18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πέφρασται. Ἰώνων γὰρ, ἡ πολύς. ὡς καὶ τὸ, θῆλυς ἑέρση. (ῃερς. 709.) Ἰστέον δὲ ὅτι

τὸ, περόωσι πουλὺν ἐφ' ὑγρὴν, ἔοικε πρὸς τὴν τροπὴν εἰρῆσθαι τοῦ, αἵθ' ἁλὸς ἵπποι

ἀνδράσι γίνονται. ὠκύτατον γὰρ καὶ ἵππος ἐν ζῴοις, καὶ πολλὴν ἔχων περιϊέναι γῆν

ὠκυπορῶν, διὸ καὶ Ἡλίῳ ἀνάκειται. ὡς ταχυτάτῳ φασὶ, ταχύτατος. (ῃερς. 712.) Ὅτι

ἀμφιβάλλων πῶς ἐπεχείρησέ τις παραβόλῳ ἔργῳ, εἴποι ἂν τὸ, οὐκ οἶδ' εἴ μιν θεὸς

ὤρορεν ἠὲ καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ποιῆσαι τόδε. ὁ Ὁμηρικὸς δὲ Μέδων τοῦτο

περὶ Τηλεμάχου φησὶ πάνυ καλῶς, εἰς ἀλληγορίας αἴνιγμα, μυθικῶς μὲν γὰρ, Ἀθηνᾶ

ὤρινεν αὐτόν. ἀληθῶς δὲ, οἴκοθεν ἐφωρμήθη ἀποπλεῦσαι. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα

τὸ ὤρορε, μετάθεσιν αὐξήσεως ἔπαθε διὰ μέτρου ἀνάγκην. (ῃερς. 714.) Ὅτι ἐν τῷ, ἢ

νόστον ἢ ὅν τινα πότμον ἐπέσπε, περιφραστικῶς ὁ λόγος ἀντὶ τοῦ, ἢ νόστον ἢ

θάνατον. (ῃερς. 716.) Ὅτι πολλὴν γυναικὸς ἀδημονίαν δηλοῖ ἐπὶ λύπῃ μεγάλῃ τὸ,

τήν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον. οὐδ' ἂρ ἔτι ἔτλη δίφρου ἐφέζεσθαι, πολλῶν

κατὰ οἶκον ἐόντων. ἀλλ' ἂρ ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο οἴκτρ'

ὀλοφυρομένη. (ῃερς. 7.) Περὶ δὲ δμωαὶ μινύριζον πᾶσαι ὅσαι κατὰ δώματ' ἔσαν νέαι

ἠδὲ παλαιαί. Καὶ ὅρα καὶ νῦν τὸ τῶν γυναικῶν φίλοικτον. συγκλαίουσι γὰρ τῇ

δεσποίνῃ αἱ δμωαί. καὶ τὴν αἰτίαν σιγήσας ὁ ποιητὴς, ἀφίησι νοεῖν, ὡς φιλοῦσαι τὴν

δέσποιναν κοινοῦνται τὸν θρῆνον. (ῃερς. 722.) διὸ καὶ αὐτὴ οὕτως αὐτὰς προσφωνεῖ.

κλῦτε φίλαι καὶ τὰ ἑξῆς. ἀπᾷδον δὲ οὐδὲν, φίλας κληθῆναι τὰς εὔνους θεραπαινίδας,

εἴγε διὰ τὴν δεσποτικὴν εὔνοιαν καὶ ὁ δοῦλος Εὔμαιος, δῖος ἐν τοῖς ἑξῆς ῥηθήσεται.

ἐλεινὸς δὲ ὁ πρὸς τὰς δουλίδας οὗτος λόγος. οἱ γὰρ διὰ δυστυχίαν καταβαίνοντες ἐκ

τοῦ ἀξιωματικοῦ εἰς τὸ ταπεινὸν, πολὺν ἐκ τῶν ἀκροατῶν ἴσχουσιν ἔλεον. καὶ νῦν

μὲν, φίλας ἔφη τὰς δμωὰς ἡ δέσποινα. ὅτε δὲ καὶ προϊοῦσα κατ' αὐτῶν ἀγανακτεῖ,

ἀρκεῖται εἰποῦσα, σχέτλιαι οὐδ' ὑμεῖς ἐν φρεσὶν ἔθεσθε, καὶ τὰς ἑξῆς. Ἔνθα καὶ

σημείωσαι ὅτι τὸ οὕτω διατίθεσθαι ὡς σχέτλιον τινὰ λέγειν, τοῦτό ἐστι τὸ

σχετλιάζειν. (ῃερς. 716.) Ἰστέον δὲ καὶ ὡς εἴποι ἐκ τοῦ ˉα ἐπιτατικοῦ καὶ τοῦ χῶ τὸ

χέω γίνεται ἄχος ἡ ἄγαν δηλαδὴ σύγχυσις τῆς ψυχῆς, ἔχοι ἄν τι ἐτυμολογίας καὶ

παρηχήσεως, τὸ, ἄχος ἀμφεχύθη. (ῃερς. 717.) ∆ίφρος δὲ, οὐ μόνον ὁ τοῦ ἅρματος,

ἀλλ' ἰδοῦ καὶ θρόνου κατ' οἶκον εἶδος ἐοικὸς ἴσως τῷ τοῦ ἅρματος δίφρῳ. ἔχει δέ

ποτε καὶ εὐτέλειαν ὁ τοιοῦτος. Εὔμαιος οὖν ἐν τοῖς ἑξῆς, δίφρον εἷλεν ἔνθα δαιτρὸς

ἐφῖζε κρέα πολλὰ δαιόμενος. καὶ τῷ Ὀδυσσεῖ δὲ, ἡ Εὐρηνόμη 1.190 δίφρον ἔφερε καὶ

κῶας ἐπ' αὐτοῦ. Ἐν δὲ παλαιῷ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ, σκολύθρια, διφρία

βραχέα. καὶ ἄλλως δὲ, σκόλυθρα, διφρία ταπεινά. καὶ ἔστι τὸ μὲν διφρίον ἐκεῖ, ὡς

γένος. τὸ δὲ σκόλυθρον ἢ σκολύθριον, ὡς εἶδος. ἡ δὲ χρῆσις αὐτοῦ ἀναφέρεται εἰς

Πλάτωνα ἐν Εὐδυδήμῳ. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ, καὶ ὅτι περιπαθὲς τὸ

ἐπεισόδιον, εἰ τὸν Ὀδυσσέα θρηνοῦσα ἡ Πηνελόπη, τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν

προσλάβοι. Τὸ δὲ πολλῶν κατὰ οἶκον ἐόντων, ἁπλῶς οὕτω παρενετέθη πρός τε

ἀναπλήρωσιν στίχου, καὶ πολυκτημοσύνης ἔνδειξιν. (ῃερς. 718.) Τὸ δὲ ἐπ' οὐδοῦ ἷζεν

οὐ μακρὰν μέν ἐστι τοῦ χαμᾶζε καθεσθῆναι. προσφυῶς δὲ ἔχει τῇ πενθούσῃ ἐπὶ τῇ

ἐξόδῳ τοῦ υἱοῦ καὶ ἐθελούσῃ τὴν αὖθις ἐκείνου εἴσοδον. (ῃερς. 719.) Τὸ δὲ

μινυρίζειν, καὶ ἀλλαχοῦ ἐδηλώθη ἐπὶ ὑφειμένου κλαυθμοῦ τίθεσθαι, ὡς ἀπὸ τοῦ

μινυὸν ὃ δηλοῖ τὸ μικρόν. (ῃερς. 7.) Τὸ δὲ νέαι ἠδὲ παλαιαὶ, πρὸς ἑρμηνείαν ἐπῆκται

τοῦ πᾶσαι. (ῃερς. 722.) Ὅτι γυνὴ πενθοῦσα καὶ ἐπὶ ἀνδρὸς ἀγαθοῦ ἀπωλείᾳ καὶ ἐπὶ

ὁμοίῳ φόβῳ τῷ περὶ παιδὸς, εἴποι ἂν τῶν Ὁμήρου ταῦτα. περὶ γάρ μοι Ὀλύμπιος

ἄλγεα δῶκεν ἐκ πασέων ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ' ἐγένοντο. ἡ πρὶν μὲν, πόσιν

ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον. ἐσθλόν. τοῦ κλέος

εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. νῦν δ' αὖ, παῖδ' ἀγαπητὸν ἀκλέα ἐκ μεγάρων

κίνδυνος ὀλέσθαι. Πηνελόπης δὲ λόγοι ταῦτα, σοφώτερον ἐπαινούσης ἄρτι τὸν

ἄνδρα ἤπερ ὅτε τὸν ἕνα μόνον εἶπε στίχον τὸ, οὗ κλέος εὐρὺ καὶ ἑξῆς. (ῃερς. 724.) Τὸ

δὲ θυμολέοντα, κάλλιον εἶπεν αὐτὴ, ἤπερ ὁ Μενέλαος λέοντι τὸν Ὀδυσσέα φθάσας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

216

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!