18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τρυφηταὶ γὰρ οἱ Φαίακες καὶ οὐ κατὰ τοὺς Τρῶας ἀρειμάνιοι. (ῃερς. 66.) Ὅτι

σώφρονος παρθένου ἦθος δηλοῖ τὸ, αἴδετο γὰρ θαλερὸν γάμον 1.239 ἐξονομῆναι

πατρὶ φίλῳ. Ναυσικάα δὲ ἡ τοῦτο ποιοῦσα. ἣ τὴν μὲν δι' ὀνείρου ὑποτεθεῖσαν πλύσιν

τῶν ἱματίων, ἐξέφῃνε. τὸ δὲ σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἐσίγησε κατὰ λόγον αἰδοῦς. ὁ

μέντοι πατὴρ, πάντα ἐνόει φησί. διὸ καὶ πεισθεὶς, λέγει. οὔτε τοι ἡμιόνων φθονέω

τέκος, οὔτε τευ ἄλλου. ὥστε δηλαδὴ οὐδὲ γάμου ὃν σὺ αἰδουμένη σεσίγηκας. οὐχ'

ἁπλῶς δὲ οὕτω, τὰ περὶ γάμου παραῤῥιπτεῖ ὁ ποιητὴς, ἀλλὰ πρὸς πιθανότητα τῶν ἐς

ὕστερον, ἔνθα καὶ ἡ κόρη εὔξεται, τὸν Ὀδυσσέα σχεῖν ἄνδρα καὶ ὁ πατὴρ δὲ

Ἀλκίνοος γαμβρὸν αὐτὸν εὐτυχῆσαι, διὰ τὸ ὡραίαν δηλαδὴ γάμου τὴν παῖδα εἶναι.

ταῦτα δὲ, φίλον τὸν Ὀδυσσέα τοῖς βασιλεῦσι ποιεῖ, ὅπερ αὐτὸς εὔξατο. καὶ οὕτω

πιθανολογεῖται τὰ εἰς αὐτὸν ἐκ τῶν Φαιάκων ἀγαθά. (ῃερς. 74.) Ὅτι ἐν τῷ, κούρη δ'

ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινὴν, ἐσθῆτα λέγει κατὰ τρόπον προσηγορίας τὰ

πολλὰ ἱμάτια ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. καὶ ἔστιν ἡ τούτου χρῆσις πολλὴ ἐν τοῖς

κατὰ τὴν Ναυσικάαν. ἔστι δὲ τοιαύτη ἐσθὴς, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, εἵματα κατὰ

τὸν ποιητήν. ἄλλως δὲ κατὰ τὸν αὐτὸν, ζῶστρα καὶ πέπλοι καὶ ῥήγεα. Ἐσθῆτα δέ

φασι φαεινὴν λέγει, τὴν φύσει τοιαύτην. ἄλλως γὰρ, ἐῤῥύπωτο. εἰκὸς δὲ, καὶ τὴν

λεπτὴν οὕτω λέγεσθαι. ὡς δὲ ἡ ἐσθῆς καὶ τὸ ἔσθος τὰ ψιλούμενα, ἐκ τοῦ

δασυνομένου ἕω γίνεται ἀφ' οὗ καὶ τὰ εἵματα δασυνόμενα λόγῳ ἄλλῳ καὶ αὐτὰ

ὁμοίως τῷ θήματι, δῆλον ἐκ τῶν παλαιῶν. (ῃερς. 76.) Ὅτι ἐφόδια τρυφερὰ ἤτοι

δείπνου λαμπροῦ παρασκευὴ φράζεται ἐν τῷ, μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέα

ἐδωδὴν παντοίην. ἐν δ' ὄψα τίθει. ἐν δ' οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ. δῶκε δὲ

χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ταῖς δεῖνα. κίστη δὲ παρ'

Ἀττικοῖς, ἐδεσματοθήκη, ὡς ἑρμηνεύουσιν οἱ παλαιοί. καὶ σώζεται μέχρι νῦν ἡ

τοιαύτη λέξις παρὰ πολλοῖς. οὐκ ἄποθεν δέ φασιν ἐστὶ τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ,

τουτέστιν, ἔοικεν ἡ λέξις ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι. (ῃερς. 77.) Τὸ δὲ ἐδωδὴν

παντοίην, ποικιλίαν ἄρτων δηλοῖ καὶ τοιούτων τινῶν. τὰ γὰρ ὄψα, ἰδίᾳ

ἐκπεφώνηται. (ῃερς. 78.) Αἴγειον δὲ ἀσκὸν κἀνταῦθα, παρατετηρημένως εἶπεν. ὡς

τοιούτου δεξιοῦ ὄντος εἰς οἴνου ὑποδοχήν. (ῃερς. 79.) Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀσκοῦ

φέρεται παροιμία τὸ, ἀσκῷ φλαυρίζεις. οἷον. κενῷ σώματι φλυαρεῖς. Λήκυθος δὲ,

ἀγγεῖον ἐλαιοδόχον, παρὰ τὸ ἔλαιον κεύθειν. ἵνα ᾖ ἐλαιόκυθός τις. Ὅτι δὲ ἡ λήκυθος

καὶ ὄλπη λέγεται, φέρει χρῆσιν Ἀθήναιος ἐξ Ἀχαιοῦ γλαφυροῦ φησι ποιητοῦ. λέγων

καὶ ὅτι λήκυθοι καὶ ἐκ τιμίας ἐγένοντο ὕλης. οἷον. στέφανοι καὶ διλήκυθον μύρου

χρυσοῦν καὶ ἀργυροῦν. δοκεῖ δὲ ἡ ῥηθεῖσα ὄλπη γίνεσθαι, παρὰ τὸ ἔλαιον πεπάσθαι

ἤγουν κεκτῆσθαι. Ἔλαιον δὲ ὑγρὸν οὐ μόνον ὡς χαλαστικὸν καὶ ὑγροποιὸν καὶ

διατηροῦν τὸ ἀλιφὲν σῶμα ἐν ὑγρότητι ὡς μὴ σκελετεύεσθαι, ἀλλὰ καὶ ὅτι οὐκ

ἀποκρυσταλοῦται τῷ ψύχει διὰ τὴν ἐν αὐτῷ ποιότητα οὐ μὴν ἁπλῶς ὑγρότητα. εἰ δὲ

τὸ ἔλαιον ᾧ χρῆται ἡ βασιλικὴ νεᾶνις ἔχει τι ξενίζον, οὐκ ἔστιν ἀποφῄνασθαι

σταθερῶς. ἴσως γὰρ ὕστερον τὰ τοιαῦτα ἐπενοήθη. ὧν πολυειδῶν ὄντων, ἐγίνετό τι

καὶ ἐξ ἀκάνθης. ὡς δηλοῖ ὁ γράψας τὸ, ἐν Καρμανίᾳ ἱστορεῖ Κτησίας, ἔλαιον γίνεσθαι

ἀκάνθινον, ᾧ χρῆσθαι τὸν βασιλέα. Ὅτι δὲ ὥσπερ σπηλαίου καὶ προσκεφαλαίου καὶ

τυχαίου ὑποκοριστικὰ σπηλάδιον προσκεφαλάδιον τυχάδιον οὕτω καὶ ἐλαίου

ἐλάδιον, δηλοῦσιν οἱ τεχνικοί. κεῖται οὖν παρὰ τῷ δειπνοσοφιστῇ, ἐλαδίου κοτύλη.

(ῃερς. 80.) Τὸ δὲ εἵως χυτλώσαιτο, ἀντὶ τοῦ ὅπως μετὰ λουτρὸν χυλωθείη

ἀλειψαμένη. ἐντεῦθεν δὲ καὶ χύτλα ἁπλῶς τὰ λουτρὰ πλεονασμῷ τοῦ ˉτ. κοινῶς γὰρ

μέχρι καὶ τῶν ἄρτι, χυλοῦσθαι, τὸ ἐξ ὑετῶν τυχὸν ὑγραίνεσθαι. καὶ ὁλόχυλος, ὁ λίαν

τοῦτο παθών. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι χύτλα, τὸ μεθ' ὕδατος ἔλαιον, ὅθεν τὸ

χυτλώσασθαι. Ὅρα δὲ τὸ εἵως κἀνταῦθα, γενόμενον πλεονασμῷ τοῦ ˉε καὶ

ἐπενθέσει τοῦ ˉι. τὸ γὰρ ἁπλοῦν ἐστιν, ὡς χυτλώσαιτο. (ῃερς. 82.) Ὅτι τὸν τῶν

ἡμιόνων ἐν τῷ συντόνως κινεῖσθαι ἦχον, εἰς καναχὴν ὀνοματοποιεῖ, φησὶ γάρ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

272

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!