18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν κάτω γὰρ ἐπὶ τὰ ἄνω ἴενται οἱ τοιοῦτοι. ἡ τοιαύτη οὖν ὁμοιότης, καὶ ἐν Ἰλιάδι

λέγει τὴν Ἑκάβην κόλπους ἀνιεμένην, ἀντὶ τοῦ γυμνοῦσαν. διὸ ἐπάγει ἐκεῖ τὸ, ἑτέρη

δὲ μαζὸν ἀνέσχε. Σημειοῦνται δ' ἐνταῦθα οἱ παλαιοὶ παρατηροῦντες ὡς οὔτε

σπένδοντας οὔτε εὐχομένους θεοῖς Ὅμηρος τοὺς μνηστῆρας ποιεῖ. Ὀδυσσεὺς μέντοι

δι' ὅλης τῆς ποιήσεως οὐ τοιοῦτος φαίνεται. ὅπου γε οὐδὲ ὁ Σωκράτης φασὶ παρῆκε

τὸ ἐπὶ τοῖς τοιούτοις εὐσεβές. Σίαλος δὲ, ὁ σιτευτὸς χοῖρος, παρὰ τὸ σιτεῖσθαι ἅλις.

(ῃερς. 301.) Ὅτι παντοῖος 1.99 ὢν τὴν ῥητορείαν ὁ ποιητὴς, ἀλλάσσει νῦν τῷ πρῴην

σφοδρῷ Ἀντινόῳ τὸ ἦθος. καὶ ἱλαρώτερον ποιεῖ αὐτὸν μετὰ τὴν ἀγορὰν

προσφερόμενον τῷ Τηλεμάχῳ, τρέψαντα τὸν θυμὸν εἰς ἄκαιρον γέλωτα. γελάσας

γάρ φησιν, ἰθὺς ἥκει. (ῃερς. 303.) Καὶ ἐμφὺς τῇ χειρὶ καὶ ὑψαγόρην αὖθις προσειπὼν

καὶ μένος ἄσχετον, λέγει ἃ καὶ πᾶς ἂν εἴποι, θυμοῦ μὲν ἀποτρέπων τινὰ τρυφᾶν δὲ

παρακελευόμενος. φησὶ γάρ. μή τι τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος

τε. (ῃερς. 304.) Ἔπος μὲν, ὁποῖα ἐμβριθῶς εἶπας. ἔργον δὲ, ὁποίοις ἐγχειρήσειν

μελετᾷς. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν ὡς τὸ πάρος περ. ταῦτα δέ τοι μάλα πάντα

τελευτήσουσιν ὅ ἐστιν ἐκτελέσουσιν, οἱ δεῖνα. Καὶ ὅρα ὡς παροίνου ἀνδρὸς

φθέγγεται ῥήματα. ἴσως δὲ καὶ ἐπικερτομεῖ τῷ μείρακι ὡς μέχρι μὲν ἄρτι ὄντι

τοιούτῳ καὶ ἀφελῶς ἀσωτευομένῳ, νῦν δὲ αἴφνης ἐκ τοῦ σχολάζειν γαστρὶ,

πειρωμένῳ μεταβάλλεσθαι. Ἐν δὲ τῷ, ἀλλά μοι ἐσθιέμεν, περισσὴ κεῖται συνήθως ἡ

ἀντωνυμία. (ῃερς. 305.) Ὅτι λόγος ἐνταῦθα τῷ Ἀντινόῳ εἰρωνικὸς ἀποτελευτῶν εἰς

μαντικὴν φήμην τὸ, ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοὶ, νῆα, καὶ τὰ

ἑξῆς. οὕτω γὰρ ἀληθῶς ἀπέβη. (ῃερς. 308.) Ἐν τούτοις δὲ καὶ ἡ Πύλος θηλυκῶς

λέγεται ἐν τῷ, ἐς Πύλον ἠγαθέην. (ῃερς. 310.) Ὅτι ὁ μὴ συναναπαυόμενος ἀνδράσι

τρυφῶσιν, εἴποι ἂν τὸ τοῦ Τηλεμάχου. ὡς οὔπως ἐστὶν ὑπερφιάλοισι μεθ' ὑμῖν

δαίνυσθαί τ' ἀέκοντα, καὶ εὐφραίνεσθαι ἕκηλον. (ῃερς. 312.) Ὁ δὲ ἀπειλούμενος

βλάβην παλαιοῖς ἐχθροῖς δαπανηροῖς τῶν αὐτοῦ, δύναται εἰπεῖν τὸ, ἢ οὐχ' ἅλις ὡς

τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ' ἐμὰ, ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ὅτε

δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι

θυμὸς, πειρήσω ὥς χ' ὕμμι κακὰς ἐπὶ κῆρας ἰήλω. Τηλεμάχου δὲ καὶ ταῦτα λόγοι

πρὸς Ἀντίνοον. Ἔνθα ὅρα ὅτι καὶ ὁμολογεῖ πως τὰ κατὰ τὸν Μέντην ὡς ἐξ ἐκείνου

ἀκούσας τὸ ποιητέον, οὐ μὴν θεόθεν διδαχθεὶς ὡς Ἀντίνοος φθάσας ἐπέσκωψεν. ἐν

τούτῳ δὲ, καὶ διδακτὴν εἶναι δηλοῖ τὴν φρόνησιν, ὃ δὴ καὶ τῶν λοιπῶν ἀρετῶν

ἐστὶν ἴδιον. (ῃερς. 312.) Τὸ δὲ κείρειν, συνήθης λέξις τῷ ποιητῇ ὡς προδεδήλωται,

ὅπερ σημαίνει τὸ εἰς κόρον δαπανᾶν. Τὸ δὲ πολλὰ καὶ ἐσθλὰ, ἐπίτασις τοῦ κακοῦ. ἦν

γὰρ ἂν φορητὸν εἰ πολλὰ μὲν ἔκειρον οὐκ ἐσθλὰ δέ. ἢ ἐσθλὰ μὲν, οὐ πολλὰ δέ. νῦν

δὲ καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν ἐπηύξηται. (ῃερς. 313.) Κτήματα δὲ καὶ νῦν λέγει,

οὐ μόνον τὰ ἐν οἴκῳ ἅπερ οἱ μεθ' Ὅμηρον καὶ χρήματα παρὰ τὴν χρῆσιν καλοῦσιν,

ἀλλὰ τὸν ἅπαντα βίοτον, τὸν ὡς ποιητὴς ἔφη, πολύν. (ῃερς. 314.) Εἰς δὲ τὸ, μέγας

εἰμὶ, ἀφελῶς ἅμα καὶ ἐμφαντικῶς ῥηθὲν, χρήσιμον ἐτυμολογῆσαι τὸ μέγας. ὃ

σύγκειται ὥσπερ τὸ μάκαρ ἐκ τοῦ μˉη στερητικοῦ καὶ τοῦ κὴρ ἡ θανατηφόρος μοῖρα

ὁ μὴ κηρὶ ὑποκείμενος, οὕτω καὶ αὐτὸ ἐκ τοῦ τοιούτου μˉη καὶ τοῦ γῆ. ἵνα ᾖ μέγας, ὁ

μὴ πρὸς γῇ ὢν ἀλλ' ὑπεραναβὰς τὴν γῆν. οὐκοῦν λέγει ὁ Τηλέμαχος, οὐκέτι

ταπεινὸς εἶναι καὶ ὡς οἷον πρόσγειος καὶ πεδινὸς, ἀλλ' ὑπέργειος καὶ ὑψηλὸς, καὶ

αὐτὸ δὴ τοῦτο, μέγας. ἡλικίας τε μεγέθει καὶ ἀξίας ποιότητι ὡς βασιλέως υἱὸς, καὶ

διατοῦτο μὴ προσήκων ἀτιμίαις. Ἰστέον δὲ ὅτι ὁ μέγας οἷα συγκοπεὶς ἐκ τοῦ, ὁ

μεγάλος, οὗ κλητικὴ μὲν ἑνικὴ παρ' Αἰσχύλῳ ἐν τῷ, ὦ μεγάλε Ζεῦ, αἱ δὲ λοιπαὶ

πλάγιοι πάγχρηστοι, ἄκλιτος μένει διόλου. καθὰ καὶ ὁ Μέγας τὸ κύριον. ἐξ οὑ

πατρωνυμικὸν, ὁ Μεγάδης. τοιούτῳ δὲ λόγῳ κατά τινας, οὐδὲ ὁ μάρτυς διαβαίνει εἰς

κλίσιν, ἐπειδὴ συντέτμηται ἐκ τοῦ μάρτυρος. Ἡρῳδιανὸς δὲ, καθάπαξ ἡμαρτῆσθαι τὸ

μέγας περὶ τὴν εὐθεῖαν γράφει καὶ διατοῦτο μηδὲ σχεῖν ἀκόλουθον κλίσιν, μέγας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

113

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!