18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀναβαίνει, ἀναστροφὴν δοκεῖ ἔχειν. ἵνα λέγῃ, ὅτι φάτις ἀνὰ τοὺς ἀνθρώπους βαίνει.

ἣ καὶ ἄλλως, ὁμοιότητά τινα ἔχει πρὸς τὸ ἀναδέδρομε. Τὸ δὲ ἐσθλὴ, πρὸς ἀκρίβειαν

λόγου κεῖται καὶ διαστολήν. ἔστι γὰρ καὶ φάτις ἀναβαίνουσα οὐκ ἐσθλὴ, ὥσπερ καὶ

ἀοιδή, τοιαύτη δὲ φάτις, ᾗ χαίρουσιν οἱ οἰκεῖοι. καὶ μάλιστα πατὴρ καὶ πότνια μήτηρ.

(ῃερς. 32.) Συνέριθος δὲ κυρίως ὥσπερ καὶ ἔριθος, ἡ συνεργαζομένη ἔριον.

καταχρηστικῶς δὲ, καὶ ἡ ἁπλῶς συνεργαζομένη. (ῃερς. 36.) Ὅτι ἐπίτηδες ἡ ἐν

ὀνείροις μυθικὴ Ἀθηνᾶ πλυνέουσαν τὴν βασιλικὴν παῖδα ἐς ποταμὸν προκαλεῖται,

ἵνα οὕτως ἐνδύσῃ δι' αὐτῆς ὁ ποιητὴς τὸν γεγυμνωμένον ναυαγὸν Ὀδυσσέα. διὸ

αὐτὴ μὲν, συμβουλεύει τῇ παιδὶ, ἐποτρύναι Ἀλκίνοον τὸν πατέρα ἠῶθι πρὸ,

ἡμιόνους καὶ ἅμαξαν ἐφοπλίσαι. ἣ ἄγοι ἂν, ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα

σιγαλόεντα. πολλὸν γάρ φησιν ἄπο πλυνοί εἰσι πόληος. ἡ δὲ παῖς, πείθεται. καὶ

λαλεῖ τῷ πατρὶ οὕτω. καὶ ἐκεῖνος ὑπακούει ἐν τοῖς ἑξῆς. καὶ κελεύει ἐφοπλισθῆναι

αὐτῇ ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. καὶ οἱ κελευσθέντες δμῶες

ἐπείθοντο καὶ ἅμαξαν ἐΰτροχον ἡμιονείην ὅπλεον. ἡμιόνους δ' ὕπαγον. (ῃερς. 73.)

ζεῦξαν δ' ὑπ' ἀπήνῃ. ἤγουν ὑπέζευξαν τῇ ἀπήνῃ. ὃ ταυτόν ἐστι τῷ, ἤγαγον ὑπὸ

ζυγόν. ἐξ οὗ καὶ ζυγῶσαι τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τι τῶν ὑποζυγίων. καὶ ἐκ τούτου

ζύγωθρον, μοχλὸς συνέχων τὰς δύο θύρας. ὁ καὶ ὀχεὺς ἐν Ἰλιάδι. (ῃερς. 37.) Ἰστέον

δὲ ὅτι ταυτὸν ἅμαξαν καὶ ἀπήνην εἰπεῖν. καὶ ὅτι οὐχ' ἁπλῶς ἅμαξα ἡ τῶν ἡμιόνων,

ἀλλὰ χρὴ προσκεῖσθαι καὶ τὸ, ἡμιονεία, καὶ ὅτι πλείων ἡ χρῆσις τοῦ ἀπήνη ἐνταῦθα

ἤπερ τοῦ ἅμαξα, διὰ τὸ καιριώτατον. ἅμαξαν μὲν γὰρ, δὶς λέγει. ἀπήνην δὲ,

πλεονάκις. τὸ μέντοι ἅρμα, ἐπὶ ἵππων μόνων εἴωθε λέγεσθαι. Τοῦ δὲ δὲ ἐφοπλίζειν,

ἐφοπλέειν ἐστὶ τὸ πρωτότυπον, καθὰ καὶ τοῦ ἀφρίζειν, τὸ ἀφρέειν, ὡς ἡ Ἰλιὰς δηλοῖ.

φησὶ γοῦν. ἅμαξαν ὅπλεον. (ῃερς. 38.) Τὸ δὲ ἄγειν, οὐ κυρίως μὲν ὅμως δὲ, ἐπὶ

ἀψύχων κἀνταῦθα ἔθετο. τοιαῦτα γὰρ τὰ ζῶστρα καὶ οἱ πέπλοι καὶ τὰ ῥήγεα. Ἔφη δὲ

ζῶστρα ἐνταῦθα εἰσάπαξ, τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια οἷς ἔστι ζώσασθαι. Πέπλοι δὲ

καὶ νῦν συνήθως, γυναικεῖα περιβλήματα. διὸ καὶ ἐπὶ γυναικῶν μόνων τὸ εὔπεπλον

λέγεται. ῥήγεα δὲ, πιθανότητος χάριν παρείληπται, ἵνα ἐξ αὐτῶν ἐνδύσηται ὁ

Ὀδυσσεύς. πέπλον γὰρ οὐκ ἂν ἀμφιέσηται γυναικικῶς. (ῃερς. 40.) Πλυνοὶ δὲ παρὰ

μὲν ἄλλοις, σκάφαι τινὲς χρήσιμοι πλύνειν. παρὰ δὲ Ὁμήρῳ, βόθροι ἐν οἷς ἔπλυνον.

διὸ προϊὼν φησίν· ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δ' ἐν βόθροισι θοῶς. δεικνὺς, ὡς

ταυτόν ἐστι βόθρους εἰπεῖν καὶ πλυνούς. ὧν ἡ χρῆσις καὶ παρὰ τῷ κομικῷ. (ῃερς. 58.)

Εὔκυκλος δὲ ἀπήνη ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἡ εὔτροχος ἅμαξα. ἐπεὶ καὶ κύκλα

λέγονται οἱ τροχοί. ὅθεν καὶ κυκλήσειν ἐν Ἰλιάδι, τὸ ἐφ' ἁμαξῶν ἀγαγεῖν. (ῃερς. 70.)

Ὑπερτερία δὲ, τὸ ἐπικείμενον τετράγωνον πλινθίον τῷ ἄξονι, παρὰ τὸ ὑπερκεῖσθαι

αὐτοῦ. ἐν δὲ Ἰλιάδι, πείρινθα τοῦτο εἶπεν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον

ὄνομα φέρεταί πως καὶ ἕως ἄρτι. ἐθνικοὶ γὰρ Ἰταλικοὶ παρακόπτοντες βερτέρην

ταύτην φασὶ κατὰ παραφθοράν. 1.237 (ῃερς. 37.) Τὸ δὲ ὑπερτερίῃ ἀραρυῖαν, βούλεται

δηλοῦν, ὡς εὖ ἥρμοσται ἡ ὑπερτερίη τῷ ἄξονι εἴτε κα1.237 ταμόνας οἱ τροχοὶ

κινοῦνται, εἴτε συστρέφονται τῷ ἄξονι. (ῃερς. 73.) Τὸ δὲ ὁπλέειν καὶ τὸ ὁπλίζεσθαι,

λέγοιτο ἂν καὶ ἐντύνεσθαι. ὡς δηλοῖ τὸ, συνέριθος ἅμ' ἕψομαι ὄφρα τάχιστα (ῃερς.

33.) ἐντύνεαι. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα, ἐξ ὧν τὸ ἐντύνεσθαι. (ῃερς. 39.) Ὅτι χρήσιμον

εἰς προτροπὴν τοῦ πλεῦσαι, ἢ ἐφ' ἵππου ἢ ἁμάξης ὁδεῦσαι, τὸ, καὶ δὲ σοὶ ὧδε πολὺ

κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι. Ἀθηνᾶ δὲ τοῦτο λέγει τῇ βασιλικῇ κόρῃ. ἔνθα ἔστιν

ἰδεῖν οὐ μόνον τὸ σεμνὸν τῆς πορείας, ἀλλὰ καὶ τὸ πιθανὸν τοῦ κατὰ τὴν ἀπήνην

πλάσματος. μακρᾶς γὰρ οὔσης τῆς ἐς τὰς πλυνοὺς ὁδοῦ πολλῶν δὲ καὶ τῶν

πλυθησομένων πέπλων τε καὶ λοιπῶν, χρεία ἦν καὶ ἁμάξης τοιαύτης πρός τε φόρτον

καὶ πρὸς ἔντιμον πορείαν τῆς βασιλίδος. διὸ καὶ δουλίδες αὐτῇ ἕπονται. τοῦτο δὲ,

καὶ ἄλλου χάριν. ἵνα δηλαδὴ παίζουσαι καὶ ᾄδουσαι, ἀφυπνίσωσι τὸν Ὀδυσσέα οὗ

χάριν ταῦτα. καὶ οὕτως, εἰς ἱκετείαν ἐκκαλέσωνται. ὅτι δὲ καὶ νῦν πρώτως ἡ κόρη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

269

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!