18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὡς τειρόμενα εἰς γλυφὴν, καθὰ δηλοῖ τὰ τρίγλυφα. καὶ ἡ τερηδὼν τὸ ζωΰφιον ὃ καὶ

ξύλοις ἐμφύεται καὶ ὀστοῖς. καὶ ὁ τέρην. οὗ περ οὐδέτερον μὲν, τέρεν ἢ δάκρυον ἢ

εἴτι ἄλλο. θηλυκὸν δὲ, τέρεινα. οἷον. πάρεισι μόσχων τέρειναι σάρκες. ἤγουν ἁπαλαί.

τοῦ δὲ τείρειν στέρησις ὥσπερ ὁ ἀτειρὴς, οὕτω καὶ τὸ ἀτέραμνον ἤγουν δυσέψητον

ὄσπριον. ἐξ οὗ καὶ ἦθος ἀτέραμνον, τὸ ὠμὸν καὶ ἀνύπεικτον. καὶ ὕδατα δὲ ἀτέραμνα,

τὰ πυκνοῦντα καὶ οὕτω σκληρύνοντα. Φάρεα δὲ, εἰ καὶ ἐν ἄλλοις κοινότερον τὰ

συνεῤῥαμένα εἰς ἔνδυσιν, ἀλλὰ νῦν τὰ σπεῖρα ἔφη. ταυτόν δ' εἰπεῖν τὰ λίνα ὧν χρεία

τοῖς πλέουσι. Τοῦ δὲ τόφρα, σημασίαι φασὶ πέντε. τὸ εὐθέως. τὸ ἕως. τὸ ἡνίκα. τὸ

ὄφρα. καὶ τὸ ἐν τοσούτῳ ὡς ἐνταῦθα. (ῃερς. 237.) Ὅτι τὰ τῆς ναυπηγίας τοῦ

Ὀδυσσέως ἐργαλεῖα ὡς προεῤῥέθη φθάσας ὁ ποιητὴς, χορηγεῖ ἐκείνῳ καὶ ξύλα,

λέγων οὕτως. ἦρχε δ' ὁδοῖο ἡ Καλυψὼ νήσου ἐπ' ἐσχατιῆς ὅθι δένδρεα μακρὰ

πεφύκει. κλήθρη τ' αἴγειρός τε περὶ ὧν καὶ προεγράφη. ἐλάτη τ' ἦν οὐρανομήκης.

αὖα πάλαι, 1.211 περίκηλα. τά οἱ πλώοιεν ἐλαφρῶς. (ῃερς. 243.) Εἶτα τὴν τῆς σχεδίας

κατασκευὴν φράζων ἣν καὶ πολύδεσμον οἶδε καὶ εὐρεῖαν, φησίν. αὐτὰρ ὁ τάμνετο

δοῦρα. θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δ' ἔκβαλε πάντα. πελέκκησέ τε ὡς προσεχῶς

ἐῤῥέθη. καὶ ἔξεσε. καὶ πρὸς στάθμην ἴθυνε. καὶ τερέτροις τέτρηνε πάντα ὡς καὶ αὐτὸ

ἐγράφη. καὶ ἥρμοσεν ἀλλήλοις. (ῃερς. 248.) ὃ καὶ διασαφῶν, ἐπάγει. γόμφοισι δ' ἄρα

τήν γε καὶ ἁρμονίῃσιν ἄρῃρεν. οἷς ἐπαγαγὼν κατὰ τρόπον ἐπεμβολῆς τὸν κοαρὸν δι'

οὗ ἀπηρτίσθη τὸ ἔργον οἷα ἑρμηνεῦσαι θέλων οὕτω τὸ, θοῶς δέ οἱ ἤνυτο ἔργον. καὶ

εἰπὼν ὅτι ὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης εὖ εἰδὼς

τεκτοσυνάων, τόσσον ἐπ' εὐρείην σχεδίην ποιήσατ' Ὀδυσσεὺς, ἐπιφέρει τὰ ἑξῆς τῆς

κατασκευῆς ὡς ἐξ ὑπαρχῆς, καὶ φησίν. (ῃερς. 252.) ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι

σταμίνεσσι, ποίει. ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα, ἐν δ' ἱστὸν ποίει καὶ

ἐπίκριον ἄρμενον αὐτῷ. πρὸς δ' ἄρα πηδάλιον ποιήσατο ὄφρ' ἰθύνῃ. φράξε δέ μιν

ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι. κύματος εἶλαρ ἔμεν. πολλήν δ' ἐπεχεύατο ὕλην, τόφρα

δὲ φάρεα ἔνεικεν ἤγουν ἤνεγκε Καλυψὼ ἱστία ποιήσασθαι. (ῃερς. 258.) ὅδ' εὖ

τεχνήσατο καὶ τὰ, οἷα δηλαδὴ πολυμήχανος. ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ'

ἐνέδησεν ἐν αὐτῇ. ἃ δηλαδὴ καὶ αὐτὰ ἡ Καλυψὼ ἤγαγε σιωπηρῶς. μοχλοῖσι δ' ἄρα

τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ἐξ οὗ καὶ μηχανικὸν σοφὸν σημειωτέον πλάττεσθαι

τὸν Ὀδυσσέα παρὰ τῷ ποιητῇ. τοιαύτης γὰρ ἐπιστήμης εὕρημα τὰ μοχλευτικά. καὶ

οὕτω μὲν ἡ σχεδία ἐκπεπόνηται τῷ σοφῷ ἀρχιτέκτονι ποιητῇ. (ῃερς. 262.) ὃς καὶ τὸν

καιρὸν σαφέστατα φράζων τῆς τοῦ ἔργου ἀπαρτίσεως, φησί. τέτρατον ἦμαρ ἔην, καὶ

τῷ τετέλεστο ἅπαντα. τῷ δ' ἄρα πέμπτῳ, πέμπεν ἀπὸ νήσου αὐτὸν ἡ Καλυψώ. (ῃερς.

238.) τὰ δέ γε πρὸς μέρος τοῦ χωρίου τούτου, ἔχουσιν οὕτω. Ἐπ' ἐσχατιᾶς μὲν ὅ ἐστιν

ἐπὶ ἐσχάτων μερῶν τῆς νήσου εἰσὶ τὰ τμηθησόμενα ξηρὰ δένδρα, διὰ τὸ τὰ ἐγγὺς τοῦ

σπηλαίου ἐπιλιπεῖν τῇ συχνῇ πρὸς τὸ πῦρ χρήσει. Τὸ δὲ μακρὰ δένδρεα, τεχνικῶς

κεῖται. τὰ τοιαῦτα γὰρ εἰς ναυπηγίαν χρήσιμα. προϊὼν δὲ, δοῦρα ταῦτα φησίν. ἐν δὲ

τοῖς ἑξῆς, δούρατα μακρά. Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι τὰ μὲν

καρποφόρα δένδρα οἷον ὄχνας καὶ ῥοιὰς καὶ μηλέας, καλὰ προσαγορεύει ὁ ποιητής.

μακρὰ δέ, τὰ εἰς ξυλείαν εὔθετα, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων. (ῃερς. 239.)

Τὴν δὲ ἐλάτην οὐρανομήκη φησὶν, ὑπερβολικῶς διὰ τὸ πάνυ πολὺ τοῦ ὕψους,

συντερατευόμενος τῷ μύθῳ. ὃς τὴν μηκίστην ἐλάτην ἐκείνην, εἰς τὸ φυτὸν τοῦτο

μεταβάλλει τὴν τῶν ἀλοειδῶν ἀδελφὴν, πενθοῦσαν ἐπὶ τῷ ῥηθησομένῳ ἐν τοῖς ἑξῆς

ὀλέθρῳ τῶν ἀδελφῶν. Ἰστέον δὲ ὅτι ταυτὸν τὸ, ἐλάτη οὐρανομήκης, καὶ ἐπίτυς

βλωθρὴ, ὅ ἐστι μολοῦσα εἰς αἰθέρα. διὸ ἐλάτας βλωθρὰς λέγει Ὀππιανὸς, ὡς ταυτὸν

ὂν τῷ, οὐρανομήκης. (ῃερς. 240.) Τὸ δὲ αὖα πάλαι περίκηλα, ταυτὸν μὲν ἐκ

παραλλήλου δηλοῦσι. τὸ δὲ χρήσιμον αὐτῶν, ἵνα κατὰ τὸν ποιητὴν πλώοιεν

ἐλαφρῶς. ὃ πρὸς ὁμοιότητα ἐῤῥέθη τοῦ τρέχειν ἐλαφρῶς. ἐπὶ ἐμψύχων γὰρ κυρίως

τὸ ἐλαφρόν. ἐπεὶ καὶ ἀπὸ τῆς ἐλάφου παραχθὲν συγκέκοπται. Τὸ δὲ πάλαι, τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

240

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!