18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄνθρωπος κατὰ τοὺς παλαιοὺς, ὁ μὴ ἁπλοῦς ἀλλ' ὡς εἰπεῖν στρέφις. ὡς ἀπὸ ἐρίων

δηλαδὴ ἐχόντων συνεστραμμένους τοὺς μαλλούς. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι οὐ

μόνον οὖλαι ἀλλὰ καὶ ἐπιστροφίδες, αἱ συνεστραμμέναι τρίχες. (ῃερς. 232.) Τὸ δὲ

καθῆκε κόμας, ποιεῖ παρὰ τοῖς μεθ' Ὅμηρον ῥήτορσι. καὶ γένειον καθειμένον, τὸ

βαθύ. (ῃερς. 233.) Τὸ δὲ χρυσὸν περιχεύεται, τὸν χρυσοχόον συντίθησι. ∆έδαε δὲ,

ἀντὶ τοῦ ἐδίδαξε. διὸ οἱ μεθ' Ὅμηρον σοφισταὶ λαβόντες οἶμαι ἐντεῦθεν, τὸ ἐκ τοῦ

μανθάνειν γράμματα σόφισμα ἔπλεξαν. ὥσπερ γὰρ δέδαεν οὐ μόνον τὸ ἐδιδάχθη

ἀλλὰ καὶ τὸ ἐδίδαξεν, οὕτω καὶ τὸ μανθάνειν, ἄμφω ταῦτα δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι

σεμνὸν μὲν τὸ εἰπεῖν ἀνδρὸς ἔργα ὃν Ἥφαιστος καὶ Ἀθηνᾶ ἐδίδαξε τέχνην παντοίην

χαλκευτικὴν δηλαδὴ καὶ χρυσοχοϊκήν. Ἥφαιστος μὲν, διὰ τὴν ἐν πυρὶ τῶν τοιούτων

ἐργασίαν. Ἀθηνᾶ δὲ, διὰ τὸ ἐπιστατεῖν τοῖς χειρώναξι. τὸ δέ γε εἰπεῖν τι ἔργον

Ἡφαίστοιο ἢ Ἀθηνᾶς, πρὸς τῇ σεμνότητι, καὶ ὑπερβολὴν ἔχει ὡς οἱ παλαιοί φασιν.

οὕτω γοῦν καθ' ὑπερβολὴν πέπλασται καὶ ἡ τῶν Ἀχιλλείων ὅπλων παρὰ τοῦ

Ἡφαίστου ἐν Ἰλιάδι ποίησις. (ῃερς. 236.) Τὸ δὲ ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν, ἐκ τοῦ ἐν

Ἰλιάδιἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, παρῴδηται. (ῃερς. 245.) Τὸ δὲ τοιόσδε πόσις

ἐνθάδε νεαιτάων, οὐ περὶ Φαίακος τινὸς ἡ κόρη εὔξατο, ἀλλὰ περὶ τοῦ Ὀδυσσέως.

ἵνα τοιόσδε μένων καὶ μὴ μεταβληθεὶς καὶ προσμείνας τῇ νήσῳ, εἴη αὐτῇ πόσις. διὸ

καὶ ἑρμηνεύων Ὅμηρος τὸ ἐνθάδε νεαιτάων ἵνα μὴ περί τινος τῶν Φαιάκων νοοῖτο,

ἐπήγαγε τὸ, καὶ οἱ ἄδοι αὐτόθι μίμνειν. οἱονεὶ λέγων, ἐνθάδε νεαιτάων καὶ

ἀρεσκόμενος αὐτόθι μένειν. (ῃερς. 240.) ἐν τούτοις δὲ καὶ πρὸς θεοῦ πεμφθῆναι τὸν

Ὀδυσσέα ἡ κόρη λέγει, ἐν οἷς φησιν ὡς οὐ πάντων ἀέκητι θεῶν Φαίαξιν ἐπιμίσγεται.

εἰ γὰρ καὶ Ποσειδῶνι τυχὸν ἀπέχθεται ἢ Νηρηΐσιν, ἀλλ' εἰσὶν ἕτεροι πρὸς αὐτοῦ.

(ῃερς. 245.) Τὸ δὲ ἄδοι, ἀντὶ τοῦ ἀρέσκοι, ἔοικεν Ἰωνικὸς δεύτερος ἀόριστος εἶναι

τοῦ ἥδω. διὸ συστέλλει μὲν ὡς δεύτερος ἀόριστος τὴν παραλήγουσαν, ψιλοῦται δὲ

Ἰωνικῶς. κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ (ῃερς. 242.) καὶ τὸ δέατο, ἀντὶ τοῦ ἐδόκει. λέξις

ἀχρηστοτάτη τοῖς πεζολόγοις καθὰ καὶ τὸ ῥηθὲν ἄδοι, ᾧ κοινὸν σύστοιχον τὸ ἀδεῖν.

(ῃερς. 240.) Ὅτι χαρὰν ἐπὶ ἐνδημίᾳ ξένου δηλοῖ παρῳδηθὲν τὸ, οὐκ ἀέκητι θεοῦ ὃς

Ὄλυμπον ἔχει, ἡμῖν ὅδ' ἀνὴρ ἐπιμίσγεται. (ῃερς. 248.) Ὅτι καὶ παρὰ τῷ ποιητῇ

ἐπιτραπέζιος λέξις πολλαχοῦ τὸ παραθεῖναι. οἷον. πὰρ δ' ἂρ Ὀδυσσεῖ θέσσαν βρῶσιν

τε πόσιν τε. (ῃερς. 249.) Ὅτι ἔπινε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς, ἁρπαλέως.

δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τοῦτο δὲ, παντὶ οὕτω πειναλέῳ ἀνδρὶ προσαρμόζει.

Ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ˉε ᾧ ἕπεται τὸ σίγμα,

μετατιθέντων εἰς ἰῶτα οἷον ἑστία ἱστίη ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, δοκεῖ τὸ ἔσθω

ἡμαρτημένον εἶναι. γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σίγμα. μὴ τρέψαν δὲ

τὸ ˉε εἰς ˉι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω οὗ χρῆσις ἐν τῷ, ἔθων

Οἰνῆος ἀλωὴν, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται ∆ωριέων ἔθει. οἳ φησὶ καὶ

τὸν μαδὸν, μασθὸν λέγουσι. καὶ τὸ ψεῦδος ψύθος, ἄραντες τὸ ˉε. Τὸ δὲ ἁρπαλέως

πάνυ ἀστείως ἔχον, τὸ πολὺ δηλοῖ τῆς εἰς τὸ ἐσθίειν σπουδῆς. (ῃερς. 253.) Ὅτι οὐ

μόνον ἵπποι κρατερώνυχες οἱ καὶ χαλκόποδες ἐν Ἰλιάδι, ἀλλὰ καὶ ἡμίονοι ἐνταῦθα.

φησὶ γοῦν. ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας. Ὅτι δὲ καὶ λύκοι λέγονται

κρατερώνυχες, ἀλλαχοῦ δηλοῦται. ἐν τούτοις δὲ, κεῖνται καὶ στεναὶ

προαναφωνήσεις τῶν ἐφεξῆς. (ῃερς. 259.) Ὅτι ἔργα κατ' ἐξοχὴν ἐνταῦθα, τὰ

γεωργικὰ ἐν τῷ, ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων. Καὶ ὅρα καὶ νῦν τὸ ἴομεν

συστέλλον τὴν παραλήγουσαν καθ' ὁμοιότητα τοῦ τίομεν καὶ κυλίομεν καὶ τῶν

ὁμοίων. (ῃερς. 261.) Ὅτι τὸ ἡγεμονεύειν ὅ ἐστι προηγεῖσθαι ὁδοῦ, αἰτιατικῇ

συντάξας κἀνταῦθα Ὅμηρος, φησίν. ἔρχεσθον. ἐγώ δ' ὁδὸν ἡγεμονεύσω. ἤγουν

προηγήσομαι εἰς ὁδόν. (ῃερς. 262.) Ὅτι ἐπιβαλὼν ὁ ποιητὴς ἐκφράσαι διὰ τῆς κόρης

τὴν τῶν Φαιάκων πόλιν, περὶ μὲν αὐτῆς ἐκείνης, οὐδέν τι πλέον φησὶν, ἢ ὅτι περὶ

αὐτὴν πύργος ὑψηλός. (ῃερς. 263.) περιηγεῖται δὲ τὰ τοῦ λιμένος μάλιστα, λέγων.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

287

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!