18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὃς ῥίῳ ἐῴκει, ἀλλὰ καὶ ἀσχημονεῖν οὕτω ποιεῖ. καλῶς δὲ ὕπτιον καὶ δοχμὸν

ἀνακλίνει τὸν τοιοῦτον θῆρα, ὡς ἂν οὕτω ῥᾷον ἐκτυφλωθείη. ἀκρατὴς γὰρ εἰς τὸ

παντελὲς ἑαυτοῦ καὶ ἕτοιμος παθεῖν κακῶς ὁ οὕτω διακείμενος. εὐτυχεῖ δὲ

κἀνταῦθα ὁ Ὀδυσσεὺς, ὑπτιάζοντος τοῦ θηρὸς εἰς ἀποτύφλωσιν ῥᾴονα. εἰ καὶ ἄλλως

οἱ οὕτω μεθύοντες πρηνεῖς ὡς ἐπιπολὺ κεῖνται. καθὰ παραδίδωσι καὶ ὁ Ἀθήναιος

ἔνθα ἱστορεῖ, φιλοίνους καὶ φιλοπότας γενέσθαι τοὺς Αἰγυπτίους, καὶ ἄμπελον

εὑρεθῆναι πρῶτον ἐν τῇ πλινθύνῃ πόλει Αἰγύπτου. λέγει γὰρ ἐν τούτοις καὶ ὅτι οἱ

μὲν ἀπ' οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες

ἐξυπτιάζονται τὴν κεφαλήν. ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.

(ῃερς. 372.) Περὶ δὲ δοχμῆς ἢ βαρυτόνως δόχμης, καὶ δοχμοῦ, ὅθεν καὶ ἀποδοχμῶσαι

νῦν τὸ πλαγιάσαι, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 373.) Τὸ δὲ φάρυγγος ἐξέσσυτο οἶνος ψωμοί

τ' ἀνδρόμεοι, περίφρασίς ἐστι μιᾶς λέξεως τοῦ ἤμεε. συνεπινοητέον δὲ καὶ τὸ στόμα

τῇ φάρυγγι. ἧς κοινῶς μὲν εὐθεῖα φάρυγξ, καὶ γενικὴ φάρυγγος ὡς ἴϋγγος. ἄλλως δὲ

φάρυξ φάρυγος, ὡς ἄντυγος. ἰάπυγος. τὰ γοῦν ἀκριβέστερα τῶν ἀντιγράφων διὰ τὸ

εὐμετρητότερον φάρυγος δ' ἐξέσσυτο οἶνος φησί. καὶ ἔχει αὐτὸ συνηγορίαν καὶ ἐκ

τῶν Ἡρῳδιανοῦ. ὃς ἐν τῷ περὶ τοῦ, στὺξ στυγὸς, μονοσυλλάβου οὔσης εὐθείας κατὰ

τὸ, τρὺξ τρυγὸς, ἐπαγαγὼν καὶ ὑπὲρ μίαν συλλαβὴν τὸ, ἄντυξ ἄντυγος, ἐπιφέρει.

οὕτω καὶ ἡ πομφόλυξ. ἐξ οὗ δῆλον, ὅτι ἐν τῷ φάρυγξ καὶ πομφόλυγξ ἴσως δὲ καὶ

τοῖς ὁμοίοις ἐκ πλεονασμοῦ ἔγκειται τὸ ˉν. μαρτυρεῖ δὲ τῇ δι' ἑνὸς ˉγ γραφῇ τῆς

φάρυγος καὶ τὸ φαρύγεθρον. (ῃερς. 374.) ἔτι δὲ καὶ αἱ Φαρύγαι τόπου ὄνομα. Ψωμοὶ

δὲ, τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου, ὁ παρ' Ἡσιόδῳ

βλωμός. χρήσιμος δὲ ἡ λέξις καὶ εἰς τὸ, νέκταρ ἐῳνοχόει. ὡς γὰρ ἀσύνηθες τὸ

οἰνοχοεῖν ἐπὶ νέκταρος, οὕτω καὶ ἐπὶ κρεάτων ὁ ψωμός. εἴληπται ὅμως καὶ ἄμφω ἐκ

τῆς κοινῆς καὶ γνωριμωτάτης χρήσεως. Ἰστέον δὲ ὅτι τε ὡς ἐκ τοῦ ψῶ καὶ βλῶ

ψωμὸς καὶ βλωμὸς, οὕτω καὶ ἐκ τοῦ ὦ τὸ ὑπάρχω ὠμὸς καὶ ὦμος. καὶ ὅτι ἐκ τοῦ ψῶ

γίνεται καὶ τὸ ψώχω. ἀφ' οὗ αὖθις τὸ ψήχω ὁμοίως ἐκ τοῦ ψῶ, καί τινες

πλακοῦντες, ψώθια, ἤγουν ψαθύρια κατὰ τοὺς παλαιούς. Ἀπολλόδωρος δὲ τοῦ

ἄρτου τὰ ἀποψαυόμενα ὥς φησιν Ἀθήναιος, ἅ τινες ἐκάλουν ἀτταράγους. Τὸ δὲ

ἐρεύγεσθαι ἐνταῦθα κυριολεκτεῖται, ὡς μάλιστα κυρίως ὠνοματοπεποιημένον. Τὸ δὲ

οἰνοβαρείων ἐκ τοῦ οἰνοβαρεῖν γίνεται, παραχθὲν ὡς τὸ θείω κιχείω καὶ τὰ τοιαῦτα.

καὶ ἔστι σεσημειωμένον ὡς βαρύνεται μὲν τὸ οἰνοβαρείω, περισπᾶται δὲ παρὰ τοῖς

ὕστερον τὸ καρηβαρειῶ. (ῃερς. 373.) Εἰ δὲ πανδαμάτωρ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ὁ

ὕπνος καθὰ παρ' ἄλλοις ὁ μακρὸς χρόνος, ἀλλ' ὁ Κύκλωψ ἐπιμηθευσάμενος μετ'

ὀλίγα, δαμάτορα ἑαυτοῦ τὸν οἶνον ἐρεῖ, εἰπὼν ὡς ἀνὴρ κακὸς ἐξετύφλωσεν αὐτὸν,

δαμασσάμενος φρένας οἴνῳ. ἔνθα καὶ ἔστι ταυτὸν τὸ, ἐδαμάσσατο φρένας οἴνῳ καὶ

τὸ, περὶ φρένας ἤλυθεν οἶνος. (ῃερς. 375.) Ὅτι τὸ, μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς

(ῃερς. 376) εἵως θερμαίνοιτο, ἀντὶ τοῦ ὑπὸ κάτω τῆς σποδοῦ ἔτεινα, καὶ, ὡς εἰπεῖν,

ὑπὸ σποδῷ ἔῤῥιψα εἴπως θερμανθείη τὸ δεύτερον. τοῦτο γὰρ δηλοῖ τὸ, εἵως

θερμαίνοιτο, καθά που καὶ 1.351 πρὸ τούτων ἐλέχθη περὶ τῆς τοιαύτης λέξεως.

(ῃερς. 375.) λέγει δὲ νῦν σποδὸν οὐ τὴν ψυχρὰν, ἀλλὰ τὴν μετὰ ἀνθράκων, ἣ καὶ

σποδειὰ λέγεται καὶ ἀθρακιά. διὸ καὶ ἐπάγει. ἀλλ' ὅτε τάχα μοχλὸς ἐλάϊνος ἐν πυρὶ

μέλλεν ἅψασθαι χλωρός περ ἐὼν, (ῃερς. 379.) διεφαίνετο δ' αἰνῶς, τουτέστι

διαφάνειαν εἶχε τὴν ὡς ἐξανθρακώσεως, καὶ τότ' ἐγὼν ἆσσον φέρον ἐκ πυρός. χρὴ δ'

ἐνταῦθα σημειώσασθαι, ὡς ἐκ τοῦ ὑποήλασα ὃ κεῖται ἐν τῷ ὑπὸ σποδοῦ ἤλασα, τὸ

ἰατρικῶς κληθὲν ὑπήλατον λέγεται. (ῃερς. 380.) Εἶτα καὶ ἐκφράζων τὴν τοῦ

κακοξένου τύφλωσιν, φησίν. ἀμφὶ δ' ἑταῖροι ἵσταντο. θάρσος δ' ἐνέπνευσε θεός. οἱ

μὲν, μοχλὸν ἑλόντες ἐλάϊνον ὀξὺν ἐπ' ἄκρῳ, ὀφθαλμῷ ἐνέρεισαν, ἐγὼ δ' ἐφύπερθεν

ἀερθεὶς δίνεον ὡς ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνὴρ τρυπάνῳ. οἱ δέ τ' ἔνερθεν

ὑποσσείουσιν ἱμάντι ἁψάμενοι ἑκάτερθε. τὸ δὲ, τρέχει ἐμμενὲς αἰεὶ. ὣς τοῦ, ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

399

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!