18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Πλούτῳ, καὶ ἐν τῷ, ἀλλ' ὦ ∆ελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ

προδιδάσκων τοὺς σοὺς προπόλους. (ῃερς. 215.) Τὸ δὲ ὑγρὸν ἔλαιον ὃ καὶ λίπα φησὶν

ἐλλειπτικῶς, ἔν τε τῷ, ἀλειψάμεναι λίπ' ἐλαίῳ, καὶ λοέσσατο καὶ λίπ' ἄλειψε,

προϊὼν καὶ ἀλοιφὴν λέγει ἐν τῷ, ἀμφὶ δ' ἐλαίῳ χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός

ἐστιν ἀλοιφή. ὡς εἶναι ταυτὸν κατὰ πολυωνυμίαν, ἔλαιον καὶ ἀλοιφὴν καὶ λίπα.

δῆλον δὲ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὡς καὶ ἐψυχρολούτουν οἱ παλαιοί. ὅτι δὲ καὶ

θερμοῖς ἐχρῶντο λοετροῖς, ἐν ἄλλοις δηλοῖ ὁ ποιητής. Ὅτι δὲ οὐχ' ἁπλῶς ἐλαίῳ πρὸς

θεραπείαν ἰατρικώτερον οἱ παλαιοὶ ἐχρίοντο συνήθως καθὰ μυριαχοῦ δείκνυται,

ἀλλά τινες καὶ πολυτελεῖ ἐχρῶντο ἐλαίῳ, δηλοῖ ὁ γράψας τὸ, τοῖς μὲν γυμνασίοις ὡς

βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ' ἐλαίῳ πολυτελεῖ καὶ μύροις. Ἰστέον δὲ καὶ ὡς

κοινότερον μὲν τὸ λίπ' ἐλαίῳ, ἀποκεκόφθαι δοκεῖ ἐκ τοῦ λιπαρῷ. ἵνα ᾖ λιπαρὸν

ἔλαιον, οὐ πρὸς διαστολὴν ἑτέρου μὴ τοιούτου, ἀλλὰ τὸ ἁπλῶς φύσει τοιοῦτον

ὑγρόν. Ἡρῳδιανὸς μέντοι ἄλλως αὐτὸ σχηματίζων, φησὶν ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ

κατάληξις, οὐκ ἀήθης. ἀλλὰ τὸ μὲν ἄλειφα, ὥσπερ θένω θέναρ καὶ κείρω κέρας,

οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἀλείφω, ἄλειφαρ ἢ ἄλειφας. καὶ ὑποστολῇ τοῦ ˉρ ἢ τοῦ σίγμα,

ἄλειφα. τὸ δὲ λίπα, ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγένετο. ὡς γὰρ κῶος κῶας, ὕδος

ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας ἐξ οὗ τὸ λίπα, ἵνα ᾖ γένος μὲν τὸ λίπα,

εἶδος δὲ τὸ ἔλαιον. (ῃερς. 216.) Ὅτι τὸ, λοῦσθαι ποταμοῖο ῥοῇσιν ὅ ἐστι ῥείθροις, ἀπὸ

τοῦ λόεσθαι γίνεται. ἀφ' οὗ καὶ λοετρόν. ὅθεν καὶ παρὰ τῷ κωμικῷ τὸ, ψυχρᾷ

θαλάττῃ λούμενος. οὕτω γὰρ οἱ Ἀττικοὶ, οὐ μὴν λουόμενος. καὶ προϊὼν δὲ

λοέσσομαι λέγει ἐν ἁπλότητι. καὶ ἀπολούσομαι κατὰ συναίρεσιν. ὅτι δὲ καθὰ

λόεσθαι λοῦσθαι οὕτω καὶ λοετρὸν καὶ λουτρὸν, δῆλόν ἐστι. λοῦτρον μέντοι

μοναχῶς, τὸ ἀπόλουμα βαρυτόνως. ὃ γλίττον ἄλλοι φασὶν, ὡς δηλοῖ ὁ ἐπιμερίσας

οὕτω, γλίον τὸ εὔτονον. γλία, ἡ κόλλα. γλιᾶσθαι, τὸ παίζειν ἢ προθυμεῖσθαι.

γλίττων ὁ ἐν ταῖς ἐμβάσεσι γινόμενος ῥύπος. καὶ σημείωσαι τὰς ἐμβάσεις. (ῃερς.

221.) Ὅτι σώφρονος ἀνδρὸς λόγος τὸ, ἄντην οὐκ ἂν ἔγωγε λοέσσομαι αἰδέομαι γὰρ

γυμνοῦσθαι, κούρῃσιν ἐϋπλοκάμοισι μετελθών. αὐτὸ δὲ (ῃερς. 223.) μόνον τὸ

αἰδέομαι γὰρ γυμνοῦσθαι. Ὀδυσσεὺς δὲ καὶ ταῦτα φησὶ καὶ ἕτερά τινα ἐν στίχοις

πέντε. ἃ μὴ θέλων ὁ ποιητὴς δισσεῦσαι διὰ τῶν δουλίδων πρὸς τὴν Ναυσικάαν, φησὶ

κομματικῶς καὶ πάνυ γοργῶς, εἶπον δ' ἄρα κούρῃ, τουτέστιν ἐξεῖπον τῇ δεσποίνῃ

τοὺς τοῦ Ὀδυσσέως λόγους. (ῃερς. 224.) Ὅτι λούματος φραστικὸν τὸ, αὐτὰρ ὃ χρόα

νίζετο ἅλμην ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους. ἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς

χνόον ἀτρυγέτοιο. Ἔστι δὲ τὸ μὲν ἀμπέχειν, ὅμοιον τῷ περιέχειν, ἤτοι ἐνδύειν. καὶ

ὡς εἰπεῖν, ἀμφιέχειν. τροπῇ τοῦ ˉφ εἰς τὸ ἀντίστοιχον πˉι κατὰ Ἴωνας. ὅθεν καὶ τὸ

ἀμπίσχειν. καὶ ἡ ἀμπεχόνη. καὶ τὸ ἀμπέχονον. ὅτι δὲ τοῦ ἀμπέχω καὶ μέλλων ἐστὶν

ἀμφέξω ἀντὶ τοῦ ἐνδύσομαι, ὁ Ἀθήναιος δηλοῖ. (ῃερς. 226.) Ἁλὸς δὲ χνόος, ἡ

ἀκαθαρσία κατὰ τοὺς παλαιοὺς, ἤγουν ἡ ἐν ἄλλοις, ἁλὸς ἄχνη. Ἰστέον δὲ ὅτι τὸ,

χρόα νίζετο ἅλμην, ἀντίπτωσιν πάσχει. ἢ γὰρ, τὸν χρόα ἔσμηχεν ἐκ τῆς ἅλμης. ἢ

μᾶλλον, τὴν ἅλμην ἐκ τοῦ χροός, κατὰ τὸ, ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον. καὶ,

ἅλμην ὤμοιϊν ἀπολούσομαι. ἔνθα τὸ ἅλμην 1.251 τὴν τὸ σῶμα δηλαδὴ

δριμύττουσαν, πρὸς διαστολὴν ἐῤῥέθη τῶν τε διὰ ῥύπου ἀπέλευσιν λουομένων, καὶ

τῶν ἄλλως διὰ τημέλειαν σώματος. καὶ τοῦτο μὲν, λοῦμα τῷ τληπαθεῖ Ὀδυσσεῖ, κατ'

ἀνάγκην. ἀλλαχοῦ δὲ γυνή τις θυμῆρες ἐκέρασε κατὰ κρατός τε καὶ ὤμων. καὶ χαίρει

μὲν καὶ Ὀδυσσεὺς θερμοῖς λοετροῖς. πλὴν καὶ ἄλλως οἶδεν ὑπομένειν ὥσπερ ἀσιτίαν

καὶ ῥύπον καὶ ῥῖγος καὶ γυμνότητα, οὕτω καὶ ἀλουσίαν. φάναι τὸ τοῦ Ἀλέξιδος.

ἐντούτοις δὲ κειμένου καὶ τοῦ (ῃερς. 227.) αὐτὰρ ἐπειδὴ πάντα λοέσσατο καὶ λίπ'

ἄλειψεν, ἰστέον ὅτι πάντα μὲν, τὸν χρόα ὅλον εἰπεῖν δοκεῖ τὸν προειρημένον. τὸ δὲ

λίπα, οὐ σαφῶς φράσαι, διὰ τὴν κατ' αὐτὸ ἀποκοπήν. ἄδηλον γὰρ, εἴτε λιπαρὸν

ἔλαιον ἤλειψε κατὰ πάντα τὸν χρόα εἴτε λιπαρῷ ἐλαίῳ πάντα ἤλοιψεν. Ἔτι ἰστέον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

285

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!