18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἄλλως δὲ, μαλακοὶ καὶ αἱμύλιοι λόγοι, οἱ κολακευτικοὶ καὶ προσηνεῖς. μαλακοὶ μὲν,

πρὸς διαστολὴν τῶν ἀπειλητικῶν, σκληροὶ γὰρ ἐκεῖνοι. αἱμύλιοι δὲ κατὰ τοὺς

παλαιοὺς, δόλιοι, πιθανοί. πλάνοι. ποικίλοι. καὶ ἄλλως δὲ αἱμύλιοι, οἱ ὡς εἰπεῖν

γνήσιοι. καὶ οἵους ἂν εἴποι τις τῶν πρὸς αἵματος. ἢ καὶ ἄλλως αἱμύλιοι, οἱ μὴ

ψοφήσαντες εἰκῇ περὶ τὰ τῆς ἀκοῆς πρόθυρα, ἀλλ' ἔσω παρεισδύντες καὶ οἷον

ἁψάμενοι αἵματος. ἢ θερμοὶ καὶ ἐνεργοὶ, οὐ μὴν ψυχροὶ καὶ ἄπρακτοι. ὡς ἐκ

μεταφορᾶς τῶν ἐναίμων ζῴων ἃ θερμότερα τῶν ἀναίμων εἰσί. παράγωγον δὲ τοῦ

αἱμύλος, ὁ αἱμύλιος ὡς δηλοῖ τὸ, αἱμύλα κωτίλλουσα. Τὸ δὲ θέλγειν περὶ οὗ ἀκριβῶς

ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, οὐδ' ἐνταῦθα ἡδονὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὴν οὐκ ἐπ'

ἀγαθῷ καὶ ἀπατηλήν. ὡς δηλοῖ τὸ, ἵνα Ἰθάκης ἐπιλήσεται. οὐ γὰρ ἔθελγε τὸν

Ὀδυσσέα ἡ Καλυψὼ ἡδέως, ἀλλὰ παρῆγεν οὗ ἐκεῖνος ἐπεθύμει, τοῦ τὴν πατρίδα

ἰδεῖν, εἰ καὶ μὴ ἔπειθεν. ὅτι δὲ ἐκ τοῦ τοιούτου θέλγειν οἱ Τελχῖνες, δηλοῦσιν οἱ

παλαιοί. παρ' οἷς καὶ θελγῖνες οἱ αὐτοὶ λέγονται. ἐν γοῦν ῥητορικῷ λεξικῷ κατὰ

στοιχεῖον προϊόντι, γράφεται. Θελγῖνες, γόητες. φαρμακοί. ἐπίῤῥητον ἄρα τὸ θέλγειν

ἐξ οὗ περ οὗτοι παράγονται. (ῃερς. 58.) Ὅτι Ὀδυσσεὺς οὕτω φιλόπατρις ἦν, ὡς καὶ

καπνὸν μόνον ἐφίεσθαι ἀποθρώσκοντα νοῆσαι ἧς γαίης, ἤγουν τῆς ἑαυτοῦ γῆς.

τουτέστιν εἰ μὴ αὐτῆς Ἰθάκης ἐπιβῆναι μέλλοι, κἂν γοῦν πόῤῥωθέν ποθεν αὐτὴν

τεκμήρασθαι οἷς τὰ τοιαῦτα τεκμαίρονται ἄνθρωποι. τεκμαίρονται δὲ ὡς τὰ πολλὰ

μακρόθεν, πυρὶ εἴτε καὶ τῷ τοῦ πυρὸς σημείῳ, καπνῷ. ὧν ὁ μὲν καπνὸς, ἐν ἡμέρᾳ

μάλιστα χρήσιμος. ὁ δὲ πυρσὸς, τῇ νυκτί. τείχεσι μέν τοι καὶ οἰκημάτων ἐπάρσει, οὐκ

ἔστιν ἕκαθεν ἀλλ' ἐκ τῶν ἐγγυτέρω τεκμαίρεσθαι. ὄρους δὲ ὕψος, οὐκ αὐτὴν τὴν

πατρίδα πόλιν σημειοῖ μὴ ἄνω αὐτοῦ πεπολισμένην, ἀλλά τινα τῶν πέριξ. Καπνοῦ δὲ

παράγωγον τὸ καταπνίζειν ὅ ἐστι θύειν ὡς ἐκ παρακολουθήματος, Ὅμηρος δηλοῖ ἐν

τῷ, κάπνισάν τε κατὰ κλισίας. ἐκ τοῦ καπνίζειν δὲ, καπνιστὰ κρέα παρὰ τῷ

δειπνοσοφιστῇ. Ὅρα δὲ οἷος τὰ ἐς δυστυχίαν Ὀδυσσεὺς ὁ πηνίκα ἐκ τῆς Αἰόλου

νήσου ἐπανιὼν καὶ ἐγγίσας τῇ πατρίδι καὶ ἤδη πῦρ ἀνακαιόμενον βλέπων, ἐπλάγχθη

ὀπίσω. Ἰστέον δὲ ὅτι σχῆμα ἔστιν ἐνταῦθα, δηλοῦν ἐκ μέρους τὸ πᾶν. τῷ γὰρ

ἡμερινῷ σημείῳ τῷ καπνῷ, δεῖ συνεπινοεῖν καὶ τὸ ἐκ τοῦ πυρὸς νύκτερον σύμβολον.

τί γὰρ διαφέρει εἴτε καπνὸν ὁ Ὀδυσσεὺς ἴδοι τὸν ἐν ἡμέρᾳ τὴν Ἰθάκην σημαίνοντα,

εἴτε πυρσὸν τὸν ἐν νυκτί; εἰ μὴ ἄρα τοῦ κρείττονος μέμνηται. κάλλιον γὰρ ἐνταῦθα ὁ

1. καπνὸς, ὡς αἱρετωτέρου ὄντος τοῦ ἐν ἡμέρᾳ πλοῦ. ἡ δὲ ἀλληγορία, καπνὸν

βούλεται νοεῖν, τὸ ἀνωφορούμενον μὲν σκοτεινὸν δὲ ὅμως τῆς φιλοσόφου γνώσεως

καὶ οὔπω λαμπρόν. ὅπερ καὶ αὐτὸ, στερκτόν ἐστιν ὅτε τῷ φιλολόγως διακειμένῳ

λογίζεται. εἰ γάρ τινι μὴ τοῦ τελειοτάτου ἐφικέσθαι δυνατὸν, τὸ γοῦν ἀμυδρῶς τῶν

προτελείων γενέσθαι, αἱρετόν. καὶ γὰρ καὶ μέλιτος εἰ μὴ κορέσεσθαι οἷόν τε,

ἀγαπητὸν οὖν τὸ ἀπογεύσασθαι. Ἰστέον δὲ ὅτι τὸ ἧς γαίης, οἱ ὕστερον οἰκείας φασὶ

ἐν ἁπλότητι λέξεως. δηλοῦντες οὕτω, πατρίδα, ὅπερ ἐκ τοῦ οἰκεῖν καὶ τοῦ οἴκου καὶ

τοῦ ἐκ τούτων οἰκείου λεχθὲν, πάνυ διαφέρει τοῦ, ἰδίας εἰπεῖν. διόπερ, οὐδεὶς

εὕρηται ὥσπερ οἰκείαν, οὕτω καὶ ἰδίαν καταμόνας τὴν πατρίδα εἰπών. Ἰστέον δὲ ὅτι

τριῶν τούτων ὄντων αἰτίων γενέσεως τέκνοις, πατρός. μητρός. τόπου. πατρὶ μὲν,

παρωνόμασται ἡ πάτρα, πολλαχοῦ κειμένη τῆς ποιήσεως, καὶ τὸ ἐξ αὐτοῦ

παρώνυμον ἡ πατρίς. μητρὶ δὲ, οὐχ' ἡ μήτρα τοπικῶς. αὐτὴ γὰρ, μόριον ἀφώρισται

τῇ τοῦ ἐμβρύου ἐνοικήσει. ἀλλὰ ἡ μητρὶς ποιητικώτερον. ἔτι δὲ, καὶ ἡ μητρόπολις

κάλλιον. οὕτω γάρ τις ἔφη τὰς Θήβας ∆ιονύσου μητρόπολιν ἤγουν πόλιν τῆς

ἐκείνου μητρὸς Σεμέλης. τόπου δὲ παρωνυμία, τὸ Ἰθακήσιος. Θηβαῖος. Ἀθηναῖος. καὶ

τὰ τοιαῦτα. οὕτω δέ πως ἔχει καὶ τὸ, ὡς ἐῤῥέθη, ἧς γαίης. ὃ περίφρασίς ἐστι τοῦ,

οἰκείας. ὅπερ ἐλλειπτικῶς, τὴν γῆν δηλοῖ. ταυτὸν δὲ εἰπεῖν, τὴν, ἢ πάτραν ἢ πατρίδα

ἢ μητρόπολιν. Ἔτι σημείωσαι καὶ ὅτι Ὀδυσσεὺς μὲν δίχα ψόγου κληρονομήσας ἔχει

τὸ φιλόπατρις εἶναι. Κόδρος δὲ θανάτῳ ἑαυτὸν ἐπιδοὺς ὑπὲρ τῆς τῶν πατριωτῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

22

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!