18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, τί ποτε ὦ δύστηνε λιπὼν φάος Ἠελίοιο ἤλυθες

ὄφρα ἴδῃς νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλ' ἀποχάζεο βόθρου. ἄπισχε φάσγανον ὀξὺ,

αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. (ῃερς. 92.) Ἁρμόττει δὲ τὸ, τί ποτε λιπὼν

Ἥλιον ἦλθες καὶ ἑξῆς ὁ στίχος ὅλος, ῥηθῆναι ὅτε τις ἀγαθοῦ τόπου φαῦλον

ἀλλάξεται. Ἰστέον δὲ ὅτι συχνὰ ὁ ποιητὴς ἀπορεῖ περὶ τῆς εἰς Ἅιδην καθόδου τοῦ

Ὀδυσσέωςδιὰ τὸ ἄγαν μυθῶδες. ἐνταῦθα μὲν γὰρ ὁ Τειρεσίας ἔφη· τί δή ποτε ὦ

δύστηνε, καὶ τὰ ἑξῆς. Ὀδυσσεὺς δὲ πρὸ τούτου ἐπέστησεν ὅτι εἰς Ἅιδην οὔπω τις

ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μήτηρ Ἀντίκλεια ἐν τοῖς ἑξῆς ἐρωτᾷ· τέκνον ἐμὸν, πῶς

ἦλθες ὑπὸ ζόφον; καὶ Ἀχιλλεὺς ὁμοίως· σχέτλιε, πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν; ἔνθα

καὶ τὸ τοῦ πράγματος ἀναιδὲς ἐπισημαινόμενος ὁ ποιητὴς φησί· σχέτλιε τίπτ' ἔτι

μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; δηλῶν, ὡς καὶ ἄλλα μὲν ἐτόλμησε περὶ Ὀδυσσέως

τερατεύσασθαι, τοῦτο δὲ τῶν ἄλλων τὸ τερατωδέστερον. Χρύσεον δὲ σκῆπτρον

φανταστικῶς μὲν ὁ μῦθος τῷ Τειρεσίᾳ δίδωσι. τιμᾷ δὲ ὅμως αὐτὸν διὰ τὸ εἰσάγαν

μαντικόν. ἀμύμονα γοῦν μάντιν αὐτὸν μετ' ὀλίγα ἐρεῖ. εἰκασθήσεται δὲ τοιούτῳ

παραδείγματι ὁ πρὸς μόνην φαντασίαν κιβδήλως χρυσοφορῶν, ὥσπερ καὶ ὁ ἀξιῶν

μὴ φόβον ἔχειν ποθὲν, ἵνα μεγάλα βλάπτοι, δοκοίη ἂν καὶ αὐτὸς λέγειν τῷ νόμῳ,

ἄπισχε φάσγανον ὀξὺ αἵματος ὄφρα πίω, ἤγουν μή με ἐκφόβει ἵνα ἀδεῶς βλάπτοιμι.

(ῃερς. 99.) Ὅτι νόστου δυσχέρειαν δηλοῖ τὸ, νόστον δίζηαι μελιηδέα, τὸν δέ τοι

ἀργαλέον θήσει θεός. οὐ γὰρ ὀΐω λήσειν αὐτὸν, ὅ, τοι κότον ἔνθετο θυμῷ, χωόμενος.

Ὀδυσσεὺς δὲ ταῦτα διηγεῖται περὶ ἑαυτοῦ, μαθὼν ἐκ τοῦ Τειρεσίου ὡς ἐγκοτοῦντα

ἔχει τὸν Ποσειδῶνα τὸν τοῦ Ἀλκινόου καὶ τῆς Ἀρήτης πρόγονον. ἐπεὶ δὲ τοῦτο

ἐμποδὼν αὐτῷ ἐδόκει γενέσθαι πρὸς τὸν οἴκαδε πλοῦν, οὐ γὰρ ἂν οἱ τοῦ Ποσειδῶνος

τὸν ἐκείνου ἐγκοτούμενον ῥᾳδίως ἀπέπεμψαν, ἐπάγει καὶ ὅτι ἀλλὰ καὶ οὕτω κακὰ

πάσχοντες ἵκοισθε ἂν εἰς πατρίδα εἰ τῶν Ἡλίου βοῶν ἀπόσχησθε· εἰ δὲ μὴ τοῦτο,

οὐκέτι ἂν πάντες ἀλλὰ σὺ μόνος εἴπερ ἀλύξῃς ὀψὲ κακῶς νοστήσεις ὀλέσας ἄπο

πάντας ἑταίρους νηὸς ἐπ' ἀλλοτρίης. ὃ δὴ καὶ γίνεται. οὕτω τε γοῦν τῷ πεπρωμένῳ

πείθει τοὺς Φαίακας πρὸς ἑαυτοῦ εἶναι ὡς ἤδη τελουμένων ὧν ὁ Τειρεσίας ἔφη, καὶ

οἷς δὲ εἶπεν ὅτι ἀργαλέον θήσει θεὸς τὸν νόστον οὐ μὴν καὶ ἀδύνατον. Εἰ δὲ

μελιηδὴς ὡς ἐῤῥέθη ὁ νόστος, εἰκότως καὶ τὸ κατὰ τρυφὴν ἡδὺ νόστιμον λέγεται.

(ῃερς. 100.) Τὸ δὲ θήσει θεὸς, ἐτυμολογικόν ἐστιν, ἐκ τοῦ θῶ γὰρ ὁ θεός. ὥσπερ καὶ

τὸ, κότον ἔνθετο θυμῷ. κότος γὰρ ἐκ τοῦ κεῖσθαι. ὃ ταυτόν ἐστι τῷ τίθεσθαι. (ῃερς.

102.) Ὅτι ἐν ἄλλοις εἰπὼν ὃν ὀφθαλμοῦ ἀλάωσεν, ἐνταῦθα φησίν· ὅτι οἱ υἱὸν φίλον

ἐξαλάωσεν, ἄλλως μὲν συντάξας ἐκεῖ, ἄλλως δὲ ἐνταῦθα. (ῃερς. 106.) Ὅτι Θρινακία

νῆσος ἡ Σικελία, οἱονεὶ Τριακρία, ἐπεὶ τρία ἔχει ἄκρα ὅ ἐστιν ἀκρωτήρια, Πέλωρον,

Πάχυνον, Λιλύβαιον, ἢ καὶ ἄλλως, Πελωρίδα, Πάχυνον, καὶ Λιλύβην. καὶ ἔδει μὲν

Τρινακρίαν γράφεσθαι, διὰ δὲ τὸ εὐφωνότερον οὕτως ὠνόμασται. γέγραπται δὲ περὶ

αὐτῆς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. (ῃερς. 107.) Ὅτι δὲ περὶ αὐτὴν αἱ τοῦ Ἡλίου βόες,

δῆλον ἔσται μάλιστα ἐν τοῖς ἑξῆς. νῦν δὲ εἰς τοσοῦτον δεδηλώσθω, ὅτι αὐτόθι

ἐβόσκοντο βόες καὶ ἴφια μῆλα Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει. ἃς εἰ μὲν

ἀσινέας ἐάσει ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς κατὰ τὴν παραγγελίαν τοῦ Τειρεσίου νόστου

μεδόμενος, ἵκοιτο ἂν εἰς Ἰθάκην μετὰ καὶ τῶν ἑταίρων κακά περ πάσχων. (ῃερς.

111.) εἰ δέ κε σίνηται τουτέστι βλάψῃ τὰ βοσκήματα, τότε τοι τεκμαίρομαι φησὶ ἤτοι

σημειοῦμαι καὶ μαντεύομαι ὄλεθρον νηΐ τε καὶ ἑτάροις. αὐτὸς δ' εἴπερ ἀλύξῃς, ὀψὲ

κακῶς νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπ' ἀλλοτρίης. δήεις δ' ἐν

πήματα οἴκῳ. ποῖα ἐκεῖνα; ἄνδρας ὑπερφιάλους οἵ τοι βίοτον κατέδουσι, μνώμενοι

ἀντιθέην 1.402 ἄλοχον καὶ ἕδνα διδόντες. (ῃερς. 117.) εἶτα λέγει καὶ ὡς ἐκείνων βίας

ὁ Ὀδυσσεὺς ἀποτίσεται ἐλθὼν, τουτέστι κτενεῖ ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ. εἶτα

χρὴ ποιῆσαι αὐτὸν τὰ ἐφεξῆς εἰρησόμενα. προεκθέσεις δὲ ταῦτα τῶν ἐφεξῆς, τοῦ εἰς

Θρινακίαν δηλαδὴ πλόου, τοῦ μετὰ ταῦτα κινδύνου, τῆς ἐκ Φαιάκων εἰς Ἰθάκην

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

457

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!