18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὅτι διχῶς παρὰ τοῖς παλαιοῖς ἡ ἑνικὴ τοῦ ἔθνους εὐθεῖα, Αἰθίοψ τε γὰρ καὶ

Αἰθιοπεὺς. καὶ ὅτι καὶ ∆ιὸς ἐπίθετον, αἰθίοψ. ἴσως μὲν, καὶ διά τι ἕτερον. ἴσως δὲ, καὶ

διό τι φαίνεται μυθικῶς φιλῶν ἐπιχωριάζειν τῇ Αἰθιοπίᾳ. οὐκ ἀπεικὸς δὲ, καὶ κατ'

ἀλληγορίαν οὕτω καλεῖσθαι αὐτὸν, ὡς φαεινόν. παρὰ τὸ αἴθω τὸ λάμπω. ἀφ' οὗ καὶ

ὁ αἰθὴρ Ζεὺς. καὶ αἰθρία ἡ κατ' αὐτὸν εὐδία. καὶ τὸ αἴθριον. καὶ ὁ ἀστὴρ δέ. καὶ τὸ

ἄστρον. καὶ αἴθυια ὡς εἰκὸς παρὰ Λυκόφρονι Ἀθηνᾶ, ἡ φωσφόρος. (ῃερς. 23) Καὶ ὅτι

οἱ Αἰθίοπες μεμερισμένοι δίχα οἰκοῦσιν ὡς εἴρηται. οἱ μὲν, δυσομένου ἡλίου. οἱ δὲ,

ἀνατέλλοντος. τοῦτο δὲ πολλὴν ἀμφιβολίαν ἐξηγήσεως ἔχει παρὰ τοῖς παλαιοῖς.

τοῖς μὲν γὰρ δοκεῖ, δέον εἶναι Αἰθίοπας δέχεσθαι, τοὺς παρ' ὅλην τὴν μεσημβρινὴν

ὠκεανίτην γῆν διατείνοντας. καὶ ἀπὸ ἡλίου ἀνίσχοντος, μέχρι δυομένου διήκοντας.

οἳ δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ ἤτοι Ἐρυθραίῳ κόλπῳ. οἱ μὲν, ἔνθεν κείμενοι

τοῦ κόλπου. οἱ δὲ, ἐκεῖθεν. ἀνατολικοί τε, καὶ ἐπὶ θάτερα δυτικοί. μεγίστη γὰρ ἡ

Αἰθιοπία, καὶ μείζων φασὶν ἤπερ ἡ πρὸς Βοῤῥὰν ἀπεναντίας Σκυθία. Αἰθιοπία γὰρ

καλεῖται, τὰ μεσημβρινὰ πάντα τὰ πρὸς τὸν Ὠκεανὸν ἀπὸ ἀνατολῶν χειμερινῶν

παρήκοντα μέχρι δυσμῶν. καὶ ταῦτα μέν τινες. Ἕτεροι δὲ ἀπεναντίας ἥκοντες τοῖς

δοξάζουσι παρωκεανίτας καὶ νοτιωτάτους τοὺς Αἰθίοπας εἶναι, μετάγουσιν αὐτοὺς

τῇ ἱστορίᾳ καὶ κατάγουσιν ἐπὶ τὰ πρὸς τῇ Αἰγύπτῳ τῆς Λιβύης ἔσχατα βόρεια. ὧν

μέμνηται καὶ Ἡρόδοτος, λέγων· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτου. καὶ τούτους εἶναι

φασὶ τοὺς παρ' Ὁμήρῳ Αἰθίοπας. οἷς ἀκολουθῶν καὶ Ἀρίσταρχος, αὐτοὺς νοεῖ

Αἰθίοπας. μεμερισμένους μὲν δίχα, διότι σχίζων τὴν κατ' αὐτοὺς γῆν ὁ Νεῖλος, τοὺς

μὲν ἀφίησι δυτικωτέρους κεῖσθαι. τοὺς δὲ ἀφορίζει πρὸς τὸ ἀνατολικώτερον.

ἐσχάτους δὲ ἀνδρῶν, δηλαδὴ τῶν ἐν τοῖς βορειοτάτοις μέρεσι τῆς Αἰγύπτου τοῖς περὶ

θάλασσαν. καθὰ καὶ 1.12 Αἰσχύλος φησίν· ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. καὶ

αὐτὸς γὰρ τὴν Κάνωβον, ἐσχάτην χθονὸς λέγει ὡς κειμένην βορειοτάτην ἐν τοῖς

πρὸς τῇ θαλάσσῃ μέρεσι Αἰγύπτου. ἀλλ' οὕτω μὲν καὶ οἱ περὶ Ἀρίσταρχον. συντρέχει

δὲ τῇ τοιαύτῃ ἐννοίᾳ, καὶ ὁ εἰπὼν ὅτι ἡ Αἰθιοπία ἐπ' εὐθείας κεῖται τῇ Αἰγύπτῳ στενὴ

καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ μέντοι ἔξω αὐτῆς, ἄνυδρα καὶ σπανίως οἰκούμενα. τὰ

μὲν πρὸς ἕω, τὰ δὲ πρὸς δύσιν κείμενα. ὅθεν καὶ δίχα διῄρηνται οἱ Αἰθίοπες. οἱ μὲν

δυσομένου ἡλίου, οἱ δ' ἀνιόντος. ἔτι σύμφωνα λέγει καὶ ὁ εἰπὼν, Αἰθίοπας τοὺς ὑπὲρ

Αἰγύπτου καὶ Ἄραβας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν. λέγων εὐθύτριχας εἶναι. τοὺς

δὲ ἐκ Λιβύης, τρίχωμα ἔχειν πάντων οὐλότατον. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι, καὶ

ἄλλως δὲ οἱ ἀπὸ τῶν στηλῶν καὶ τῆς ἐρυθρᾶς παραπλεύσαντες τῷ Ὠκεανῷ τὴν

Λιβύην τὰ τελευταῖα χωρία ἐφ' ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν. ὑπὸ

τῆς τοιαύτης οὖν φησὶν ἀκολουθίας ἀχθεὶς καὶ ὁ ποιητὴς ὡς εἰκὸς, δίχα διαιρεῖ τοὺς

Αἰθίοπας. τοὺς μὲν πρὸς ἀνατολὴν, τοὺς δὲ πρὸς δύσιν. Ἔτι δὲ, Αἰθίοπες τὴν Λιβύην

ἐπελθόντες μέχρι δύσεως, οἱ μὲν, αὐτοῦ ἔμειναν, οἱ δὲ, καὶ τῆς παραλίας κατέσχον

πολλήν. ἄλλοι δὲ νοοῦσι τὴν διακεκαυμένην πᾶσαν ζώνην τὴν πρὸς τῷ νότῳ,

κατέχεσθαι ὑπὸ Αἰθιόπων μεσολαβοῦντος τοῦ Ὠκεανοῦ. ἑτέρωθεν δὲ αὐτῆς κεῖσθαι

δύο εὐκράτους. μίαν μὲν, τὴν καθ' ἡμᾶς ἐν τοῖς νοτίοις ἱστορουμένην καὶ

φαινομένην. ἑτέραν δὲ, ἡμῖν ἀνιστόρητον τὴν ἐκεῖθεν ἀντιπέραν τοῦ Ὠκεανοῦ καὶ

ὡς εἰπεῖν, ὑπερνότιον. ὅθεν καὶ τοὺς Αἰθίοπας διχῇ μεμερίσθαι λέγουσιν ὑπὸ τοῦ

τοιούτου Ὠκεανοῦ. εἴς τε τοὺς παρ' ἡμῖν μεσημβρινοὺς Αἰθίοπας ἐσχάτους ὄντας

πρὸς τῷ Ὠκεανῷ, καὶ εἰς τοὺς ὡς εἰκὸς ἀντικρὺ πέραν τοῦ Ὠκεανοῦ. ἐσχάτους καὶ

αὐτοὺς κειμένους ἐν τῇ ἑτέρᾳ εὐκράτῳ τῇ ἀθεάτῳ ἡμῖν. ὁ δὲ λόγος οὗτος εἰ καὶ

πιθανὸς, ἀλλ' οὖν τερατώδης διὰ τὴν μαθηματικὴν ὑπόθεσιν τῆς ἀντιπέραν

εὐκράτου. διὰ ταῦτα τοίνυν τὸ ἔσχατοι ἀνδρῶν, τριχῶς νοεῖται. ἢ διότι

παρωκεανίται κατὰ μεσημβρίαν εἰσὶν οἱ Αἰθίοπες, ὧν ἀοίκητος ἡ ἐπέκεινα διὰ

καύματος ὑπερβολὴν. ἢ ἔσχατοι πρὸς τὰ βόρεια τῆς Αἰγύπτου κατὰ Ἀρίσταρχον. ἢ

κατὰ τοὺς μαθηματικοὺς, ἔσχατοι διὰ τὸ παρ' ἑκάτερα ὡς εἴρηται κεῖσθαι τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

13

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!