18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοῦ λˉα ἐκτεταμένου μένοντος, ἐκταθήσεται τὸ ρˉο συνήθως διὰ τῆς ὀξείας. ὡς καὶ

ἐν τῷ, Τηλέμαχ' οὔτις σεῖο κακοξεινότερος ἄλλος. (ῃερς. 351.) Τὸ δὲ, κεῖνον ὀϊομένη,

ἀντὶ τοῦ ἐλπίζουσα. ὃ ταυτόν ἐστι τῷ, νομίζουσα ἐλθεῖν. (ῃερς. 353.) Ὅτι ἐφοδίων

συσκευῆς φραστικὸν τότε οἶνον ἀφύσσειν ὡς πρὸ βραχέων ἐγράφη, καὶ τὸ, τόσους

ἔμπλησον ἀμφορεῖς, καὶ πώμασιν ἄρσον ἅπαντας. ὅπερ ἐστὶ περίφρασις τοῦ

πωμάζειν. καθ' ὁμοιότητα λεχθὲν τοῦ, ἄγγεσιν ἄρσον ἅπαντα. ἐν δέ μοι ἄλφιτα

χεῦον ἐϋῤῥαφέεσσι δοροῖσι. περὶ ὧν πρὸ ὀλίγων ἐγράφη. τόσα δ' ἔστω μέτρα

μυληφάτου ἀλφίτου ἀκτῆς. περὶ οὗ καὶ αὐτοῦ εἴρηται οὐ πρὸ πολλῶν. Τηλεμάχου δὲ

καὶ ταῦτα. ὃς τοὺς μὲν ἀμφιφορεῖς τοῦ οἴνου, εἰς δώδεκα μετρεῖ. τὰ δὲ μέτρα τοῦ

ἀλφίτου, εἰς εἴκοσιν. (ῃερς. 356. σθθ.) Ἀσφαλιζόμενος δὲ αὐτὸς καὶ ἐπισπεύδων τὴν

γραῖαν μαῖαν, ἐπάγει. αὐτή δ' οἴη ἴσθι. τάδ' ἀθρόα πάντα τετύχθω. ἑσπέριος γὰρ ἐγὼν

αἱρήσομαι. ὅτε δηλαδὴ τὴν μητέρα λήσεται κοίτου μεδομένην ἐν ὑπερῴοις. ὅ ἐστιν,

ἐπὶ ὕπνῳ κοιταζομένην. προϊὼν δὲ, καὶ ὅρκον τῆς γραὸς λαμβάνει μὴ τάδε

μυθήσασθαι τῇ μητρὶ πρίν γ' ὅτ' ἂν ἐνδεκάτη τε δυωδεκάτη τε γένηται. ἢ αὐτὴν

ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι. τότε γὰρ, οὐ ψευστέον τῇ δεσποίνῃ. διὰ τί δὲ

ταῦτα; ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. Καὶ ἡ γραῦς ἡ καὶ ὀλοφυραμένη

καὶ κωκύσασα ἐπὶ τῇ ἀποδημίᾳ τοῦ τροφίμου δεσπότου, πείθεται. καὶ θεοῦ μέγαν

ὅρκον ἀπόμνυσιν ὡς ἀπῃτήθη. βιωτικὰ δὲ καὶ ταῦτα τοῦ ποιητοῦ καὶ κοινωνίας

ἀνθρώπων συστατικά. (ῃερς. 354.) Ὅρα δὲ τὸ ἄλφιτα χεῦον, ὡς καὶ κατωτέρω πάλιν

ἄλφιτα χεῦε, καθ' ὁμοιότητα ῥηθὲν τοῦ, τύμβον χεῦε, καὶ τῶν τοιούτων. ἐπεὶ καὶ

χοῶδες οἷον τὸ ἄλφιτον, καὶ διατοῦτο χυτὸν καὶ αὐτὸ, καθὰ καὶ ἡ χυτὴ γῆ. Τὸ δὲ

δοροῖσιν οἵου γένους ἐστὶν, οὐ πάνυ δῆλον. ἔστι δὲ πάντως ταυτὸν, δοροῖς εἰπεῖν

ποιητικῶς. ἔτι δὲ καὶ κωρύκοις. καὶ κοινότερον, θυλάκοις. ὧν χρῆσις πολλὴ κατά τε

τὸ ἁπλοῦν, καὶ κατὰ τὸ ὑποκοριστικὸν δὲ, οὐδὲν ἧττον. οἷον. πτίσσε πτίσσε τὸν

Ἀναξάρχου θύλακον. καὶ πάλιν. φιλοσοφίας ὄφελος τὸ, μηδὲν ἡγεῖσθαι δεινὸν

ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρευλλίων, ἤγουν τοῦ σώματος. οὕτω δὲ πάντως

νοεῖται καὶ ὁ τοῦ Ἀναξάρχου θύλακος. (ῃερς. 355.) Μέτρα δὲ ἀλφίτου λέγεσθαι,

καινὸν οὐδὲν, εἴγε καὶ οἴνου μέτρα φασὶν οἱ πολλοί. καθ' ὁμοιότητα τοῦ, εἴκοσι

μέτρα ὕδατος. ὅπερ ἐν τοῖς περὶ Κύκλωπος κεῖται. ὥστε τὸ μέτρον, ἐπί τε ξηρῶν ἐπί

τε ὑγρῶν λέγεται. Ἀκτὴ δὲ ἀλφίτου, ἡ δωρεὰ κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ

προάγεσθαι ἢ προσάγεσθαι. ἢ τὸ κλάσμα, παρὰ τὸ ἄγω τὸ κλῶ. οὗ ἔμφασιν ἔχει οὐ

μόνον τὸ ἄλφιτον ὡς προεδηλώθη, ἀλλὰ καὶ τὸ μυλήφατον. ὃ δηλαδὴ κλᾶται ὑπὸ

μύλης. ἔστι γὰρ ἡ τοῦ μυληφάτου παραγωγὴ, ὁμοία τῇ τοῦ προσφάτου νεκροῦ καὶ

ἀρηϊφάτου καὶ τῶν τοιούτων. εἴρηται δὲ περὶ τούτου κρεῖττον ἐν τοῖς εἰς τὴν

Ἰλιάδα. ἐν ᾗ καὶ ∆ήμητρος ἀκτὴ ἐῤῥέθη που μετωνυμικῶς. ὡς γὰρ μετωνυμία ἦν,

εἰπεῖν ἀντὶ πυρὸς Ἥφαιστον τὸν ἐπιστατοῦντα τῷ πυρὶ, οὕτω μετωνυμικόν ἐστι καὶ

τὸ ἀντὶ ἀλφίτου ἀκτῆς, εἰπεῖν ἀκτὴν ∆ήμητρος ἣ τῶν ἀλφίτων αἰτία ἐστί. κατὰ

τοιοῦτον τρόπον, καὶ τὸν ἄρτον Ὀππιανὸς ∆ήμητραν λέγει ἐν τῷ, τυρὸν ὁμοῦ

∆ήμητρι μεμιγμένον. Ἰστέον δὲ ὅτι τὸ, ἀλφίτου ἀκτῆς, θηλυκοῦ οἶδε γένους τὴν

ἀκτήν. ὅθεν οὐδὲ εὐοδοῦται ὁ ἐν Ἡσιόδῳ τὸ ∆ήμητρος ἀκτὴν, κατὰ γένος νοήσας

ἀρσενικόν. (ῃερς. 357.) Τὸ δὲ ἑσπέριος αἱρήσομαι, ἀντὶ τοῦ λήψομαι, εἰ καὶ ἄλλως

τὴν λέξιν οἱ μεθ' Ὅμηρον ἐπὶ βουλήσεως τίθενται. (ῃερς. 375.) Τὸ δὲ ποθέσαι ἀντὶ

τοῦ ποθῆσαι, δοκεῖ μὲν ποιητικὸν, ἔστι 1.104 δὲ ἀληθῶς Ἀττικόν. εἴγε καὶ Πλάτων ἐν

τῷ περὶ ψυχῆς, φησὶ, παρεσκευασάμην ὡς οὐκέτι ποθέσων 1.104 ἄλλο εἶδος αἰτίας.

λέγεται τοίνυν ἑκατέρως, καὶ ποθῆσαι καὶ ποθέσαι. ἀφ' οὗ καὶ ἀπόθεστος κύων ἐν

τοῖς ἑξῆς, ὁ ἠμελημένος καὶ ἀπόθητος. Ἐνταῦθα δὲ καὶ σχήματός ἐστι καινότης. ἦν

γὰρ εἰπεῖν τὸν ποιητὴν οὕτω. πρίν γ' ὅτ' ἂν τοσήδε ἡμέρα γένηται ἢ αὐτὴ ποθέσῃ καὶ

ἀφορμηθέντος ἀκούσῃ. ὁ δὲ ἀσυνήθως ἐσχημάτισε διὰ τὴν τοῦ πρὶν ἐπιῤῥήματος

δύναμιν. ὅπερ μετὰ μὲν τοῦ ὅτ' ἂν ὁριστικῷ συντάσσεται ῥήματι. οἷον. πρὶν ὅτ' ἂν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

118

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!