18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀφιᾶσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. (ῃερς. 119.) Ὅτι ἀπορῶν τις ποῦ ἐστι καὶ

δεδιὼς, ἐρεῖ ἂν κατὰ τὸν Ὀδυσσέα ᾤμοι ἐγώ. τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥ'

οἵγε ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος (ῃερς. 121.) ἐστὶ

θεουδής. ὅ ἐστι θεοειδής. ἤτοι προσηνής, ἢ θεοῖς ἁδῶν ὅ ἐστιν ἀρέσκων, εἰ δὲ καὶ

(ῃερς. 122.) λεπτῆς τινος ἐκεῖνος ἀκούσει φωνῆς, οἰκεῖον ἐπενεγκεῖν καὶ τὸ, ὥς τέ με

κουράων ἀμφήλυθε θῆλυς ἀϋτή. Καὶ ὅρα ὡς ἐπὶ φωνῆς καινότερον τὸ θῆλυς ἔθετο

καθὰ καὶ προεμνημονεύθη. (ῃερς. 125.) Ὅτι αἰνιττόμενος ὁ ποιητὴς νύμφας εἶναι

ἀλληγορικῶς τὰς περὶ γῆν φυσικὰς δυνάμεις τὰς τῶν φυτῶν αὐξητικὰς ὡς καὶ ἐν

ἄλλοις ἐῤῥέθη, φησί. κουράων νυμφάων αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα, καὶ πηγὰς

ποταμῶν καὶ πίσεα ποιήεντα. Λέγει δὲ πίσεα ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοὺς ὑγροὺς

τόπους καὶ δυναμένους πίσαι τουτέστι ποτίσαι. οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. οἱ δὲ

παλαιοὶ, ἑρμηνεύουσιν οὕτω. πίσεα, ἕλη. πεδία. λειμῶνες. ποτίστραι. οἱ δ' αὐτοὶ

λέγουσιν ὅτι καὶ Εὔπολις ἐν δήμοις, πίσει φησὶν ἀντὶ τοῦ ποτιεῖ. ἐξ οὗ καὶ πίστρα ἡ

ποτίστρα. καὶ πιστὸν τὸ πινόμενον. οὗ χρῆσις παρ' Αἰσχύλῳ, εἰπόντι. φάρμακα, τὰ

μὲν χριστὰ τὰ δὲ πιστά. (ῃερς. 122.) Κοῦραι δὲ κατὰ τὸν ποιητὴν αἱ ῥηθεῖσαι νύμφαι,

διὰ τὸ ἀεὶ νεάζειν κατὰ φύσιν καὶ μὴ γηρᾶν. διὸ καὶ νύμφαι αἱ αὐταὶ καλοῦνται, διὰ

τὸ ἀεὶ νέον. ἢ κατὰ τὸ νῦν φαίνεσθαι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὃ καὶ συμβιβαστέον

πρὸς τὸ, ἀεὶ νέον ἐρχομενάων, τὸ ἐν Ἰλιάδι κείμενον. (ῃερς. 125.) Ὅτι ὥσπερ

ἀλφισταὶ ἄνθρωποι κατὰ ἐπίθετον ἰδικὸν, οὕτω καὶ αὐδήεντες ὡς πολλαχοῦ

δεδήλωται. φησὶ γοῦν Ὀδυσσεὺς μετὰ κίνδυνον γνοὺς τὰς γυναικικὰς φωνάς. ἦ

δήπου ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. ὡς εἴπερ εἶπεν, ὅτι οὐκέτι πλανῶμαι, ἀλλ'

οἰκου

μένης ἐπέβην. (ῃερς. 126.) δύναται δὲ εἰπεῖν αὐτὸ καὶ ὁ ἐκ βαρβάρου γῆς εἰς μὴ

τοιαύτην ἐλθών. Ὅτι ἐπιβολὴ πείρας ἀκριβοῦς τὸ, ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι

καὶ ἴδωμαι. (ῃερς. 127.) Ὅτι κοινῶς μὲν, τὸ ὑποδύεσθαι, κρύψιν τινὰ δηλοῖ καὶ

αἰτιατικῇ συντάσσεται. οἷον. τάφον ὑπέδυ. ἢ θάμνους ὑπέδυ. ὁ δὲ ποιητὴς ἐνταῦθα,

θάμνων ὑπεδύσετο φησὶν Ὀδυσσεὺς, ἀντὶ τοῦ, ὑπεξῆλθεν ἐκ τῶν θάμνων.

καινότερον τοῦτο φράσας καὶ ἀσυνήθως τοῖς ὕστερον. (ῃερς. 128.) Ὅτι ἐκ πυκινῆς

ὕλης Ὀδυσσεὺς πτόρθον κλάσε χειρὶ παχείῃ, φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα

φωτός. αἰδεῖται γὰρ γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισιν ἐπελθὼν, ὡς μετ' ὀλίγα

ἐρεῖ. Πυκινὴν δὲ ὕλην λέγει, τὰς προσεχῶς εἰρημένας θάμνους. αἳ 1.243 παρὰ τὸ

θαμὰ ὅ ἐστι πυκνῶς, ἐτυμολογοῦνται. ὁ δὲ πτόρθος, ἔοικε κλάδος εἶναι πλατύς τε καὶ

ἐπιμήκης. καὶ δοκεῖ οὕτω λεχθῆναι, παρὰ τὸ διαπετάσαι καὶ τὸ ὄρθιον. οἱονεὶ ὁ

διαπετασμένος εἰς ὀρθόν. οὐ ψιλὸς δὲ οὗτος, ἀλλὰ πτόρθος φύλλων οἷος συγκρύψαι

τὰ μὴ οἷά τε ὁρᾶσθαι. εἰκὸς δὲ καὶ ἐξ ἀειθαλοῦς φυτοῦ εἶναι τὸν πτόρθον. ἄλλως γὰρ,

ὑπερβῆναι τὸν φυλλοχόον μῆνα φαίνεται ὁ καιρὸς, ὡς καὶ προεσημειώθη. δύναται

δὲ καὶ ἐκ μὴ ἀειθαλῶν δένδρων εὑρεθῆναί τις πολύφυλλος πτόρθος ἐν ὕλῃ πυκνῇ.

Τὸ δὲ κλᾶν, ὀνοματοποιεῖται. καθὰ καὶ τὸ θλᾶν καὶ τὸ θραύειν καὶ ὅσα τοιαῦτα. Τὸ

δὲ χειρὶ παχείῃ, νῦν μὲν, καὶ ἐν ἄλλοις δὲ ὁμοίοις τόποις, καλῶς κεῖται. ἐπὶ δὲ

Πηνελόπης ὅτε ῥηθείη, ἀκύρως τεθὲν παρέλκει. ὅτι δὲ καὶ ἄλλα τινὰ προστίθησιν

ἀκύρως ὁ ποιητὴς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. (ῃερς. 129.) Μήδεα δὲ τὰ

αἰδοῖα, παρὰ τὸ μέδειν ὡς καὶ ἑτέρωθι ἐδηλώθη. ἀρχὴ γάρ τις ἐν τοῖς ζῴοις καὶ αὐτά.

Ἡσίοδος δὲ καὶ ἄλλοι, μέζεα ταῦτα φασὶ, συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ συνήθει

τοῦ ˉδ εἰς ζῆτα. (ῃερς. 130.) Ὅτι τὸν Ὀδυσσέα γυμνὸν ὄντα, καὶ δυσπρόσιτον

διατοῦτο φανῆναι μετὰ βλοσυρότητος μέλλοντα ταῖς κόραις, λέοντι παραβάλλει.

εἰπών. βῆ δ' ἴμεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς. ὅστ' εἶσ' ὑόμενος καὶ

ἀήμενος. ἐν δέ οἱ ὄσσε δαίεται. αὐτὰρ ὁ βουσὶ μετέρχεται ἠὲ ὀΐεσσιν. ἠὲ μετ'

ἀγροτέρας ἐλάφους. κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον

ἐλθεῖν. ὣς Ὀδυσσεὺς κούρῃσιν ἔμελλε μίξεσθαι γυμνός περ ἐών. χρειὼ γὰρ ἵκανεν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

276

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!