18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

αὐτὸς ἐν Πύλῳ τραφείς. καὶ διότι δὲ εὐκλεῶς ἐκεῖνος ἀπέθανεν. ἀπαθέστερον οὖν

ὑποτίθεται τὸν Πεισίστρατον ὁ ποιητὴς, ὡς ἂν ἔχοι προκατάρξαι παραμυθίας. εὐθὺς

γὰρ αὐτὸς παύει τὸν κλαυθμὸν εἰπὼν φίλα καὶ ἐπαινετὰ τῷ Μενελάῳ. Ὅρα δὲ καὶ

τὴν ἐξαλλαγὴν τοῦ σχήματος. εἰπὼν γὰρ ἔκλαιε μὲν Ἑλένη. ἔκλαιε δὲ ὁ δεῖνα καὶ ὁ

δεῖνα, ἐσχημάτισεν ἀποφαντικῶς, οὐδ' ἄρα Νέστορος υἱὸς ἀδάκρυτος ἔμενεν. οὐ

διατρίβων δηλαδὴ ἐν τῷ κλαίειν ἀλλὰ πρὸς βραχὺ δακρύων. ὅτι δὲ ἀγνώριστος ἦν ὁ

Νεστορίδης οὗτος τῷ ἀδελφῷ Ἀντιλόχῳ, δηλώσει ὑποκατιὼν, ἔνθα οὔτε ἀντῆσαι

φησὶν ἐκείνῳ οὔτε ἰδεῖν. (ῃερς. 190.) Ὅτι χρήσιμόν ποτε εἰς φρονίμου ἔπαινον τὸ,

1.159 περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι ἔφασκεν ὁ δεῖνα ὅτ' ἐπιμνησαίμεθα σεῖο.

τὸ δὲ καὶ νῦν εἴ τι που ἔστι πίθοιό μοι, καλὸν εἰς παραίνεσιν. (ῃερς. 194.) Ὅτι

γνωμικῶς λέγεται τὸ, οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος. ἤγουν ἐπ'

αὐτῷ τῷ δόρπῳ ἐν ᾧ ἀνέσεως μάλιστα χρεία. ἀλλὰ καὶ ἠώς φησιν ἔσσεται. τὴν δὲ

αἰτίαν, ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. ἵνα δηλαδὴ μήτις νεμεσήσηται καὶ εἴπῃ

δακρυπλώειν βεβαρημένον τὰς φρένας οἴνῳ. (ῃερς. 195.) εἶτα ἵνα μὴ δόξῃ

ἀποτρέπειν καθόλου τοῦ κλαίειν ἐπὶ νεκροῖς, φησίν. νεμεσσῶμαι γέ μιν οὐδὲν,

κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἷον βροτοῖς.

κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν. οὔκουν καθάπαξ ἀναιρεῖ ὁ

Νεστορίδης τὸ ἐπὶ τεθνεῶσι κλαίειν. ἀλλὰ μεταληπτικῶς, συγχωρεῖ μὲν τὸ πρᾶγμα,

μέμφεται δὲ τὸν καιρόν. ἤτοι τὸ ὀδύρεσθαι τινὰ ἐνδόρπιον. (ῃερς. 196.) Τὸ δὲ κλαίειν

ὅς κε θάνῃσιν, ἔχει τι ἀμφιβολίας σχεδιαστικῆς. ὅμως δὲ οὐκ ἂν λέγοι ὡς χρὴ τὸν

θανόντα κλαίειν ἤτοι κλαυθμὸν ποιεῖσθαι, ἀλλ' ὅτι ἡμᾶς κλαυστέον ἐπὶ τῷ θανόντι.

Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ὃ πολλαχοῦ λέγεται, τὴν αὐτὴν ἔννοιαν

παλιλλογεῖ. (ῃερς. 197.) Τὸ δὲ γέρας οἷον, ἢ θαυμαστικῶς εἴρηται καὶ δασύνειν τὸ

οἷον, ἢ ἴσως καὶ ἀντὶ τοῦ μόνον, ὅτε καὶ ψιλωθήσεται. (ῃερς. 199.) Ὅτι ὥσπερ ἐν

Ἰλιάδι τὸ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, τῷ ἀποφατικῷ κατάφασιν δηλοῖ

ἀνδρικὴν ἵνα λέγῃ οὐκ ἀφαυρότατον, τὸν πάνυ ἀνδρεῖον. οὕτω καὶ ἐνταῦθα τὸ, ἐμὸς

τέθνηκεν ἀδελφεὸς οὔτι κάκιστος Ἀργείων, ἀντὶ τοῦ ἀνδρειότατος εἴληπται.

Πεισίστρατος δὲ περὶ Ἀντιλόχου τοῦτο φησὶ τοῦ ἀδελφοῦ. λέγων καὶ ὅτι περὶ ἄλλων

φασὶ γενέσθαι ἐκεῖνον. (ῃερς. 2.) Περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχήτην. ὡς οἷον

ἑρμηνεύων τὸ, οὔτι κάκιστος. εἰ δὲ ὁ Νέστωρ πρὸ τούτων ὡσαύτως ἐπαινέσας τὸν

Ἀντίλοχον, εἶπεν ἐκεῖνον καὶ κρατερὸν καὶ ἀμύμονα, ἔχει καὶ ὁ υἱὸς Πεισίστρατος

ἐνταῦθα εἰπὼν ἀντὶ τοῦ κρατερὸς, τὸ, οὔτι κάκιστος Ἀργείων. Ἀμύμονα δέ γε, αὐτὸς

ὁ ποιητὴς πρὸ ὀλίγου εἶπε τὸν Ἀντίλοχον. (ῃερς. 4.)Ὅτι καθάπερ ἐν τῷ, ὦ φίλ' ἐπεί

μ' ἔμνησας ὀϊζύος, μακροαπόδοτος ἡ σύνταξις καὶ ὑποδύσκολος, οὕτω καὶ νῦν ἐν τῷ,

ὦ φίλ' ἐπεὶ τόσα εἶπες καὶ ἑξῆς. μετὰ ὀκτὼ γὰρ στίχους ἀποδέδοται τὸ ἀκόλουθον

τῆς συντάξεως ἐν τῷ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν. νοουμένου τοῦ δˉε

συνδέσμου, ἀντὶ τοῦ δή. Ἰστέον δὲ ὅτι κατὰ παλαιὰν παρατήρησιν, ἐν πολλοῖς

εὑρίσκεται καὶ μάλιστα παρὰ τῷ ποιητῇ, ὁ ἐπεˉι σύνδεσμος δυσαπόδοτος κατὰ

σύνταξιν, ὅτε καθὰ καὶ ἄλλαι λέξεις, οὕτω καὶ αὐτὸ κεῖσθαι δοκεῖ ἐκ περισσοῦ. (ῃερς.

5.) Ὅτι καλὸν εἰς ἐγκώμιον τὸ, τόσα εἶπες ὅσ' ἂν πεπνυμένος ἀνὴρ εἴπῃ καὶ ῥέξειε,

καὶ ὃς προγενέστερος εἴη. Καὶ ὅρα ὡς ἀντὶ τοῦ εἰπεῖν καὶ γέρων, εἶπε περιφράσας τὸ,

καὶ ὃς προγενέστερος εἴη. πρὸς Πεισίστρατον δὲ ὁ λόγος. ὃς ἔφη τὲ μὴ χρῆναι

δακρύειν ἐπιδόρπια, καὶ ἔρεξε πρῶτος αὐτὸ τοῦτο, παύσας αὐτίκα τὸ δάκρυον. εἰ δὲ

καὶ πατέρα ἔχει ἀγαθὸν ὁ ἐπαινούμενος καὶ ἑτέρους ἀξιεπαίνους υἱοὺς, προσαρμόσει

καὶ τὰ ἐφεξῆς. τοίου γὰρ καὶ πατρός. ὃ καὶ πεπνυμένα βάζεις. ῥεῖα δ' ἀρίγνωτος

γόνος ᾧ θεὸς ὄλβον ἐπικλώσει γαμέον τί τε γεινομένῳ τε. ὡς νῦν τῷ δεῖνι ἔδωκεν

οἷον τῷ Νέστορι διαμπερὲς ἤματα πάντα. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν

μεγάροισιν, υἱέας αὖ, πινύτους τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἤγουν φρονίμους τὲ

καὶ ἀνδρείους. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι τὸ, τοίου, γὰρ πατρὸς, οἱ γλωσσογράφοι, ἀντὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

181

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!