18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Μέντης τῷ Τηλεμάχῳ ὑπέθετο. οἷα τοῦ ποιητοῦ μυριαχοῦ καὶ αὐτοῦ ποιοῦντος

τοῦτο, καὶ ἑτέρους διδάσκοντος ποιεῖν ἔνθα δέον ἐστί. Τοῦ δὲ εἶμι, δῆλον ὡς

προϋπάρχει τὸ ἔω τουτέστι πορεύομαι, μακρᾷ παραληχθὲν καὶ βαρυνθὲν, τῷ λόγῳ

τῶν εἰς ˉμˉι. οὗ περ ἔξω πίπτει τὸ εἰμὶ ἤγουν ὑπάρχω, διὰ τὴν ὀξυτόνησιν. ἔτι δὲ καὶ

διὰ τὴν τῆς διφθόγγου παράληξιν ἣν ἔπαθε καὶ τὸ εἶμι. ὠθήσαντος εἰς τοῦτο

ἀμφότερα, τοῦ ἠμὶ ὅπερ ἐστι φημί. προκαταλαβόντος γὰρ αὐτοῦ τὸ ἦτα ἐν τῇ

παραλήξει, ἀναγκαίως ἡ ˉεˉι δίφθογγος ἀπεκληρώθη τούτοις, τῷ μὲν, μετὰ

βαρυτονήσεως. τῷ δὲ, μετὰ τόνου ὀξέος. ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν

καὶ τὸ εἶμι καὶ τὸ εἰμὶ, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς ˉμˉι περαιουμένων δίφθογγον

ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστηκεν. ἤγουν εἰ μὴ Βοιώτιον εἴη.

ἐπεὶ γάρ φησι δι' ἔθους Βοιωτοῖς μηδέ ποτε τῷ ˉη χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως

ἀλλ' ἑκάστοτε εἰς ˉεˉι δίφθογγον μετατιθέναι, διατοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ˉεˉι

προφέρονται. τίθειμι. κίρνειμι. ἵστειμι. καὶ πάνθ' ὁμοίως. καὶ τὸ εἰμὶ γοῦν, τῆς αὐτῆς

ἔχεται διαλέκτου. ὁ δὲ τοιοῦτος λόγος τοῦ Ἡρακλείδου, βοηθεῖ καὶ τοῖς παραδιδοῦσι

Βοιώτιον εἶναι τὸ τέθεικα καὶ τέθειμαι καὶ τεθεῖσθαι καὶ τεθειμένος καὶ τὰ κατ'

αὐτά. καὶ ἔστι ἀληθῶς ἀνάλογον τοῦ τίθειμι παραληγουμένου τῇ ˉεˉι διφθόγγῳ,

φυλάττεσθαι αὐτὴν καὶ ἐν ταῖς εἰρημέναις ἐκεῖθεν κινήσεσιν, (ῃερς. 225.) Ὅτι

Μέντορι ἀνδρὶ Ἰθακησίῳ ἰὼν ἐν νηυσὶν εἰς Τροίαν Ὀδυσσεὺς ἐπέτρεπεν οἶκον

ἅπαντα, Πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν. οὗτος γοῦν ἐνδιαθέτως

ἄρτι δημηγορῶν, φησὶ πρὸς τοὺς Ἰθακησίους τάδε. ὦ Ἰθακήσιοι, Μήτις ἔτι πρόφρων

1.94 ἀγανὸς, καὶ ἤπιος ἔστω Σκηπτοῦχος βασιλεὺς, μὴ δὲ φρεσὶν αἴσιμα εἰδώς. ἀλλ'

αἰεὶ χαλεπός τ' εἴη, καὶ αἴσυλα ῥέζοι. Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν

ἄνασσε. πατὴρ δ' ὣς ἤπιος ἦεν. Εἴτα σφοδρότερον καταφερόμενος τῶν αἰτίων,

φησίν. ἀλλ' ἤτοι μνηστῆρας ἀγήνορας οὔτι μεγαίρω Ἔρδειν ἔργα βίαια,

κακοῤῥαφίῃσι νόοιο. Σφὰς γὰρ παρθέμενοι κεφαλὰς, κατέδουσι βιαίως Οἶκον

Ὀδυσσῆος. τόν δ' οὐκ ἔτι φασὶ νέεσθαι. Νῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες

Ἧσθ' ἄνεῳ. ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσι, Παύρους μνηστῆρας κατερύκετε

πολλοὶ ἐόντες. Καὶ ὅρα δημηγορίαν ταύτην, οὐδέν τι δικαιολογικὸν ἔχουσαν, ἀλλ'

εἰς τὸ πᾶν καταφορικὴν καὶ ἀγαθῷ ἐπιτρόπῳ πρέπουσαν. (ῃερς. 226.) Τὸ δὲ

ἐπέτρεπεν οἶκον, ἐπίτροπον τῶν κατὰ Τηλέμαχον εἶναι δηλοῖ τὸν Μέντορα. ὅ ἐστι

προνοούμενον. οὕτω καὶ πόλεως ἐπίτροποι, οἱ αὐτῆς φροντισταί. καὶ ὁ βασιλεὺς δὲ,

ἐπὶ μᾶλλον ἐπίτροπος, θεόθεν τοῦτο εἰληχώς. κατὰ τὸ, ᾧ λαοί τ' ἐπιτετράφαται.

(ῃερς. 227.) Τὸ δὲ πείθεσθαι γέροντι ὅ ἐστι τῷ Λαέρτῃ, φιλοπατορίαν διδάσκει. ὡς

γὰρ οἱ κατ' οἶκον τῷ Μέντορι, οὕτως αὐτὸς τῷ τοῦ Ὀδυσσέως πατρὶ πείσεται. (ῃερς.

231.) Τὸ δὲ σκηπτοῦχος, κατὰ φύσιν ἐῤῥέθη παρὰ τὸ ἔχειν σκῆπτον, ὃ σκᾶπτον

Πίνδαρος λέγει. ἐξ οὗ τὸ σκῆπτρον προσλήψει τοῦ ˉρ. (ῃερς. 230.) Τὸ δὲ μή τις ἔτι

ἀγανὸς καὶ ἤπιος ἔστω καὶ ἑξῆς, κατά τι ἐξεναντίου ἐπιχείρημα ὥρμηται. ἵνα λέγῃ

ὡς ἐὰν τοῦ θείου καὶ ἠπίου βασιλέως οὐ μέμνηνται, τοῦ ἀπεναντίας αὐτῷ χαλεποῦ

καὶ αἰσυλοεργοῦ μεμνήσονται. (ῃερς. 232.) Τὸ δὲ εἴη καὶ ῥέζοι, οὐ κυρίως εὐκτικά.

βαρέως δὲ ἀντὶ προστακτικῶν ἐσχημάτισται τοῦ ἔστω καὶ ῥεζέτω. Αἴσυλα δὲ, καὶ νῦν

τὰ ἄδικα καὶ τῆς αἴσης ἤτοι τοῦ καθήκοντος σεσυλημένα, ὡς συγκεκόφθαι ἀπὸ τοῦ

αἰσόσυλα. (ῃερς. 233.) Τὸ δὲ Ὀδυσσῆος θείοιο, ἐπίτασίς ἐστι τοῦ, πατὴρ ὣς ἤπιος ἦν.

πλεῖον γάρ τι τὸ θεῖον δηλοῖ τοῦ, ὡς πατέρα εἶναι. πατέρες μὲν γὰρ πολλοί, δύσνοοι

παισὶν ἐφάνησαν. θεὸς δὲ, οὔ. ὁ μέγας πατήρ. εἰκὸς δ' ἐνταῦθα καὶ ἐμφαντικῶς

εἰρῆσθαι τὸ θείοιο. ἵνα λέγῃ, ὅτι μέμνηνται μέν τινες Ὀδυσσέως καθὰ καὶ οἱ

μνηστῆρες, πλὴν οὐχ' ὡς θείου βασιλέως, ἀλλ' ὡς γυναῖκα εὐειδέα ἔχοντος. ὡς

ἀφνειοῦ. ὡς ἁπλῶς βασιλέως. καὶ σπεύδουσι κυριεῦσαι τῶν ἐκείνου. οἱ δὲ τοιοῦτοι,

οὐκ ἂν μνήμην ἐκείνου ὡς χρὴ ἔχειν λέγοιντο, ἀλλά τινα ἴσως μνείαν. ὧν πολλὴ δή

που διαφορά. εἴπερ μνήμη μὲν κατὰ τοὺς παλαιοὺς, οὐ πάντως καὶ μνεία. μνεία δὲ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

107

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!