18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πολλὰ γὰρ τῶν ἐνταῦθα σιγῶνται ὡς ἐκεῖ γραφέντα. Ἰστέον δὲ ὅτι δύο τούτων

ταυτοσήμων λέξεων τοῦ, ὁ ἱππότης καὶ ὁ ἱππότα, ὁ μὲν ἱππότης, ἄχρηστος εἰς μέτρον

τῷ ποιητῇ διὰ τὸ ἀμφίμακρον. ὁ δὲ ἱππότα, χρηστὸς διὰ τὸ δακτυλικῶς ποδίζεσθαι.

(ῃερς. 258.) Ὅτι ὥσπερ ὁ τραγικὸς Κρέων, τοῦ Πολυνείκους, οὕτω καὶ ὁ Ὁμηρικὸς

Νέστωρ, τοῦ Αἰγίσθου τὸ, καὶ ἄταφον καὶ ἄκλαυστον ῥιφῆναι καταψηφίζεται. ἐν οἷς

φησὶν ὅτι, εἰ ζώοντ' Αἴγισθον ἐνὶ μεγάροις ἔτετμεν ἐκ Τροίας ἰὼν ξανθὸς Μενέλαος,

οὐδὲ θανόντι χυτὴν ἂν ἐπὶ γαῖαν ἔχευαν. ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ

κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος. οὐδ' ἄν τίς μιν ἔκλαυσεν Ἀχαιΐδων.

(ῃερς. 261.) διὰ τί; μάλα γὰρ μέγα μήσατο ἔργον. ποῖον γὰρ ἐκεῖνο; ἢ τὸ ἀνελεῖν τὸν

βασιλέα. ἢ τὸ τῇ βασιλείᾳ ἐπιθέσθαι καὶ κρατῆσαι. ἢ τὴν τῆς Κλυταιμνήστρας

μοιχείαν. ἢ πάντα. ἵνα καὶ γοργὸς οὕτως εἴη καὶ σεμνὸς ὁ λόγος οὗτος τοῦ Νέστορος.

καὶ νῦν μὲν, ἐμήσατό φησι μάλα μέγα ἔργον. μετ' ὀλίγα δὲ ἐρεῖ, ἐκτελέσας μέγα

ἔργον. προσθεὶς ἐκεῖ ἀντὶ τοῦ μάλα τὸ, ὃ οὔποτε ἔλπετο θυμῷ. (ῃερς. 256.) Ἰστέον δὲ

ὅτι τὸ μὲν ἔτετμεν, ἀπὸ τοῦ τέμω γίνεται ἀφ' οὗ καὶ ἡ συντομία. ἵνα ᾖ ὡς καὶ ἐν

ἄλλοις δηλοῦται, τέμω τμῶ, καὶ ἀναδιπλασιασμῷ, τέτμω. ὅθεν τὸ ἔτετμεν. ἤτοι

κατέλαβεν. εὗρε κατ' ἐπιτομὴν δηλαδὴ ὁδοῦ. ποιηταῖς δὲ μόνοις φιλεῖται ἡ λέξις.

(ῃερς. 258.) Χυτὴ δὲ κἀνταῦθα γαῖα, χοώδης. ἡ λυτὴ εἰς ξηρὸν χοῦν. ἀφ' ἧς τὰ τῶν

τύμβων χώματα, ἤγουν ἀναχωματισμοὶ τάφων. (ῃερς. 259.) Τὸ δὲ δάπτειν,

πρωτότυπόν ἐστι τοῦ δαρδάπτειν. ὡς καὶ τὸ μαίρειν, τοῦ μαρμαίρειν. ἀπ' αὐτοῦ δὲ,

καὶ δαπταὶ αἱ μυῖαι παρὰ Λυκόφρονι. Αἱ δὲ Ἀχαιϊάδες, καὶ τετρασυλλάβως Ἀχαιΐδες

λέγονται. ὡς δηλοῖ καὶ τὸ, Ἀχαιΐδα γαῖανἱκάνω. (ῃερς. 262.) Ὅτι ὑπὸ στρατηγῶν

πολυπόνων ῥηθήσεται τὸ, ἡμεῖς μὲν κεῖθι πολέας τελέοντες ἀέθλους ἥμεθ'. ὅδ'

εὔκηλος ἐποίη τάδε. Καὶ ὅρα ὡς ἀέθλους ἔφη τοὺς ἐν πολέμῳ πόνους διὰ τὸ 1.125

ἐναγώνιον. (ῃερς. 263.) Ὅτι μυχὸν Ἄργεος ἱπποβότου, τὰς Μυκήνας λέγει, ὧν ὁ

Ἀγαμέμνων ἦρχε.προϊὼν οὖν ἐρεῖ πρὸς σαφήνειαν, ὡς ἑπτάετες ἤνασσε

πολυχρύσοιο Μυκήνης. δηλοῖ δὲ ὁ μυχὸς, τὸ μὴ ἐν ἄκρῳ Πελοποννήσου κεῖσθαί που

τὰς Μυκήνας ἀλλ' ἐν βάθει. (ῃερς. 264.) Ὅτι πολλὰ Αἴγισθος τὴν ἀγαμεμνονέην

ἄλοχον θέλγεσκεν ἔπεσιν. ἡ δὲ, τὸ πρὶν μὲν, ἀναίνετο ἔργον ἀεικὲς δῖα

Κλυταιμνήστρη, φρεσὶ γὰρ κέχρητο ἀγαθαῖς. ἢ καθ' ἑτέραν γραφὴν, κέκρητο. ἤγουν

συνεκέκρατο, ἀναμέμικτο. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνὴρ, ᾧ πόλλ' ἐπέτελλεν

Ἀτρείδης Τροίηνδε κιὼν, εἴρυσθαι ἄκοιτιν. ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε

δαμῆναι, δὴ τότε τὸν μὲν ἀοιδὸν, ἄγων ἐς νῆσον ἐρήμην, κάλλιπεν οἰωνοῖσιν ἕλωρ

καὶ κῦρμα γενέσθαι. τήν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅν δε δόμον δε. Καὶ ὅρα τὸ

ἀνήγαγεν ἁπλῶς οὕτω λεχθὲν ἀντὶ τοῦ ἤγαγε. (ῃερς. 264.) Τὸ δὲ Ἀγαμεμνονέην

ἄλοχον, σκωπτικῶς νῦν εἶπε, διαβάλλων εὐφήμως ἐπὶ μοιχείᾳ τὸν Αἴγισθον. Περὶ δὲ

τοῦ θέλγειν, καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐῤῥέθη καὶ ἀλλαχοῦ. (ῃερς. 265.) Ἐν δὲ τῷ, ἡ δὲ

ἀναίνετο, ἡ τοῦ Αἰγίσθου δηλοῦται ἀναίδεια καὶ τὸ ἐν κακίᾳ παράμονον, εἴγε καὶ

δύσελπις ὢν, ὅμως ἐπέμενεν. Ὅρα δὲ καὶ οἷον ἡ διὰ λόγων πολιορκία, εἴγε τὴν

Κλυταιμνήστραν ἀναινομένην ἔργον ἀεικὲς καὶ φρένας ἔχουσαν ἀγαθὰς, διὸ καὶ

δῖαν αὐτὴν ὁ ποιητὴς λέγει, παρεστήσατο προσεδρείᾳ λόγων ὁ Αἴγισθος. πλὴν οὐκ

ἄλλως, ἀλλ' ἐκ ποδῶν ποιησάμενος τὸν λόγιον ἀοιδὸν ὡς λόγοις ἑτέρωθεν

ἀντιπράττοντα. Ἔργον δὲ ἀοικὲς, τὴν μοιχείαν λέγει κατὰ σχῆμα σεμνότητος. (ῃερς.

269.) Τὸ δὲ ἀλλ' ὅτε δή μιν μοῖρα ἐπέδησε δαμῆναι, τριπλῆν ἔχει ἔννοιαν. ἢ γὰρ λέγει

ὅτε μοῖρα ἦν θανεῖν τὸν ἀοιδόν. ἢ ὅτε ἐχρῆν ἀποθανεῖν τὸν Αἴγισθον. ἢ ὅτε μοῖρα

ἦν, τὴν Κλυταιμνήστραν ὑπὸ τῷ Αἰγίσθῳ γενέσθαι, ὃ καὶ κρεῖττον διὰ τὸ δαμῆναι.

ἀφ' οὗ καὶ ὁ γάμος γίνεται δάμος τις ὤν. (ῃερς. 270.) Τοὺς δὲ ἀοιδοὺς οἱ παλαιοὶ ὅ

ἐστι τοὺς περὶ μουσικὴν καὶ ποιητικὴν, ἐν μοίρᾳ φιλοσόφων ἔταττον, καὶ

διδασκάλοις ἐχρῶντο. διὸ καὶ τῇ Κλυταιμνήστρᾳ φύλαξ ἀοιδὸς ἦν. (ῃερς. 267.)

κεχρημένῃ μὲν καὶ φρεσὶν ἀγαθαῖς, χρῃζούσῃ δὲ καὶ τούτου. διὸ ἔφη. πὰρ γὰρ ἔην

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

142

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!