18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἴκασεν ἐν παραβολῇ. λέων μὲν γὰρ, οὐκ ἂν εἴη Ὀδυσσεὺς ὅτι μὴ μόνον

παραβολικῶς. θυμολέων δὲ, πιθανῶς ἂν εἶναι λεχθείη. (ῃερς. 726.) Τὸ δὲ ἐσθλὸν, δὶς

ἐνταῦθα εἶπε, μιμούμενος γυναῖκα σχεδιάζουσαν καὶ μὴ ἐνευκαιροῦσαν εὑρέσει

ἐπιχύσεως διαφόρων λέξεων. (ῃερς. 728.) Τοῦ δὲ ἀκλεὴς, ἡ μὲν κοινὴ αἰτιατικὴ,

ἀκλεέα καὶ ἀκλεῆ. ὡς τὸ, ὑγιέα ὑγιῆ. Καὶ εὐφυέα εὐφυῆ. ἡ δὲ Ἀττικὴ, εὐκλεᾶ κατὰ

τὸν ὑγιᾶ καὶ τὸν εὐφυᾶ. τὸ μέντοι ἀκλέα, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἀκλεέα ὁμοίως

τῷ, δυσκλέα Ἄργος ἱκέσθαι. Ἰστέον δὲ ὅτι Ἰωνικώτερον ἔχει τὸ ἀκλέα. καὶ ὅτι εἰ καὶ

ἀκλεᾶ ἐγράφη Ἀττικῶς, εἶχε συμβιβάζεσθαι καὶ τοῦτο εἰς μέτρον οὐ μόνον

σπονδειακῶς κατὰ συνίζησιν, ἀλλὰ καὶ δακτυλικῶς διὰ τὴν εἰς φωνῆεν περαίωσιν

καὶ τὴν μετ' αὐτὸ θέσιν τοῦ ἐπαγομένου φωνήεντος. φησὶ γάρ. ἀποκτεῖναι μεμάασιν

ἀκλέα ἐκ μεγάρων. τούτου δὲ καλλίων ἐστὶν ἑτέρα γραφὴ τὸ, ἀνηρείψαντο θύελλαι

ἀκλέα ἐκ μεγάρων. ὅπερ ἀστείως ἔχει λεχθὲν, διὰ τὸ τὸν παῖδα πλεύσαντα,

ἐπιτρέψαι ἀνέμοις ἑαυτόν. (ῃερς. 729.) Ὅτι τὸ, οὐδ' ὑμεῖς ἑκάστη, ταυτὸν μὲν τῷ,

ὑμῶν ἑκάστη. Ἀττικώτερον δὲ τοῦτο. καὶ ἔστιν ἐκ παραλλήλου ταυτὸν τὸ ὑμεῖς καὶ

τὸ ἑκάστη. (ῃερς. 732.) Ὅτι ἐνταῦθα δείκνυται ὡς καλῶς τὸν Τηλέμαχον ἐποίησεν

Ὅμηρος ἀποπλεύσαντα λάθρα τῆς μητρός. ὁ μὲν γὰρ ἀπέκρυψε τὸν πλοῦν ἵνα μὴ

κλαίουσα χρόα καλὸν ἰάπτῃ. αὐτὴ δὲ, φησίν. ὡς εἴπερ ἐγὼ πυθόμην ταύτην ὁδὸν

ὁρμαίνοντα, τῷκε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ

μεγάροισιν ἔλιπε. Χρήσιμος δέ ποτε ὁ λόγος, παντὶ μεταμελομένῳ ἐφ' οἷς φίλος τις

λαθὼν ἀπεδήμησε. (ῃερς. 735.) Τὸ δὲ καὶ ἐσσύμενος περ ὁδοῖο, ὅμοιον τῷ,

ἐπειγόμενός περ ὁδοῖο. Ὅτι ∆ολίος, παροξύτονον τρίβραχυ κύριον ἐνταῦθα. δοῦλος

δὲ οὗτος προικῷος τῇ Πηνελόπῃ. φησὶ γάρ. ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ. καί

μοι κῆπον ἔχει πολυδένδρεον. τοῦτον ἐθέλει στεῖλαι ἡ Πηνελόπη τῷ Λαέρτῃ ὡς ἂν

μαθὼν ἐκεῖνος ἔλθῃ καὶ λαλήσῃ ἐν τῇ πόλει τὰ ὑπὲρ Τηλεμάχῳ. ὃν αὐτοῦ τὲ καὶ τοῦ

Ὀδυσσέως γόνον καλεῖ, ὡς Ὀδυσσέως μὲν, ἔκγονον. ἐκείνου δὲ ἔγγονον. Σημείωσαι

δὲ ὅτι ὁποῖα καὶ ἄλλα τοιαῦτα ποιεῖ Ὅμηρος, ἐλαλήθη μὲν πρὸ τῆς Πηνελόπης,

κληθῆναι τὸν κηπουρὸν ∆ολίον, οὐχ' εὕρηται δὲ τοῦτο πραχθὲν, διὰ τὸ κωλυθῆναι

ὑπὸ τῆς Εὐρυκλείας μετ' ὀλίγα. ἐπεὶ μὴ δὲ ἐχρῆν, τὸν γέροντα σκυλμὸν παθεῖν οὐκ

εὔχρηστον τῷ ποιητῇ. καὶ οὐδὲ τὰ ὑπὸ τῶν δεσποτῶν ἀσκέπτως ἐπιταττόμενα,

πληροῦσθαι χρεών. Ἐνταῦθα δὲ προσθετέον ἐκ τῶν μεθ' Ὅμηρον, καὶ ὅτι πᾶσα ἡ

Πανορμίτις τῆς Σικελίας κῆπος προσηγορεύετο διὰ τὸ πλήρης εἶναι δένδρων

ἡμέρων. ὅτι δὲ καὶ ἡ Συράκουσα κῆπον εἶχε πολυτελῆ ὃς ἐκαλεῖτο μῦθος ἐν ᾧ Ἱέρων

χρηματίζων ἦν, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐκαλεῖτο δ' ἂν ἴσως μῦθος ὁ

κῆπος ἐκεῖνος, διὰ τὸ μὴ ἂν ῥᾳδίως ἐξ ἀκοῆς πιστεύεσθαι τοιοῦτος εἶναι ἀλλὰ

μυθικῶς πεπλάσθαι. παραδέδοται δὲ καί τι κουρᾶς εἶδος, κῆπος λέγεσθαι. ἡ δὲ

μανιόκηπος γυνὴ τουτέστιν ἡ περὶ μίξεις μεμηνυῖα, κήπῳ τῷ κατ' αὐτὴν οὕτω

σκώπτεται. περὶ ὃν 1.191 δηλαδὴ μέμηνεν ἀποφραγνῦσα τοῖς ἐθέλουσι τὴν τῆς ὥρας

ὀπώραν δρέπεσθαι. (ῃερς. 737.) Τὸ δὲ πολυδένδρεον, διαστέλλει λειμῶνος τὸν

κῆπον. ὁ γὰρ λειμὼν οὐκ ἐξ ἀνάγκης πολύδενδρος. (ῃερς. 743.) Ὅτι θρεψαμένη τὸν

Ὀδυσσέα ἡ γραῦς Εὐρύκλεια καὶ ὡς ἐπὶ υἱῷ ἐκείνῳ διακειμένη, νύμφην προσφωνεῖ

τὴν καὶ δέσποιναν καὶ βασίλειαν ἐν τῷ, νύμφα φίλη. ὡς εἴπερ εἶπε, νύμφη τοῦ υἱοῦ

μου. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, νύμφα φίλη. Ὅρα δὲ ὅτι φίλη κληθεῖσα πρὸ ὀλίγων

καὶ ἡ γραῦς ἐν τῷ, κλῦτε φίλαι, αὐτὸ τὲ νῦν ἀνταποδίδωσι, καὶ πλεῖον δέ τι

προστίθησιν ἐν τῷ, νύμφα φίλη. Ὅτι ὁ ἐπικρύψας ἀποδημίαν ἀνδρὸς ἐπαχθῶς τινι

μεγάλῳ προσώπῳ εἶτα ἐξομολογούμενος, δύναταί ποτε εἰπεῖν τὸ, σὺ μὲν ἄρ με

κατάκτανε νηλέϊ χαλκῷ, ἢ ἔα ἐν μεγάρῳ. μῦθον δέ τι οὐκ ἐπικεύσω. ᾔδε' ἐγὼ τάδε

πάντα. πόρον δέ οἱ ὅσσ' ἐκέλευε. σῖτον καὶ μέθυ ἡδύ. ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον, μὴ

πρίν σοι ἐρέειν πρὶν τοσήδε ἡμέρα γένηται. λέγει δὲ ταῦτα Εὐρύκλεια τῇ δεσποίνῃ,

προστιθεῖσα καὶ τὸ αἴτιον οἷα ὑπὲρ αὐτῆς ὄν. ὡς ἂν μὴ κλαίουσα ὡς καὶ προεῤῥέθη,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

217

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!