18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐποίησε σὺν Ἀθήνῃ. (ῃερς. 474.) Σημείωσαι δὲ ὅτι δεξίωσίς τις ἐνταῦθα πρὸς τὸν

∆ημόδοκον ἡ δόσις τοῦ κρέατος, ὡς ἐν τοῖς ἑξῆς πρὸς Ἀρήτην ἡ δόσις τοῦ ποτηρίου.

(ῃερς. 487.) Τὸ δὲ αἰνίζομαι καὶ ὁ ἥμισυς τῶν ἐνταῦθα στίχος οὗτος κεῖται καὶ ἐν

Ἰλιάδι. (ῃερς. 488.) Τὸ δὲ ἢ Μοῦσα ἐδίδαξεν ἢ Ἀπόλλων, οὐ διὰ μόνην ποιητικὴν

ἄλλως σοφίαν ἐῤῥέθη, ἀλλὰ καὶ διὰ τὸ κατ' Ἀπόλλωνα μαντικόν. τοιοῦτοι γὰρ οἱ

ποιηταὶ ὡς ἐδηλώθη πολλαχοῦ, οἳ καὶ τοῖς μέλλουσι μαντικῶς ἐπιβάλλουσι. καὶ τὰ

πρὸ αὐτῶν δὲ καὶ τὰ κατ' αὐτοὺς οἴδασι μήτε παρόντες αὐτοὶ μήτε ἀκούσαντες. καὶ

οἴκοθεν εἰδότες ᾄδουσι, θεόθεν μαθόντες. ὡς δηλοῖ καὶ τὸ, ὅ δ' ὁρμηθεὶς θεοῦ,

ἤρχετο. ἤγουν ὑπὸ θεοῦ κινηθείς. θυμόσοφος γὰρ καὶ αὐτοδίδακτος, ἢ θεόσοφος

κατὰ τοὺς τοιούτους καὶ ὁ ∆ημόδοκος πλάττεται. ἃ δὴ πᾶσιν ἐνθεωρεῖσθαι τοῖς

σοφοῖς ἀοιδοῖς ἀριδήλως ἐν τοῖς ἑξῆς που καὶ πάνυ σαφῶς ἅμα καὶ σεμνῶς δηλώσει

ὁ Ἰθακήσιος Φήμιος. Καὶ σημείωσαι κἀνταῦθα τὸν τερατευόμενον ἐκτοπισμὸν τῆς

τῶν Φαιάκων γῆς. αὐτοῦ γὰρ προσυποκειμένου, καλῶς ἂν νομίζοιτο ∆ημόδοκος

πρὸς μηδενὸς μαθεῖν ἢ ἀκοῦσαι τὰ κατὰ τὸν Ὀδυσσέα. ὡς εἴγε μὴ ἐκτετόπισται κατὰ

τὸ πλάσμα τῆς ποιήσεως ἡ τῶν Φαιάκων νῆσος ἀλλὰ πρὸς τῇ Ἠπείρῳ ἐστὶ καὶ αὐτὴ

κατὰ τὴν ἄρτι φαινομένην Κέρκυραν, πῶς ἂν πιθανῶς ἔχοι νομίσαι τὸν σοφὸν

Ὀδυσσέα ὡς ἀδίδακτος ὁ ∆ημόδοκος καὶ οὐδ' ἐξ ἀκοῆς ποθὲν παρέλαβε τὰ λεγόμενα,

εἰκὸς ὂν, ἐκ τῶν πέριξ καὶ ἐγγυτάτω εἰδέναι αὐτά, καὶ ἄλλως οὐδὲ μακρὰν τῶν καθ'

ἱστορίαν Φαιάκων τῆς Ἰθάκης οὔσης; τέως γε μὴν, λέγει ἐν τούτοις Ὅμηρος, ὡς οἱ

κυρίως ἀοιδοὶ ἐν οἷς καὶ αὐτὸς, οὐδὲν εἰδότες ἐξ ἀνθρώπων ᾄδουσι. διὸ Μοῦσαν

ἐπικαλούμενοι ἐνέπουσιν. ὡς ἐντεῦθεν, καὶ μάντεις αὐτόθεν εἶναι, λαλοῦντας ἐξ

ἐπιπνοίας Μουσῶν. ὅθεν Μοῦσα μὲν αὐτοὺς διδάσκει, ὡς σοφούς. Ἀπόλλων δὲ ὡς

μαντικούς τε καὶ ὡς ᾠδικούς. (ῃερς. 489.) Τὸ δὲ κατὰ κόσμον, τὸ εὔτακτον καὶ

εὐμέθοδον τῆς ἱστορίας λέγει. οὐ γὰρ ἄνω κάτω τὰ πράγματα φύρει ἀλλὰ κοσμεῖ τὴν

γραφὴν ὁ κατὰ τέχνην ἢ ἀείδων ἢ γράφων ἢ καὶ λέγων. (ῃερς. 490.) Οἶτον δὲ, οὐ

θάνατον ἀλλὰ κακοπάθειαν ἐνταῦθα λέγει. διὸ ἑρμηνεύων ἐπάγει. ὅσσ' ἔπαθόν τε

καὶ ὅσσ' ἐμόγησαν. ὅ πέρ ἐστιν οἶτος. οὐ γὰρ ἐμνήσθη ἐνταῦθα θανάτου. Τὸ δὲ

ἔρξαντ' ἔπαθόν τε πρὸς ἀλήθειαν ἱστορίας ἐγράφη. ἄμφω γὰρ ἐπισυνέβη τοῖς

Ἀχαιοῖς. (ῃερς. 492.) Τὸ δὲ καὶ ἵππου κόσμον ἄεισον, παρῳδήσας τῶν τις μεγάλων

σοφῶν ἔγραψεν. ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἄλλον κόσμον ἄεισον. ὃ δὴ παροιμιωδῶς

λέγεται ἐπὶ τῶν εὖ ἐξαλλασσόντων τὰ διηγήματα. Καὶ ὅρα τὸ, κόσμον, τὸ κόσμιον

καὶ πάλιν δηλοῦν καὶ εὔτακτον

τῆς ἀοιδῆς. καὶ ἄλλως δὲ ἵππου κόσμος, ἡ εὔκοσμος ἐπίνοια καὶ μέθοδος καὶ ἡ ἔνδον

αὐτοῦ ἡρωϊκὴ διάταξις, καὶ ὡς εἰπεῖν στρατηγιτική. ὁποίαν κοσμήτορες ἂν ἀνδρῶν

τεχνάσαιντο εἴγε δι' αὐτῆς Ἴλιον Ἀργεῖοι ἐξαλάπαξαν. (ῃερς. 493.) ∆ουράτεον δὲ

ἵππον τὸν ξύλινον λέγει, τὸν κοινότερον δούρειον. γίνεται δὲ ὁ δούρειος μὲν ἐκ τοῦ

δουρός, ἐκ τοῦ δούρατος δὲ ὁ δουράτειος. καὶ ἀπελεύσει τοῦ ˉι, δουράτεος διὰ

μέτρου χρησιμότητα. τοῦτον δὲ, καὶ κοῖλον δόρυ τουτέστι ξύλον, μετ' ὀλίγα φησὶν,

ἐπεὶ καὶ δούρειος ἐντεῦθεν καλεῖται καὶ δουράτεος. τὸν δ' αὐτὸν, καὶ δόλον. καὶ

κοῖλον λόχον. κρείττω δὲ τἄλλα τοῦ κοῖλον δόρυ. αὐτὸ γὰρ καὶ σκάφην καὶ πλοῖον

δηλώσοι ἄν. Ὅτι δὲ τοῦ τοιούτου δόλου τέκτων ὁ Ἐπειὸς ὁ δειλὸς μὲν, ἄριστος δὲ

τήν τε πυγμικὴν καὶ τὴν τεκτονικὴν, αἱ ἱστορίαι δηλοῦσιν. ἐν αἷς καὶ ὑδροφόρος τῶν

βασιλέων ὁ Ἐπειὸς εἶναι λέγεται. ἐξ οὗ καὶ αἴνιγμα ὁ Σιμωνίδης ἐποίησεν εἰς ὄνον

ὑδροφοροῦντα ὃν ἐπειὸν ὠνόμασεν ὡς ὁ Ἀθήναιος ἱστορεῖ. ∆ῆλον δ' ὅτι δουρὸς μὲν,

προϋπάρχει τὸ δόρυ. ὡς γὰρ γόνυ γόνυος καὶ μεταθέσει γουνὸς, οὕτω καὶ δόρυ

δόρυος δουρός. τοῦ δὲ δούρατος, εὐθεῖα σεσιγημένη τὸ δοῦρας. ὥσπερ καὶ τοῦ

γόνατος, τὸ γοῦνας. τοιαῦτα δὲ πάντως καὶ τὸ, ὕδατος ἐκ τοῦ ὕδας. καὶ τὸ, φρέατος

ἐκ τοῦ φρέας. ὃ μέχρι καὶ νῦν παραλαλεῖται τοῖς Ἀττικοῖς. (ῃερς. 495.) Τὸ δὲ

ἐμπλήσας, Ὅμηρος μὲν, ἀσφαλῶς καὶ σωφρόνως εἶπε διὰ τὴν πολλὴν ἔνδον τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

354

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!