18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἑρμηνείαν, καὶ ὅτι ἔσπενδον οἱ παλαιοὶ ἀπὸ τῶν δείπνων ἀναλύοντες, προσιστορεῖ

καὶ ὅτι τὰς τοιαύτας σπονδὰς ἐποιοῦντο Ἑρμῇ, καὶ οὐχ' ὡς ὕστερον, ∆ιὶ τελείῳ. δοκεῖ

γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. Ἔτι ἰστέον καὶ ὅτι ἔχει τις ποτὲ ἀστεϊζόμενος

ἐπιτραπέζια, εἰπεῖν, τὸ, ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας κεράασθε δὲ οἶνον, καὶ ὅτε

τυχὸν γλῶσσαι ταριχευταὶ κελεύονται παρατίθεσθαι. Τάμνετε δὲ γλώσσας, ἀντὶ τοῦ

θύετε. Ἰώνων δὲ ἡ λέξις ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅτι δὲ καὶ ἐκαίοντο αἱ ῥηθεῖσαι

γλῶσσαιμετὰ σπονδῆς δηλοῖ τὸ, γλώσσας δ' ἐν πυρὶ βάλλον ὅ ἐστιν ἐτίθουν.

ἀνιστάμενοι δ' ἐπέλειβον. ὡς δ' ἡ ζωϊκὴ γλῶσσα καὶ μάλιστα ἡ κατ' ἄνθρωπον,

ἀπομερίζει ἑαυτῆς τὴν κατὰ διάλεκτον ὡς τὸ, γλῶσσ' ἐμέμικτο, δηλοῖ καὶ ὁ γράψας

ἐν τῷ περὶ τῶν πέντε διαλέκτων, ὅτι γλῶσσα ἐστὶν, ἰδίωμα διαλέκτου. τὰ δὲ ἐκ τῆς

γλώττης οἷον ἡ γλωσσαλγία. τὸ καταγλώττισμα. αἱ τῶν αὐλῶν γλῶτται. ὁ

ἐγγλωττογάστωρ. καὶ τἄλλα, εἰς κοινὴν χρῆσιν τετρίφαται. Ὅτι δὲ λείβειν, ταυτόν

ἐστι τῷ σπένδειν, δηλοῖ ἐπαγαγὼν εὐθὺς τὸ, αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον

ἤθελε θυμός. τοῦτο δὲ, καὶ πόσεώς ἐστιν αὐτάρκους δηλωτικόν. δῆλον δὲ

πολλαχόθεν, ὡς ταυτόν ἐστι, λείβειν καὶ εἴβειν. καὶ ὡς Ἰώνων καὶ Αἰολέων ἐστὶ τὸ

εἴβειν ἐκ τοῦ λείβειν. καθὰ καὶ τὸ αἰψηρὸς ἐκ τοῦ λαιψηρός. καὶ ὡς ἐκ τοῦ λείβειν

μὲν, λείβηθρα τόπος ὕδασι κατάῤῥυτος χρηστοῖς. οὗ ἐθνικὸν οἱ λειβήθριοι. ἐκ δὲ τοῦ

εἴβειν, εἴβιμος ὁ στάζων. καθὰ καὶ ἐκ τοῦ ἀμείβειν, θηλυκὸν ἡ ἀμειβώ. ἑτεροιουμένη

πρὸς τὴν ἀμοιβὴν καὶ τὰ κατ' αὐτὴν ὅσα τὴν οˉι δίφθογγον ἔχουσιν. Ἰστέον δὲ ὅτι

καὶ δίχα τῆς ἐπὶ ταῖς γλώσσαις σπονδῆς καὶ πόσεως, ἦν τι ποτήριον ὡς ἱστορεῖ Αἴλιος

∆ιονύσιος, ἀγαθοῦ δαίμονος λεγόμενον, τὸ μετὰ ἄρσιν τραπεζῶν προσφερόμενον.

καὶ ἄλλως δὲ ἦν φασὶν ἀγαθὸς δαίμων, ᾧ μετὰ ἄρσιν τραπεζῶν ἔπινον. (ῃερς. 334.)

Ὅτι 1.132 παρακέλευσμα εἰς ὕπνον τὸ, κοίτοιο μεδώμεθα, τοῖο γὰρ ὥρη. δηλοῖ δὲ ὁ

κοῖτος μὲν τὴν κοίτην. αὐτὴ δὲ, τὴν ἀνάκλισιν δι' ἧς ὕπνος περιγίνεται. (ῃερς. 336.)

Ὅτι ἐν τῷ, οὐ δὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἤγουν οὐ χρὴ ἐπὶ μακρὸν ἐν

θυσίᾳ καθῆσθαι καὶ διατρίβειν τὸ συμπόσιον, αἴτιον τοῦ λόγου, εὐλάβεια μὴ καὶ εἰς

κακόν τι ἐξενεχθῶσιν οἱ πίνοντες μεθυσθέντες καὶ τὴν θυσίαν αἰσχύναντες. ἐν μὲν

γὰρ ἑορταῖς εἴθισταί φασι καταπαννυχίζειν. ἐν δὲ θυσίαις, οὐχ' ἥρμοσε διατρίβειν

νύκτωρ πίνοντας, μὴ τοῦ πότου προκόπτοντος συμβῇ τι ἄτοπον. λέγεται δὲ καὶ ὅτι

τοῖς ἐπουρανίοις μεθ' ἡμέραν ἔθυον. διὸ τὰς δειλινὰς θυσίας οἱ μάντεις

παραιτούμενοι, ἀνίσχοντος ἡλίου ἐπετέλουν αὐτάς. Ἀθήναιος δὲ γοργῶς εἰπὼν ὡς

καὶ νῦν δὲ νόμος ἔκ τινων θυσιῶν πρὸ ἡλίου δύνοντος ἀπιέναι, λέγει καὶ ὅτι

διδάσκει ἡμᾶς Ὅμηρος, δεῖν τοὺς κεκλημένους ἐφ' ἑστίασιν, παρακαλεῖν τοὺς

κεκληγότας ἀπανίστασθαι, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον. καὶ Ἀθηνᾶ

προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. εἰσηγουμένη γνωμικῶς, ὡς ἐν θεῶν

ἑορταῖς οὐχ' ὅσιον πλέον χρόνον παραμένειν. (ῃερς. 345.) Ὅτι καὶ ἐνταῦθα τὸ,

καθαπτόμενος ἐπέεσσιν, ἀντὶ τοῦ φιλοφρονούμενος. ὅπερ ἐντελέστερον ἔχει ἐν τῷ,

μαλακοῖς καθαπτόμενος ἐπέεσσιν. (ῃερς. 346.) Ὅτι τὸ, θεὸς τό γ' ἀλεξήσειεν, ὅμοιόν

ἔστι τῷ, μὴ γένοιτο. ὅπερ ἐν ἄλλοις ἐρεῖ, μὴ τοῦτο θεὸς τελέσῃ. Σημείωσαι δὲ ὅτι ὁ

Νέστωρ ἐνταῦθα εἰπὼν, Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἑξῆς, ἐνστατικῶς ἀπείπατο, ἐάσαι

τὸν Τηλέμαχον εἰς τὴν νῆα ἐλθεῖν. Ὁμήρου καὶ τοῦτο καταστήσαντος εὐμεθόδως εἰς

τὸ καὶ πιθανὸν καὶ ἔνδοξον. οὔτε γὰρ ἐχρῆν τοὺς βασιλικοὺς παῖδας ἐάσαι

κοιμηθῆναι ἐπὶ τῶν τῆς νηὸς ἰκρίων ὡς αὐτὸς ἐρεῖ, ἀλλὰ μαλακὰς εὐνὰς

ὑποστρῶσαι εἰς πλούτου ἐπίδειξιν. καὶ τὸν τῆς Ἀθηνᾶς δὲ τεράστιον ἀφανισμὸν ἐν

σχήματι φήνης, ἔδει οὐκ ἐν ἀπανθρώπῳ γενέσθαι τόπῳ, ἀλλ' ἐπὶ πολλῶν καὶ

ἀξιολόγων ἀνδρῶν. οἳ καὶ θαμβήσουσι καὶ ὕλην ἀξίαν λόγου τῷ ποιητῇ δώσουσι. Τὸ

δὲ Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὕτω γὰρ ἡ Ὁμηρικὴ φράσις ἔχει,

ἀρχήν τινα ὑποβάλλει τοῦ ἀλεξίκακον τὸ θεῖον λέγεσθαι. (ῃερς. 348.) Ὅτι ἀνείμονος

ἠὲ πενιχροῦ εἰπὼν εἶτα ἑρμηνεύων τὰς λέξεις, φησίν. ᾧ οὔτε χλαῖναι καὶ ῥήγεα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

150

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!