18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γράψας οὐκ Ἀχαιΐδα μόνον,καὶ τὰ ἑξῆς. τάχα δὲ ἡ Πηνελόπη οὐκ ἀφελῶς οὕτως

ἐλάλησεν, ἀλλὰ τὸ ἐκ βαρβάρων κλέος οὔτε εὐρὺ οὔτε σεμνὸν ἡγουμένη, τὴν

Ἑλληνικὴν τῷ ἀνδρὶ μόνην ἐπεμαρτύρατο εὔκλειαν. καὶ ταῦτα μὲν οὕτω. Πηνελόπη

δὲ λέγεται, ἢ παρὰ τὸ πένεσθαι περὶ λόπος. λόπος δὲ ἐστὶν ὕφασμα λεπτὸν κατὰ

κρομύου λοπὸν ὅ φησιν ὁ ποιητὴς, ἐξ οὗ κατὰ ἔκτασιν, λώπιον. καὶ ὁ ἐπιβουλεύων

αὐτῷ λωποδύτης. ἢ παρὰ τὸ πηνίον ἑλεῖν. πηνίον δέ ἐστιν, ὁ μίτος. ἐξ οὗ καὶ

χρυσεοπήνιτον ἄμφιον. καὶ ἐκπηνίζω ῥῆμα παρὰ τῷ κωμικῷ, καὶ ἐκπηνιεῖται ὅ ἐστι

μηρύσεται. καὶ κατὰ Παυσανίαν, ἐξειλήσει εἰς πηνίον. καὶ ἔστι κατὰ τὴν

ἐτυμολογίαν ταύτην τὸ Πηνελόπη, κλῆσις ἱστουργῷ γυναικὶ πρέπουσα. τὸ μέντοι

διαπηνικίζειν ὅ ἐστι διακεφαλαιοῦν καὶ ἀπατᾶν, οὐκ ἐντεῦθέν ποθεν παρῆκται, ἀλλ'

ἀπὸ τῆς πηνήκης ἣ περικεφαλαίαν δηλοῖ περίθετον ἐκ τριχῶν. οὐ μόνον γυναιξὶν

ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσι χρηστὴν οἳ τριχῶν ἐψίλωνται. γίνεται δὲ ἡ

τοιαύτη πηνήκη, κατὰ τροπὴν παρὰ τὴν φενάκην ἐπειδὴ φενακίζει τοὺς ὁρῶντας.

καὶ τοῦτο μὲν, τοιοῦτον. τὴν δὲ Πηνελόπην, ∆ίδυμος φησὶν Ἀμειράκην ἢ Ἀρνακίαν

κυρίως καλεῖσθαι. Ναυπλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ τὴν τοῦ υἱοῦ

Παλαμήδους ποινὴν, ὑπὸ πηνελόπων ὀρνέων σωθεῖσαν ὧν ἡ εὐθεῖα πηνέλοψ, οὕτω

μετονομασθῆναι. (ῃερς. 347.) Ὅτι τὸ φθονεῖν κἀνταῦθα, ἐπὶ κωλύσεως καὶ μέμψεως

τίθεται. φησὶ γάρ. τί φθονέεις ἐρίηρον ἀοιδὸν, τέρπειν ὅπῃ οἱ νόος ὄρνυται; καὶ ἐν

τοῖς ἑξῆς δὲ, ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις εὑρεθήσεται. οὕτω καὶ Εὐριπίδης

νοῶν, φησίν. ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε. φθόνον

γὰρ, τὴν μέμψιν λέγει. καὶ Ἑρμογένης δὲ, ἀνεπίφθονόν που φησὶ τὸ ἄμεμπτον. Τὸ δὲ

ἐρίηρος, δηλοῖ μὲν τὸν ἐναρμονίως ᾄδοντα, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. μετηνέχθη δὲ

καὶ εἰς φιλίαν, ὅθεν ἐρίηρες ἑταῖροι λέγονται. ἀπὸ δὲ τοῦ ἀρῶ, καὶ ἄρος τὸ ὄφελος

παρ' Αἰσχύλῳ ἐν Ἰκέτισι. βρότεος ἄρος, ἄτα. ἤτοι τὸ εὖ τῶν βροτῶν καὶ τὸ ὄφελος,

ἄτη ἐστίν. (ῃερς. 349.) Ὅτι τὸ, οὐ δὴ ἀοιδοὶ αἴτιοι ἀλλά ποθι Ζεὺς αἴτιος, ἀντὶ τοῦ οὐ

κεῖνται ὑπὸ αἰτίωσιν οἱ ἀοιδοὶ, τὰς δυσπραγίας τῶν ἀνθρώπων ᾄδοντες. οὐ γὰρ διότι

αὐτοὶ ᾄδουσι, διατοῦτο τοιῶσδε ἀπέβη τὰ πράγματα. ἀλλὰ ἔμπαλιν τοιῶσδε

συμπεσόντα, οἱ ἀοιδοὶ ᾄδουσι. καὶ ἔστιν ὅμοιον τούτῳ, καὶ τὸ Σοφόκλειον. τὸ, τὰ

ἔργα τοὺς λόγους εὑρίσκεται. 1.66 Ἰστέον δὲ ὅτι αἴτιον ἀεὶ παρ' Ὁμήρῳ, τὸ τὴν

αἰτίαν τοῦ γινομένου ἔχον. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶὑπευθύνων τὴν λέξιν τιθέασιν

ὡς δηλοῖ ὁ γράψας τὸ, αἴτιος ὁ γράψας αἴτια Καλλιμάχου, ἤγουν ὑπεύθυνος καὶ

κολάσεως ἄξιος. (ῃερς. 350.) Ὅτι ἁρμόσει ἐπὶ θεοῦ ἢ βασιλέως εἰπεῖν τὸ, ὃς δίδωσιν

ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τῷ τῶν

ἀνδρῶν ὀνόματι, καὶ τὸ θῆλυ γένος συνυπακούεται. καὶ ὅτι ἀλφησταὶ κοινῶς, οἱ

ἄνθρωποι ὡς ἐφευρετικοὶ καὶ ἐπινοητικοὶ τεχνῶν τε καὶ μηχανῶν καὶ βουλευμάτων

καὶ ἑτέρων ὧν τοῖς ἀλόγοις οὐ μέτεστιν. ἀλφῶ γὰρ τὸ εὑρίσκω. ἐξ οὗ τὸ ἀλφαίνειν

παράγωγον, καὶ τὸ τιμαλφεῖν. καὶ τὸ τιμαλφές. τούτου ὁ μέλλων, οὐ μόνον ἀλφήσω

ἐξ οὗ ἀλφηστὴς, ἀλλὰ καὶ ἀλφέσω, ἐξ οὗ ἀλφεσίβοιαι. ὡς δὲ καὶ ἰχθύων ὄνομα οἱ

ἀλφησταὶ, ἱστόρηται. διὸ πρὸς διαστολὴν ἴσως ἔγραψεν Ὅμηρος, τὸ ἀνδράσιν

ἀλφηστῇσιν. Ὅρα δὲ καὶ τὸ ἑκάστῳ ὅπως ἐπιμεριστικόν ἐστι πλήθους καὶ

διαιρετικὸν τοῦ καθόλου εἰς μερικόν. εἰπὼν γὰρ ἀνδράσι πληθυντικῶς, ἐπάγει.

ἑκάστῳ. ἴδε δὲ καὶ τὴν τάξιν καινοτέραν οὖσαν. ἡ μὲν γὰρ συνήθεια φησὶν ἀνδρῶν

ἑκάστῳ, οὗτος δὲ φησὶν ἀνδράσιν ἑκάστῳ. ὡς ταυτὸν ὂν ἀνδράσι πληθυντικῶς καὶ

ἑκάστῳ ἑνικῶς, διὰ τὴν τοῦ πλήθους εἰς τὰς οἰκείας μονάδας ὅλας διαίρεσιν. (ῃερς.

351.) Ὅτι κατὰ τὸ, οὐ νέμεσις τοιῇ δ' ἀμφὶ γυναικὶ μάχεσθαι ὡς καὶ ἐν Ἰλιάδι κεῖται,

φησὶ καὶ ἐνταῦθα τούτῳ δ' οὐ νέμεσις ∆αναῶν κακὸν οἶτον ἀείδειν. ἤγουν τὴν

Ἑλληνικὴν κακοτυχίαν. (ῃερς. 352.) Ὅτι γνωμικῶς λέγει τὸ, ταύτην ἀοιδὴν μᾶλλον

ἐπικλείουσιν ἄνθρωποι ἥ κεν ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. παράδειγμα δὲ τοῦ

λόγου, καὶ Ἀθηναῖοι. οἷς ἀεὶ ἔφεσις ἦν καινόν τι ἀκούειν. Καὶ ὅρα τὸ, μᾶλλον. καὶ τὸ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

75

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!