18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δεσμοὺς τοιούτους, ὅτε κατὰ τὸν εἰπόντα, πίνει οἶνον ὑπερβολάδην. ὁπηνίκα καί τι

σπουδαῖον εἰ γίνοιτο, σκώπτεται. Αἰσχύλος οὖν ἐν τῷ μεθύειν γράφων ἐπαινετὰς

τραγῳδίας ἤκουσε παρὰ Σοφοκλέους τὸ, ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ὅμως

οὐκ εἰδώς γε ποιεῖς. (ῃερς. 299.) Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται, καὶ ὡς παροιμιῶδες

ἐστὶν ἐπὶ ἀφύκτων κακῶν. (ῃερς. 302.) Πιθανῶς δὲ ὁ Ἥλιος ἑταῖρος πλάττεται τῷ

Ἡφαίστῳ, διὰ τὸ ἐν ἀμφοῖν φωσφόρον. εἰ δὲ καὶ ὁ Ἄρης τὸν ἀλεκτρυόνα ἐν

ἀνθρώποις ὄντα τότε κατάσκοπον εἶχε ταχθέντα μηνύσειν τὴν Ἡφαίστου ἔφοδον, ὁ

δὲ, ὑπνώσας, προὔδωκε τὰς τοῦ Ἄρεος ἐλπίδας, ὅ δ' ὕστερον εἰς πτηνὸν αὐτὸν

ἀπεμόρφωσε, καὶ δηλοῦσιν ἔτι τὴν ἐκείνου στρατιωτικὴν, ὁ λόφος ὁ θυμὸς τὰ

κέντρα κατὰ τὸν γράψαντα ῥήτορα, ἀλλὰ τοῦτο τῆς ὕστερον μυθοποιητικῆς οὐ

σεμνόν ἐστι λάλημα. ἧς πλάσμα, καὶ ὁ ἐν τοῖς μετὰ ταῦτα δηλωθησόμενός που

Γιγγρών, δαίμων φησὶ διακονήσαν τῇ τῆς Ἀφροδίτης μοιχείᾳ. (ῃερς. 305.) Τὸ δὲ

γέγωνε θεοῖσιν, ἀντὶ τοῦ ἐγνώσθη ἐφ' οἷς ἐβόησε. (ῃερς. 307.) Τὸ δὲ ἔργα γελαστὰ,

γράφεται καὶ ἔργ' ἀγέλαστα, ἤγουν οὐκ ἄξια γέλωτος. τοῦτο δὲ πρός γε τὸν

χολούμενον Ἥφαιστον, οἱ γὰρ ἄλλοι γελάσουσιν. Ἰστέον δὲ ὅτι τὸ γελαστὰ καθὰ καὶ

τὸ ἀγέλαστα εἰκὸς γενέσθαι ἀπὸ τοῦ γελῶ γελάζω ἀῤῥήτου θέματος ὁμοίως τῷ, ἀγῶ

ἀγάζω ὅθεν τὸ ἀγαστόν. καὶ ἀποβολῇ τοῦ σίγμα καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ,

ἀγαθόν. ἔτι δὲ καὶ ὡς ἀπὸ τοῦ ἐρῶ διάζω ἐραστὸν καὶ ἐπέραστον, οὗ παθητικὸς

ἀόριστος ἠράσθην. κατὰ τὸ, πειρῶ πειράζω ἐπειράσθην. ἄλλως μέντοι, ἐκ τοῦ ἐράω

ἐρῶ, τὰ ὀνόματα Ἐρατὼ Μούσης ὄνομα καὶ ἐρατὸν καὶ ἐρατεινὸν τὸ ἐπιθυμητόν.

Οὐκ ἐπιεικτὰ δὲ, οἷς οὐκ ἄν τις εἴξῃ ἐπιεικῶς διατεθείς. ἢ τὰ σκληρὰ καὶ μὴ εἴκοντα.

καὶ ἄλλως δὲ εἰπεῖν, γελαστὰ μὲν τοῖς ἄλλοις ἐμοὶ δὲ οὐκ ἐπιεικτά. Τὸ δὲ αἰὲν

ἀτιμάζει, ἐπίτασιν ἀτιμίας δηλοῖ. οὐ γὰρ ποτὲ μὲν ποτέ δ' οὔ, ἀεὶ δέ. (ῃερς. 309.) Τὸ δὲ

ἀΐδηλον Ἄρηα, ἐντρέπει τὴν Ἀφροδίτην. εἰ γὰρ καὶ καλὸς καὶ ἀρτίπους ὁ Ἄρης, ἀλλ'

ἀτιμαστέος αὐτὸς μᾶλλον ὡς ἑκὼν ἀΐδηλος ἤπερ Ἥφαιστος ὁ μὴ 1.301 αἴτιος τοῦ

χωλὸς εἶναι. δῆλον δὲ ὡς ἀείδελος μὲν διὰ διφθόγγου, παρὰ ἐνεστῶτος τὸ, εἴδω.

ἀΐδηλος δὲ, διὰ τοῦ ˉι κατὰ στέρησιν τοῦ ἰδεῖν. (ῃερς. 310.) Τὸ δὲ ἀρτίπος ὅ ἐστιν

ἀρτίπους, διὰ μέτρον ἐξέπεσε τοῦ ˉυ. καθὰ καὶ τὸ, Ἶρις ἀελλόπος. (ῃερς. 311.)

Ἠπεδανὸν δὲ ὁ Ἥφαιστος ἑαυτὸν ὀνομάζει, καὶἄλλως μὲν ἠθικῶς, μάλιστα δὲ διὰ τὸ

ὡς εἰκὸς αἰδεῖσθαι τὴν κατ' αὐτὸν προφέρειν χωλότητα, δι' ἣν κυλλοποδίων λέγεται

ὡς παθὼν ἐπικύλλωμα. ἢ κατακύλλωμα. ὧν ἀμφοτέρων μνησθεὶς Ἀριστοφάνης ὁ

γραμματικὸς, οὐδέτερον αὐτῶν ἀνάττικον εἶναι φησίν. (ῃερς. 312.) Αἴτιος δὲ καὶ νῦν,

ὁ ὑπὸ αἰτίασιν καὶ μέμψιν. Ἐν δὲ τῷ, οἳ μὴ γείνασθαι ὄφελλον, λύπης πάντως ἄκρας

τὸ τοὺς γονεῖς αἰτιᾶσθαι τοῦ τεκέσθαι. (ῃερς. 315.) Τὸ δὲ οὐ μέν σφας ἔολπα μίνυνθα

κειέμεν οὕτως, ἀντὶ τοῦ οὐκ οἶμαι ἐπιθυμεῖν αὐτοὺς κεῖσθαι οὕτως. ὅπερ ἑρμηνεύων

ἐπήγαγε. τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν. ταυτὸν γὰρ τὸ, οὐδ' ἐπολίγον ἔολπα

κειέμεν, καὶ τὸ, ταχὺ οὐκ ἐθελήσουσιν εὕδειν. οὕτω καὶ ἐν τῷ, κακκειόντες ἔβαν,

ἐπιθυμίαν καὶ θέλησιν τοῦ κεῖσθαι δηλοῖ τὸ κείοντες. (ῃερς. 318.) Ἔεδνα δὲ φανερῶς

καὶ ἐνταῦθα, τὰ ἐκ τοῦ νυμφίου τῇ γαμετῇ διδόμενα. (ῃερς. 319.) Τὸ δὲ κυνώπιδος,

ψόγος ὀφθαλμοῦ. ὥσπερ αὖ πάλιν ἔπαινος τὸ, κυανώπιδος. καλῶς ἄρα καὶ ἡ Ἑλένη

κυνῶπιν ἑαυτὴν καλεῖ που ἐφ' οἷς μοιχικῶς ἔδρασεν. (ῃερς. 322.) Ἐριούνης δὲ Ἑρμῆς

ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ ἄγαν ὀνῶν ὅ ἐστιν ὠφελῶν. (ῃερς. 324.) Τὸ δὲ θηλύτεραι

παρέλκειν μὲν δοκεῖ. ἤρκει γὰρ μὲν καὶ μόνον τὸ θεαί. εἴρηται δὲ ὅμως πρὸς

ὁμοιότητα τοῦ, γυναικῶν θηλυτεράων. ὃ ἐῤῥέθη πρὸς σύγκρισιν τῶν ἄλλων θηλέων

ζῴων ἃ οὐχ' οὕτω ἀεὶ πρὸς ἔρωτα ἐκθηλύνονται. καὶ ἄλλως δὲ θηλύτεραι γυναῖκες

κατὰ τοὺς παλαιοὺς, αἱ εὔκαρποι καὶ πολύφοροι. ὅθεν καὶ θῆλυς ἑέρση, ἡ τοῦ

εὐκαρπεῖν καὶ πολυφορεῖν αἰτία. ὅθεν καὶ Καλλίμαχος θηλύτατον πεδίον λέγει, τὸ

πολύγονον. (ῃερς. 325.) ∆ωτῆρες δὲ ἐάων, ἀντὶ τοῦ ἀγαθῶν, περὶ οὗ σαφῶς ἀλλαχοῦ

δεδήλωται ποιητικοῦ ὄντος καὶ οὐκ εὐχρήστου πεζογράφοις ῥήτορσιν. Ὅρα δὲ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

342

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!