18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Κύκλωψ ἔρξεν, ὅτε οἱ μέσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ'

Ὀδυσσεύς. τούτου γὰρ κἀκεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. (ῃερς. 432.) καὶ τὸ μὲν

οἰηθῆναι αὐτὸν ἐξ ἀνθρώπων μεταβληθῆναι τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ λέοντας

καὶ μὴ φαρμάκοις τὰ θηρία κατακληθῆναι πρὸς ἡμερότητα, τῆς τοῦ Εὐρυλόχου

ἀπειρίας εἶναι δοκεῖ φασί. (ῃερς. 435.) Τὸ δὲ ὡς Κύκλωψ ἐποίη 1.388 σεν, ἀδιανόητόν

ἐστιν. οὐ γὰρ δή που καὶ ὁ Κύκλωψ μετέβαλε τοὺς περὶ τὸν Ὀδυσσέα ἐπὶ φυλακῇ τοῦ

κατ' αὐτὸν σπηλαίου, ἀλλ' ἐθοινήσατο καὶ ἀπώλεσε κατὰ τὸ, (ῃερς. 437.) τούτου

ἀτασθαλίαις ὤλοντο. μίμησις δὲ πάντως ἤθους τεταραγμένου τὸ ἀδιανοήτως πλάσαι

λαλοῦντα τὸν Εὐρύλοχον. ὁ δὲ τοῦ Εὐρυλόχου ἐν τούτοις λόγος ἄρχεται οὕτως·

(ῃερς. 431.) ἆ δειλοὶ, ὡς καὶ ἀνωτέρω κεῖται. πόσ' ἴμεν; ἤγουν ποῦ ἐρχόμεθα; τί

κακῶν ἱμείρετε τούτων, Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἢ

ἐλάφους ποιήσεται καὶ ἑξῆς. ἐν οἷς τὸ μὲν ἆ σχετλιαστικόν ἐστι κλητικὸν ἐπίῤῥημα

λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ αἴθε οὗ καὶ χρῆσιν παράγουσιν οἱ παλαιοί. Τὸ δὲ

πόσε οὐ καθαρῶς εἴληπται ἀντὶ τοῦ ποῦ ὃ δηλοῖ τὸ ἐν τόπῳ. οἷον· ποῦ νῦν δεῦρο

κιὼν λίπες Ἕκτορα; ἀλλὰ μᾶλλον ἀντὶ τοῦ πῇ καὶ ποῖ, δι' ὧν δηλοῦται τὸ εἰς τόπον.

οἷον· πῇ ἔβη Ἀνδρομάχη; καὶ, ποῖ φεύγεις; Τὸ δὲ ἴμεν ἢ ἐκ τοῦ εἶμι τὸ ἔρχομαι γίνεται

τοῦ παραληγομένου τῇ εˉι διφθόγγῳ καὶ συστέλλει τὴν ἄρχουσαν τῷ λόγῳ τῶν εἰς

μˉι, ἅπερ ἐπὶ πληθυντικῶν καὶ παθητικῶν συστέλλουσι τὰς παραληγούσας, ἢ ἀπὸ

τοῦ ἑτέρου ἶμι ὃ καταμόνας τῷ ˉι παραλήγεται ὡς ἀπὸ τοῦ ἴω. καὶ οὕτω φυλάσσει

ἀναλόγως τὴν διὰ τοῦ βραχέος ἰῶτα γραφήν. (ῃερς. 433.) Σημείωσαι γὰρ ὅτι κατὰ

τοὺς τεχνικοὺς διφορεῖται τὸ ἶμι παρὰ τοῖς παλαιοῖς μονοφθόγγῳ τε παραληγόμενον

τῷ ἰῶτα, καὶ διφθόγγῳ τῷ διὰ τοῦ ˉε καὶ ˉι. (ῃερς. 432.) Τὸ δὲ σῦς ἢ ἐλάφους

ποιήσεται Ἀττικῶς εἴρηται ἀντὶ τοῦ ποιήσει. Τὸ δὲ Κίρκης ἐς μέγαρον καταβῆναι ἢ

ἁπλῶς ἀντὶ τοῦ βῆναι κεῖται, ἢ καὶ ἀστειότερον, ὡς εἴπερ ἔφη ἐς Ἅιδου καταβῆναι

διὰ τὸν ἐλπιζόμενον ὄλεθρον. ἄλλως γὰρ ἀναβῆναι ἦν ἐκεῖ κατὰ τὸ, παρὰ νηὸς

ἀνήϊον, εἰς τὴν Κίρκην δηλαδή. ἔχει δέ τινα τὸ ῥηθὲν ὁμοιότητα καὶ πρὸς τὸ, ἐς

Τρώων κατέδυ πόλιν εὐρυάγυιαν. (ῃερς. 435.) Μέσαυλον δὲ καὶ νῦν, ὡς καὶ ἐν

Ἰλιάδι, κατοικία ἀγροτικὴ, τουτέστιν ἔπαυλις. (ῃερς. 437.) Τὸ δὲ θρασύτητα καὶ

ἀτασθαλίαν τοῦ Ὀδυσσέως κατειπεῖν πάνυ ὄντως αὐτὸ θρασὺ καὶ ἀτάσθαλον καὶ

λόγος ἀλογίστου θυμοῦ. διὸ καὶ Ὀδυσσεὺς ἐπεί ποτε λυπεῖ καὶ τοὺς ἄγαν σοφοὺς τὰ

τῆς ψευδοῦς ὕβρεως καὶ μᾶλλον, ὅτ' ἂν ἐφ' οἷς δέον ἐπαινεῖσθαι οἱ δὲ

προσεξυβρίζωνται, βουλεύεται σπασάμενος τανύηκες (ῃερς. 440.) ἄορ παχέος παρὰ

μηροῦ, τῷ οἱ ἀποτμήξας ἢ κατά τινα τῶν ἀντιγράφων ἀποπλήξας κεφαλὴν οὖδασδε

πελάσαι (ῃερς. 441.) καὶ πηῷ περ ἐόντι μάλα σχεδόν. ἤγουν συγγενεῖ ἐξ ἀγχιστείας

ἐγγίζοντι. γαμβρὸς γὰρ ἦν τῷ Ὀδυσσεῖ ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. ἐκώλυσαν δὲ τὸ

κακὸν οἱ ἑταῖροι, οἳ μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. (ῃερς. 439.) Τὸ δὲ

παχέος παρὰ μηροῦ ἀντὶ τοῦ ἀπὸ μηροῦ, ὡς καὶ παρὰ νηὸς ἀνήϊον ἀντὶ τοῦ ἀπὸ νηός.

(ῃερς. 448.) Ὅτι Θρασύδειλος καὶ ὁ Εὐρύλοχος, ὃς οὕτω πολὺς φανεὶς τὴν ὀργὴν εἶτα

ὑποκύπτει τοῦ ἀτενοῦς ἤθους. φησὶ γὰρ ὅτι καὶ αὐτὸς εἵπετο δείσας τὴν τοῦ

Ὀδυσσέως ἐπίπληξιν. Χρήσιμον δὲ εἰς τοιοῦτον φόβον τὸ, ἀλλ' ἕπετ', ἔδδεισε γὰρ

ἐμὴν ἔκπαγλον ἐνιπήν. Ἔνθα ὅρα ὅτι ἐκτείνει τὴν παραλήγουσαν ἡ ἐνιπή. μετ'

ὀλίγα δὲ καὶ τὸ ὀδύρεσθαι ἐκτείνει τὸ δίχρονον. (ῃερς. 457.) Ὅτι παραμυθητικὸν

πρός τινας πολυπαθεῖς τὸ, μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε. οἶδα καὶ αὐτὸς ἠμὲν ὅσα

ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι, ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου.

περὶ τῶν Ὀδυσσέως δὲ φίλων ταῦτα, ἐπιτεμόντος τοῦ ποιητοῦ τὰ κατ' αὐτοὺς κακὰ

ἐν στίχοις δυσίν· εἰσὶ δὲ ἀνάρσιοι, οὓς οὐκ ἔστιν ἄρσεσθαι ὅ ἐστιν ἀρέσασθαι καὶ

φιλιωθῆναι. (ῃερς. 459.) Θαλερὸς δὲ γόος καθ' ὁμοιότητα τοῦ θαλερὸν δάκρυ τὸ

ἄπαυστον καὶ ἀεὶ νεάζον. Ἀριστοφάνης δέ, φασι, στυγερὸν γράφει. (ῃερς. 467.) Ὅτι

οἱ περὶ Ὀδυσσέα τελεσφόρον εἰς ἐνιαυτὸν παρὰ τῇ Κίρκῃ ἐκάθηντο δαινύμενοι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

442

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!