18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συνέφερε τῇ ποιήσει ταύτῃ. σύστασις γὰρ αὐτῆς, τὸ ἀγνοεῖσθαι τὸν Ὀδυσσέα ὑπὸ

πάντων, καὶ μάλιστα ὑπὸ τῆς γυναικὸς, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται σαφῶς. Τὸ δὲ

ἀνεμώλια ὅτι ἐκ τοῦ ἀνεμοόλια κέκραται, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 835.) Ὅτι τὸ,

τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρὸν ἤγουν ὁ ὄνειρος, δὶς ἐνταῦθα

φησὶν ὁ ποιητής. ὅπερ εἴποι τις ἂν, ἐπὶ προσώπῳ ἰσχνῷ τινι καὶ εἰδεχθεῖ. (ῃερς. 838.)

Ὅτι τὸ, ἐλιάσθη ἐς πνοιὰς ἀνέμων, προσώπῳ ἂν ἐπιλεχθείη ἀφαντωθέντι οὐκ ἀξίῳ

λόγου. (ῃερς. 841.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ, νυκτὸς ἀμολγῷ, καθὰ καὶ ἐν Ἰλιάδι.

καὶ ἁρμόττει καὶ ὧδε τὰ ῥηθέντα ἐκεῖ. ἀσφαλέστερον δὲ ἴσως νοῆσαι ἀμολγὸν

νυκτὸς, οὐ τὸν ἀφ' ἑσπέρας ἀλλὰ μᾶλλον τὸν πρὸς τῇ ἡμέρᾳ, ὅτε καὶ εἰκὸς

ἀληθεύειν τὸν ἐνταῦθα 1.195 φανέντα ὄνειρον. ὅτι γὰρ ἀληθεῖς οἱ τοιοῦτοι, καὶ ἡ

Ἰλιὰς ἐδήλωσεν. (ῃερς. 844.) Ὅτι διηγεῖται κἀνταῦθα συνήθως ὁ ποιητὴς ἀρχόμενος

οὕτως. ἔστι τις νῆσος καὶ τὰ ἑξῆς. σύντομον δὲ αὐτῷ τὸ διήγημα, νῆσον γὰρ ἱστορεῖ

τινα λυπρὰν Ἀστερίδα εὐλίμενον. μέσην κειμένην ὡς καὶ προεῤῥέθη, Σάμου τε καὶ

Ἰθάκης. εἰπών. ἔστι δέ τις νῆσος μέσση ἁλὶ πετρήεσσα. μεσσηγὺς Ἰθάκης τὲ Σάμοιό τε

παιπαλοέσσης, τῆς πρὸς βραχέων ῥηθείσης. Ἀστερίς. οὐ μεγάλη. λιμένες δ' ἔνι

ναύλοχοι αὐτῇ, ἀμφίδυμοι. Ἔνθα τὸν Τηλέμαχον ἔμενον λοχῶντες Ἀχαιοί.

τολμήσαντες τὸ κακόν. κατὰ τὴν παροιμίαν τὴν λέγουσαν πάντα κακοὶ τολμῶσι. Τὸ

δὲ μέση ἁλὶ, πρὸς διαστολὴν καὶ αὐτὸ εἴρηται τῶν χεῤῥονήσων, ἢ τῶν ἐγγὺς τῆς γῆς.

Τὸ δὲ πετρήεσσα, οὐκ ἂν εἴη πόῤῥω τῆς παιπαλοέσσης. Ἡ δὲ Ἀστερὶς, ἔσχε κατὰ τὸν

γεωγράφον καὶ πολίχνην. ἐκλίθη δὲ πρός τινων καὶ Ἀστερία. Λιμένες δὲ ναύλοχοι, ἢ

παρὰ τὸ λέχος ἐν αἷς δηλαδὴ εὐνάζονται νῆες ὧν καὶ ἄγκυραι εὐναὶ λέγονται ἢ κατὰ

πλεονασμὸν τοῦ ˉλ. ἵνα εἶεν ναύλοχοι, ἐν οἷς ὀχοῦνται νῆες. κατὰ τὸ, καὶ λιμένες

νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, ὃ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ κεῖται. ἢ καὶ ἄλλως,

παρὰ τὸν λόχον. ἐν αἷς ἦν λοχῆσαι. διὸ ἐπήγαγε τὸ, τόν γε μένον λοχόωντες Ἀχαιοί.

(ῃερς. 847.) Τὸ δὲ ἀμφίδυμοι, καθ' ἱστορίαν εἴρηται καὶ αὐτό. δηλοῖ δὲ, τοὺς οἷον

διδύμους διὰ τὸ ἐξ ἑκατέρου μέρους ἔχειν εἰσδύσεις. ταυτόν δ' εἰπεῖν, καταγωγάς.

(ῃερς. 846.) Ἰστέον δὲ ὅτι λιμὴν παρὰ τὸ λίαν μένειν γίνεται, πρός τε τὸν κυμαίνοντα

πόντον διαστελλόμενος, καὶ πρὸς τοὺς ἐγγὺς τῆς γῆς εὐρίπους. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε.

ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς, Ἑρμῆν

πρὸς Καλυψὼ πέμπει, κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ.

τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπῄνας, λύει τὴν

σχεδίαν. Ἰνὼ δὲ αὐτῷ δίδωσι κρήδεμνον, ἐντειλαμένη ἐπιβάντι τῆς γῆς, ἀποῤῥίψαι

αὐτό. καὶ πολλὰ παθὼν, εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. Ο∆ΥΣΣΕΙΑΣ

Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι ἡ ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης, αὕτη. ἀπόπλους

Ὀδυσσέως παρὰ Καλυψοῦς. ἄρχεται δὲ ἀπὸ συνήθους τῷ ποιητῇ περιφράσεως. ὅτι

δηλαδὴ Ἠὼς ἐκ λεχέων παρὰ Τιθωνοῦ ὄρνυτο ἀθανάτοις φόως φέρουσα καὶ

βροτοῖς. περὶ οὗ ἱκανῶς μὲν ἐῤῥέθη ἐν Ἰλιάδι. νῦν δὲ ἀρκέσει εἰπεῖν, ὡς ἡ μὲν ἔννοια

τοῦ ῥητοῦ, δηλοῖ τὸ, ἐγένετο ἡμέρα. Τιθωνὸς δὲ, καθ' ἱστορίαν μὲν, ἀδελφὸς

Λαομέδοντος, ᾧ φασι τὴν ἡμέραν συνοικεῖν διὰ κάλλος, ἀλληγορικῶς δὲ, ὁ ἥλιος ὁ

πανταχοῦ γῆς τιταίνων τὰς ἀκτῖνας. Ἀθάνατος δὲ, τὰ στοιχεῖα τοιαῦτα νομιζόμενα

τοῖς Ἕλλησιν, ἃ καὶ αὐτὰ, τῇ ἡμέρᾳ φωτίζεται. ∆ιὰ δὲ τῶν ἀνθρώπων ὡς ἐκ μέρους

καιριωτάτου, πάντα δηλοῦται τὰ ἔμψυχα, οἷς ὁ Ἥλιος ἐπιλάμπει. (ῃερς. 3.) Ὅτι ἐν

μὲν τῇ ˉα ῥαψῳδίᾳ, ἐκκλησία ἦν τοῖς Ὁμηρικοῖς θεοῖς, περὶ τοῦ σώζεσθαι τὸν

Ὀδυσσέα. ἐνταῦθα δὲ περὶ τοῦ πῶς. καὶ ἐκεῖ μὲν, Ζεὺς ἐδίδου ἀρχὰς λόγου τῇ Ἀθηνᾷ

προλογίσας αὐτός. (ῃερς. 8.) ὧδε δὲ, αὐτὴ κατάρχει δημηγορίας κήδεα πόλλ'

Ὀδυσσῆος. καὶ λαλοῦσα κατὰ τῶν πολιτῶν τῆς Ἰθάκης, ὅσα καὶ πρὸ τούτων ὁ

Μέντωρ. ἐν οἷς ἐκεῖνος ἔλεγε κατὰ ἦθος βαρύτητος, μηκέτι χρῆναι βασιλέα ἤπιον

εἶναι ἀλλὰ χαλεπὸν καὶ ἑξῆς. σεμνολογῶν δὲ καὶ τὸν τοῦ μύθου ∆ία, φησί. Ζεὺς

ὑψιβρεμέτης οὗ τε κράτος ἐστὶ μέγιστον. Λέγει δὲ καὶ τὸ ἐκκλησιάζειν, θῶκονδε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

222

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!