ὡς καὶ τρυφερῶς εἶχον καὶ πρεπόντως τοῖς

ὑπερφιάλοις μνηστῆρσιν, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οἱ μεθ'

Ὅμηρον δὲ οἰνοχόοι τῶν μεγάλων προσώπων, οὐκ ἄλλως διέκειντο. εἴγε καὶ

καθαρείως ἐνέχεον ὥς φησιν ὁ Ξενοφῶν. καὶ ἐν τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὸ

ποτήριον προσέφερον. ἦν δὲ πάντως τοῖς τοιούτοις ἀνάγκη, καὶ τὸν οἶνον ἐπιμελῶς

χέειν ἐς τοὺς κρατῆρας. διὸ τῶν τις κούρων, φαύλως οἰνοχοῶν, ἐπετιμήθη, ἀκούσας

μὴ δεῖν τὸν οἰνέα πηλέα ποιεῖν. ὅπερ ἦν ἐξ ἡρωϊκῶν προσώπων ἀστεῖον αἴνιγμα, τοῦ

μὴ χρῆναι ὑπόπηλον οἶνον κιρνᾶν. Ἐπιστέφεσθαι δὲ κρατῆρας ποτοῦ λέγει ὡς ἐν

Ἰλιάδι, τὸ μέχρι τοῦ χείλους ἐμπιπλᾶν. ἢ μᾶλλον ὑπερχειλεῖς ποτοῦ τοὺς κρατῆρας

ποιεῖν. ἐκ τούτου δὲ καὶ κρατῆρες ἐπιστεφέες οἴνου παρὰ τῷ τὴν γλῶσσαν χρυσῷ.

Ἰστέον δὲ ὅτι τὸ ἀνάπαλιν τοῦ ἐπιστέψαι, ἐκστέψαι, ὁ Παυσανίας φησίν. ἐκεῖνο μὲν

γάρ ἐστι πληρῶσαι ποτοῦ. τοῦτο δὲ, ἐκκενῶσαι. ἐδήλου δέ φησιν ἐκστέψαι, καὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

42

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!