18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φορτικὴ λόγῳ πεζῷ, τὸ, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἔστι δὲ ἡ τῆς λέξεως σκευωρία,

τοιαύτη. δεύω τὸ ὑγραίνω. δεύσω. δευσίη. καὶ κατὰ διάλυσιν καὶ ἔκτασιν τῆς

ἀρχούσης, δηϋσίη. ὥσπερ εὔκομος ἠΰκομος. καὶ ταύγετον τηΰγετον ὄρος Ἀρκαδικόν,

καὶ τροπῇ τοῦ ˉδ εἰς ˉτ, τηϋσίη. φιλεῖ δὲ τὸ δέλτα τοιαύτην τροπήν. ὡς δηλοῖ καὶ τὸ,

χάρις χάριδος χάριτος. θέμις θέμιδος θέμιτος. καὶ πλεονασμῷ θέμιστος. καὶ

οὐδέτερον οὐθέτερον. καὶ ἐξουδενῶ, ἐξουθενῶ. καὶ ἔστι λοιπὸν τηϋσίη ὁδὸς, ἡ ὑγρὰ

κέλευθος, καὶ ἁλία. καὶ κατὰ μετάληψιν, ματαία. περὶ δὲ 1.130 τοιαύτης

μεταλήψεως, ἐν τῇ Ἰλιάδι γέγραπται. (ῃερς. 317.) Ὅτι τὰ τῆς Ἀθηνᾶς

συμβουλευόμενοςκαὶ ὁ Νέστωρ τῷ Τηλεμάχῳ, φησί. ἀλλ' ἐς μὲν Μενέλαον, ἐγὼ

κέλομαι καὶ ἄνωγα ἐλθεῖν. κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν ἐκ τῶν ἀνθρώπων,

ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ἐλθέμεν ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ἐς πέλαγος

μέγα τοῖον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.

ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὡς οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων μὴ ἔχοντες ὠφελῆσαι,

κωλύουσι καὶ τὸ παρ' ἄλλων μαθεῖν. ὁ δὲ Νέστωρ, οὐ τοιοῦτος. δεῖ γάρ φασι τὸν

συνετὸν, ἄλλων ἄλλοις μαθημάτων παραχωρεῖν. οὗτος δέ φασιν ὁ τόπος, διὰ τὸν

μˉεν σύνδεσμον ἀνέπεισε τὸν γραμματικὸν Ζηνόδοτον ἐν τῇ ˉα ῥαψῳδίᾳ, γράψαι ὡς

καὶ προεδηλώθη, πέμψω δ' ἐς Κρήτην τε καὶ ἐς Πύλον. καὶ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ,

κεῖθεν δ' ἐς Κρήτην παρ' Ἰδομενῆα ἄνακτα. ὃς γὰρ δεύτατος ἦλθεν. οἴεται γὰρ ὁ

Ζηνόδοτος, κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι

καὶ ἀλλαχόσε παρεσκεύασται πλεύσειν, οἷον, καὶ ἐς Κρήτην, ὅθεν ἐκείνου μὲν τοῦ

πλοῦ, ἀποτρέπει. μάλιστα δὲ προτρέπει ἐλθεῖν εἰς τὸν Μενέλαον. ὃς νέον ἐλθὼν,

δεύτατος ἦλθεν ὡς προδεδήλωται. ἵνα λέγῃ ὁ Νέστωρ, ὅτι ἐς μὲν Μενέλαον κέλομαι

ἀπελθεῖν, εἰς Κρήτην δὲ οὔ. εἰ δὲ τοῦτο καλῶς ὑπενόησεν ὁ Ζηνόδοτος, εἴη ἂν ὁ

Νέστωρ τῆς μυθικῆς Ἀθηνᾶς συνετώτερος. Ὅρα δ' ἐν τούτοις ἐν τῷ, ἐγὼ κέλομαι καὶ

ἄνωγα. τὸ μὲν ἐγὼ, ἐπικριτικῶς λεχθὲν ἀξιωματικώτερον. τὸ δὲ κέλομαι καὶ ἄνωγα,

παραλληλίαν ταυτολογικὴν ἔχοντα κατά τι καὶ αὐτὰ ἀξίωμα. (ῃερς. 3.) Τὸ δὲ

ἀποσφήλωσιν ἄελλαι, ἀντὶ τοῦ ἀποπλανήσωσιν ὁδοῦ. εἴωθε γὰρ τὸ σφάλλειν

ἐμπόδιον ὁδοῦ σημαίνειν. οὗ διόρθωσις, τὸ ἀνασφάλλειν. (ῃερς. 322.) Τὸ δὲ

αὐτόετες, ἀντὶ τοῦ δι' ὅλου ἔτους. ἐν ὑπερβολῇ δὲ ὁ λόγος, διὰ τὸ τοῦ πελάγους

ἀχανές. ἀληθῶς γὰρ οὐκ ἀπέραντον ἐκεῖνο, εἴγε κατὰ τὸν ποιητὴν δυνατὸν ἀπὸ

Κρήτης πεμπταίους τινὰς Αἴγυπτον ἱκέσθαι. ἔοικεν οὖν τὸ ἀδυνάτως, οὕτως λεχθὲν,

ἐπὶ ἐκπλήξει τοῦ μείρακος λεχθῆναι. πῶς γὰρ δι' ὅλου ἔτους οἰωνὸς ἐξαρκέσει

πετόμενος ἄπαυστα ὡς ἂν ἐξ ἄκρου εἰς ἄκρον ἵκηται. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι τῇ

ταχυτῆτι τοῦ οἰωνοῦ προσέθετο μῆκος χρόνου ὁ Νέστωρ, ὑπὲρ τοῦ ἐμφῆναι τὸ πολὺ

τοῦ πελάγους διάστημα. τοῦτο δὲ ποιεῖ, διὰ τὸ ἀκμήν φασι ξενικὰ τὰ χωρία ταῦτα

εἶναι τοῖς Ἕλλησιν. Ἰστέον δὲ ὅτι ἔσται πιθανὸς καὶ δυνατὸς ὁ ῥηθεὶς λόγος, εἰ

τοιαύτην ἔχει ἔννοιαν. ὅτι οὐκ ἄν τις παρατηρῶν δι' ὅλου ἔτους, ἴδοι ἂν οἰωνὸν διὰ

τοῦ τοιούτου πελάγους πετόμενον, διά τε τὸ μέγα, καὶ μάλιστα διὰ τὸ δεινόν. ὡς

εἶναί πως τῷ τοιούτῳ λόγῳ, καὶ τὴν θάλασσαν ταύτην ἄορνον. (ῃερς. 323.) Ὅτι

ἐμφαίνει ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ, ἀλλ' ἴθι νῦν σὺν νηῒ εἰ δὲ θέλεις πεζὸς μετὰ

δίφρου καὶ ἵππων, ὡς ἠδύνατο μὲν καὶ εἰς Σπάρτην διὰ θαλάσσης πλάσαι ἀπελθεῖν

τὸν Τηλέμαχον. ἐπελέξατο δὲ τὸ διὰ ξηρᾶς, χάριν ποικιλίας καὶ ἐξαλλαγῆς

ῥητορικῆς. καὶ ἵνα τι καὶ τοπογραφήσῃ. ἔχει δὲ ταῦτα καὶ προαναφώνησιν τῶν

ἐφεξῆς. (ῃερς. 329.) Ὅτι ἑσπέραν φράζει τό, ἠέλιος δ' ἂρ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.

συντομώτερον δὲ μετ' ὀλίγα τὸ, ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον. πλατύτερον δὲ τὸ,

δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. (ῃερς. 332.) Ὅτι ἐν τῷ, ἀλλ' ἄγε τάμνετε

μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ἔθος παλαιὸν δηλοῖ ὁ ποιητής. μέλλοντες γὰρ

κοιμηθῆναι μετὰ θυσίαν οἱ παλαιοὶ, ἔθυον τὰς τῶν ἱερείων γλώσσας κατὰ ἔθος

Ἰώνων ἢ Ἀττικῶν, βάλλοντες ἐν πυρί. ἀπένεμον δὲ αὐτὰς ὁσιοῦντες θεοῖς, ἢ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

148

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!