18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κατὰ τὸν Ὀδυσσέα Οὔτιδος, παρονομαζομένου τῇ οὐτιδανότητι. ὁποῖόν τι καὶ τὸ,

Οὖτις ὃν οὔπω φημὶ πεφυγμένον εἶναι ὄλεθρον. ἐχρῆν γὰρ εἰπεῖν πεφυγμένον εἶναι

ὀλέθρου. κατὰ τὸ, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων. (ῃερς. 442.) Τὸ δὲ νήπιος οὐκ

ἐνόησε, σημειοῦται καὶ αὐτὸ σὺν τοῖς προλεχθεῖσι τὴν τοῦ Πολυφήμου ἀφροσύνην.

ὃς δέον ὂν ἀκριβῶς ψηλαφᾶν τὰ μῆλα, ὁ δὲ, μόνα τὰ νῶτα ἠρεύνα ἐπιμαιόμενος ὡς

ἐῤῥέθη. ὅπερ ὅμοιόν ἐστι τῷ ἐπιμασσάμενος. (ῃερς. 444.) Τοῦ δὲ ὕστατος ἐπίτασις τὸ

πανύστατος. (ῃερς. 445.) τὸ δὲ λαχμῷ στεινόμενος πάλιν πολλὴν εἶναι καὶ τὴν τοῦ

ἀρνειοῦ δηλοῖ τρίχωσιν ὡς καὶ στενοχωρεῖν ἐκεῖνον. διὸ καὶ μόνος αὐτὸς εἶχε

πιθανῶς φέρειν τὸν Ὀδυσσέα στρεφθέντα περὶ αὐτόν. Τὸ δὲ καὶ ἐμοὶ πυκινὰ

φρονέοντι, ἔχει τι ἀστεϊσμοῦ. ὡς τοῦ κριοῦ, τῷ πυκινῷ τε λαχμῷ στεινομένου, καὶ

τῷ πυκινῷ Ὀδυσσεῖ. οὗ περίφρασίς ἐστι τὸ, πυκινὰ φρονέοντι. ὅπερ ἁπλοϊκῶς κεῖται

εἰς ἔπους ἀναπλήρωσιν καὶ προσωπικὴν σύστασιν. (ῃερς. 446.) Τὸ δὲ ἐπιμασσάμενος,

ἀπὸ ἐνεστῶτος γίνεται τοῦ μῶ μάσω. ἐξ οὗ παράγωγον τὸ, ἐπεμαίετο νῶτα. (ῃερς.

447.) Πέπονα δὲ τὸν κριὸν εἰπεῖν, ἁπλοῦ καὶ αὐτὸ ἤθους καὶ ἀφελοῦς καὶ ὑπό τι

νηπίου. τοιοῦτος γὰρ ὁ ξείνους μὲν μὴ φιλῶν κριῷ δὲ πέπονι χρώμενος. (ῃερς. 449.)

Τὸ δὲ πολὺ πρῶτος νέμεαι, καὶ πρῶτος ῥοὰς ποταμῶν ἀφικάνεις, καὶ πρῶτος εἰς

σταθμὸν ἀπέρχῃ, κτίλον τε εἶναι τὸν κριὸν ἐμφαίνει, καὶ κάλλος δὲ ἔχει κατὰ

ἐπαναφορὰν, διὰ τὴν τοῦ πρῶτος ἐπανακύκλησιν. (ῃερς. 450.) Τὸ δὲ ῥοὰς ποταμῶν,

πολλοὺς εἶναι ποταμοὺς δηλοῖ τῇ γῇ τῶν Κυκλώπων. (ῃερς. 451.) Σταθμὸν δὲ καὶ

νῦν τὴν ἀγροτικὴν οἴκησιν λέγει. (ῃερς. 452.) Ἀπονέεσθαι δὲ, τὸ ἐπανελθεῖν. (ῃερς.

452.) Τὸ δὲ ἐξαλάωσε, περιττὴν ἔχει τὴν πρόθεσιν. ἀλλαχοῦ γὰρ ὃν ὀφθαλμοῦ

ἀλάωσεν ἔφη. (ῃερς. 453.) Λυγροὺς δὲ ἑταίρους, τοὺς κακοὺς, ὅ ἐστι δειλούς. κυρίως

δὲ τὸ λυγρὸν χαλεπόν ἐστι. καὶ, ὡς εἰπεῖν, ψυχρὸν καὶ θανάσιμον. ὡς καὶ σίδηρος

ψυχρὸς ὁ θανατοποιός. καὶ γίνεται ἡ λέξις παρὰ τὸν πρὸ ὀλίγων ῥηθέντα λύγον, ἵνα

ᾖ λυγηρὸν. 1.356 λύγος δὲ ὡς ἐῤῥέθη ὁ ἄγνος, φυτὸν ψυχρὸν καὶ ἐκ τῆς ἀγονίας

ἄγνος λεγόμενον κατὰ συγκοπήν. διὸ καὶ οἱ ἁγνεύειν ἐν θεσμοφορίοις ἐθέλοντες

ὑπεστρώνυον ἑαυτοῖς τῶν τοῦ ἄγνου κλάδων ἵνα μένοιεν ἄφυσοι. ὥσπερ δὲ κατὰ

τὴν ποίησιν ᾠκείωται τοῖς κάτω ἡ ἰτέα διὰ ὠλεσίκαρπον, οὕτω καὶ ἄγνος ἤγουν ὁ

λύγος διὰ τὸ ψυχρὸν καὶ ἐντεῦθεν ἄγονον. ἴσως δ' ἐκ τοῦ τοιούτου λύγου καὶ

λυγαλέον καὶ πλεονασμῷ, λευγαλέον τὸ ὀλέθριον. (ῃερς. 455.) Τὸ δὲ ποτιφωνήεις

γένοιο ἀντὶ τοῦ αὐδήεις εἴρηκε, γενικῶς εἰπών. πᾶσα μὲν γὰρ αὐδὴ καὶ φωνή ἐστιν.

οὐ μὴν καὶ πᾶσα φωνὴ αὐδὴ λεχθείη ἄν. ἡ γοῦν τοῦ κριοῦ αὐδὴ μὲν οὐκ ἂν εἴη,

φωνὴ δέ ἐστι. διὸ καὶ πρὸς ἑρμηνείαν τοῦ ποτιφωνήεις ἐπάγει τὸ, εἰπεῖν ὅππῃ κεῖνος

ἠλασκάσκει, δηλῶν οὕτως ὅτι φωνήεντα νῦν ἔφη τὸν αὐδήεντα καὶ λόγῳ

χρησάμενον προφορικῷ. καθ' ἣν ἔννοιαν καὶ προσφωνεῖν τις λέγεταί τινα. καὶ

τέχνη δὲ παραδέδοται λογογραφίας προσφωνητικῆς. χρῆσις δὲ σημασίας τοιαύτης

καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἀμείβετο φώνησέν τε. τουτέστιν, εἶπεν. ἐλάλησεν. αὐδῇ

ἐχρήσατο. ἐφθέγξατο γὰρ εἰπεῖν, οὐ πάνυ προσφυὲς, εἴγε φθόγγον καὶ φθέγγεσθαι

καὶ ἐπὶ ἀλόγων τίθησί που ὁ ποιητής. ἔτι χρῆσις ὁμοία καὶ ἐν τῷ, οὐδέ τί μιν

προσεφώνεον οὐδ' ἐρέοντο. οὕτω καὶ Πίνδαρος βέλη φωνεῦντα, ὅ πέρ ἐστι

φωνέοντα, τοὺς ἑαυτοῦ λόγους εἶπε, λαβὼν καὶ αὐτὸς τὸ φωνῆσαι ἀντὶ τοῦ εἰπεῖν

ὁμοίως Ὁμήρῳ. (ῃερς. 458.) Τὸν δὲ ἐγκέφαλον καὶ ἔγκαρον λέγεσθαι, ὁ Λυκόφρων

δηλοῖ. (ῃερς. 460.) Τὸ δὲ λωφᾶν ὅτι κατ' ἔκτασιν γίνεται ἀπὸ τοῦ κατὰ τὸν τράχηλον

λόφου, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 447.) Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἐνταῦθα ὁ

Κύκλωψ τῷ κριῷ, οὕτω καὶ ἐν Ἰλιάδι Ἕκτωρ καὶ Ἀχιλλεὺς τοῖς κατ' αὐτοὺς ἵπποις

προσδιαλέγονται. Καὶ ὅτι ὁμοφρονῆσαι θέλειαὐτῷ τὸν κριὸν ὁ βοσκηματώδης

Κύκλωψ, ὅμοιος ὁμοίῳ φασί. Καὶ ὅτι οὐκ ἠξίωσεν ἐνταῦθα τὸν κριὸν αὐδήεντα

γενέσθαι ὁ ποιητὴς ὡς ἐν Ἰλιάδι αὐδήεντα ἵππον ἡ Ἥρα ἔθετο, οὐδὲ γὰρ ἐχρῆν, τά τε

ἄλλα καὶ ὅτι οὐδὲ ἔχοι ἂν ἀλληγορίαν ἡ τοιαύτη αὐδή. καὶ οὐδὲ φυκτὰ ἦν ἔτι τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

405

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!