18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πλοῦτόν τε γὰρ πολὺν ἱστορεῖ τὸν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ. καὶ τέχνην τὴν

περὶ τὰς τοιαύτας ὕλας. καὶ ἐπιστήμην ταλασιουργικήν. καὶ καρπῶν εὐθηνίαν. καὶ

γεωργικὴν ἐμπειρίαν. καὶ γῆς εὐδαιμονίαν. καὶ ἀέρα εὔκρατον. καὶ τοιαῦτά τινα

ἕτερα ὁποίοις οὐκ εἶχεν ἀγλαΐσαι τὴν ἡρωϊκὴν Ἰλιάδα, διὰ τὸ ἐκεῖ ἐμβριθὲς καὶ

ἀπανηγύριστον. εἰπεῖν δὲ καὶ αἱμοχαρές. ὅτι δὲ συναγλαΐζει κἀνταῦθα τὴν φράσιν

τοῖς πράγμασι καὶ γλυκέως φράζει τὰ καλὰ, δῆλόν ἐστιν. ἃ δέ τις εἴποι, τὰ κατὰ

μέρος τῆς ἐκφράσεως περιϊὼν τοιαῦτά ἐστι. (ῃερς. 86.) Χάλκεοι μὲν οἱ τοῖχοι, πρὸς

ἀσφάλειαν. ἐς μυχὸν ἐξ οὐδοῦ ἡρμοσμένοι. τουτέστιν οὐκ ἐπιπολῆς ἔχοντες πέταλα

περίθετά τινα ἐκ χαλκοῦ, ἀλλὰ ὅλῳ τῷ πάχει κεχαλκωμένοι. Τὸ δὲ ἐρηρέδαται, 1.262

ἔστι μὲν Ἰωνικόν. γίνεται δὲ ἀπὸ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σίγμα

τῆς ληγούσης καὶ πλεονασμῷ τῆς δˉα συλλαβῆς, ὁμοίως τῷ, ὠνόμασται

ὠνομάδαται. καὶ συστολῇ τῆς προπαραληγούσης. τοιαῦτα δὲ, καὶ τὸ πέφρασται

πεφράδαται. καὶ ἐσκεύασται ἐσκευάδαται παρὰ Ἡροδότῳ. οἷον. τὰ προπύλαια

ἐσκευάδαται. εἰ δὲ γράφεται ἐληλέδαται, οὕτω γὰρ ἔχουσι τῶν ἀντιγράφων τινὰ, καὶ

λέγεται καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις ὡς τὸ, καὶ ἕρκος ἐλήλαται, καὶ ἀμφὶ

δὲ τεῖχος ἤλασε πόλει, ἐκ τοῦ ἐλήλαται τηνικαῦτα γίνεται παθητικοῦ παρακειμένου

τὸ ἐληλέδαται, ἐπεντεθέντων πρὸ τοῦ ˉα τῆς παραληγούσης, τοῦ ˉε καὶ τοῦ ˉδ

ὁμοίως τῷ ἀκηχέδαται ἤγουν λελύπηνται, καὶ τοῖς τοιούτοις. περὶ ὧν καὶ ἐν τῇ

Ἰλιάδι γέγραπται. Ἐνταῦθα δὲ σημειωτέον κείμενον παρὰ τῷ Ἀθηναίῳ τὸ, τὰ

σώματα ἐκέχριντομίλτῳ καὶ χρώμασιν ἑτέροις. δοκεῖ γὰρ αὐτὸ καινότερον διὰ τοῦ

ˉν προφέρεσθαι. ὡς ἀναλογώτερον ὂν, ἢ ἐκέχριστο εἶναι, ἢ κεχρίδατο Ἰωνικῶς.

(ῃερς. 86.) Ἰστέον δὲ ὅτι ἐρείδειν, οὐ μόνον κοινότερον ἐπὶ τοῦ ἑδραιοῦν, ἔτι δὲ καὶ

ἐπὶ τοῦ ἀντιβαίνειν, ὡς ἐν τῷ, ἔπος πρὸς ἔπος ἤρειδον, ἀλλὰ καὶ σκωπτικόν. ὡς

δηλοῖ Ἀριστοφάνης ἐν τῷ, ὅς τις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων, τὴν δέσποιναν

ἐρείδεις. τοῦτο δὲ σεμνῶς πάντως πέφρασται ὡς ἑξῆς. καθὰ καὶ τὸ ἐνεργεῖν ἐν τῷ,

οἷός τε ἦν, τὴν ψάλτριαν ἐν ὀφθαλμοῖς πάντων ὡρώντων ἐνεργεῖν. ἐν δὲ τούτοις,

ἰστέον καὶ ὅτι τὸ μὲν ἐρηρέδαται, θεματικὸν ἔχει τὸ δέλτα ἐκ τοῦ ἐρείδω. ἑξῆς δὲ τὸ,

ὠνομάδαται πεφράδαται ἐσκευάδαται, ἀπὸ συγγενείας ὥρμηνται τῆς τοῦ ζῆτα πρὸς

τὸ δέλτα ὡς ἀπὸ τοῦ ὀνομάζω φράζω σκευάζω. τῆς δὲ τοῦ ζῆτα καὶ δέλτα πρὸς

ἄλληλα μεταχωρήσεως παραδείγματα μυρία. ὧν κατὰ τοὺς παλαιοὺς καὶ τὸ ὀζμὴ

ὀδμή. ἴζμεν ἴδμεν ∆ωρικῶς. φράζω ἀφραδής. ἀναλόγως δὲ, ἀριφραδὴς τὸ ἐπίθετον.

καὶ Ἀριφράδης βαρυτόνως πρὸς διαστολὴν, τὸ κύριον. ἔτι δὲ καὶ ἐρίζω ἐρίδω

ἄχρηστον. ἀφ' οὗ ἐν χρήσει, τὸ ἐριδμαίνω καὶ τὸ ἐριδαίνω. καὶ γυμνάζω γυμνάδω.

καὶ διπλασιασμῷ Αἰολικῷ καὶ ∆ωρικῷ γυμνάδδω. ὡς τὸ, γυμνάδδομαί τε καὶ ποτὶ

πυγὰν ἅλλομαι. (ῃερς. 87.) Ὁ δὲ θριγκὸς ἤγουν ἡ τῶν τοίχων κόμη ἢ στεφάνη ἢ

στεφάνωσις, παρὰ τὴν τρίχα γίνεται, τριχός. καὶ ἐπενθέσει τοῦ ˉν πρός τε

καλλιφωνίαν καὶ διαφορὰν τῆς τριχός, γίνεται τριγχός. ἀλλαγέντων δὲ τῶν

ἀφώνων εἰς τὰ ἀντίστοιχα τούτοις, γίνεται θριγκός. ἤγουν φραγμὸς ὑπερκείμενος

καὶ οἱονεὶ τριχῶν δίκην κοσμῶν. ἔχει δὲ ἡ λέξις καὶ ἀναδρομὴν γενικῆς τῆς τριχὸς,

εἰς εὐθείαν τὴν, ὁ τριγχός. ἐξ οὗ ὁ θριγκός. ἔχει δέ τι καὶ ἀστειότητος. ἵνα εἴη ὅπερ τῇ

κεφαλῇ αἱ κυάνεαι τρίχες, τοῦτο τῷ ἕρκει ὁ κυάνεος τριγχός. καὶ ἤθελον μέν τινες,

τριγχὸν γράφειν ὀρθότερον. οἱ δὲ παλαιοὶ οὐκ ἐθέλουσιν οὕτως. ὅτι δὲ πολλαὶ

τοιαῦται ἀφώνων τροπαὶ γίνονται Ἰωνικῶς, δηλοῖ πρὸς ἄλλοις καὶ τὸ ἐνθεῦτεν, καὶ

ὁ βάθρακος, τὰ περὶ τῷ Ἴωνι Ἡροδότῳ. ὅλως δὲ, πολλὴ μεταλλαγὴ δασέων καὶ

ψιλῶν συμφώνων πρὸς ἄλληλα δι' ἀποφυγὴν δυσφωνίας. ἀπὸ τοίνυν τοῦ φρίσσω,

παρακείμενος οὐκ ἀναλόγως φέφριχα ἀλλὰ πέφρικα. ὅθεν καὶ ἡ φρίκη. τοιοῦτον καὶ

τὸ κεχραμμένον ἐκ τοῦ χραίνω. καὶ τὸ πεφρασμένον ἐκ τοῦ φράζω. καὶ ἄλλα μυρία.

τοιαύτης δὲ ἐφόδου καὶ τὸ, θρὶξ τριχός. ἐπεὶ δὲ καὶ τὰ ψιλὰ καθὰ καὶ τὰ δασέα

δυσφωνεῖ καὶ αὐτὰ κατά τινα ἐπαλληλίαν, γίνεται καὶ ἐν αὐτοῖς ἐξώθησις,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

298

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!