18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

περὶ οὓς ἦν ἄρχων ὁ Τιτυός. ἔοικε δὲ καὶ καλὸς εἶναι τόπος ὁ Πανοπεὺς, διὸ

εὐηρέστηται τῷ ποιητῇ μὴ εὐρύχορον αὐτὸν εἰπεῖν ἀλλὰ καλλίχορον. (ῃερς. 581.)

Ὅτι τὸν Τάνταλον Εὐριπίδης μὲν ἀέρι ᾐωρημένον τίνειν δίκην φησὶν ὑπὸ λίθου

ἠρτημένου ὑπὲρ κεφαλῆς καὶ ἐκθροοῦντος αὐτόν. ἕτεροι δὲ τὸ Σίπυλον ὄρος αὐτῷ

ἐπικατεστράφθαι φασὶ ὑπὸ ∆ιὸς, ἐπειδὴ κύνα χρυσοῦν ἔμψυχον ἔχων αὐτὸς, ὃν ἐκ

Κρήτης κλέψας Πανδάρεος ἀπὸ τεμένους ∆ιὸς αὐτῷ παρακατέθετο, 1.436 εἶτα ὑπὸ

Ἑρμοῦ ἀπαιτούμενος καὶ ὀμόσας μὴ ἔχειν ἐφωράθη αὖθις ἔχων διὰ τοῦ Ἑρμοῦ.

Ὅμηρος δὲἄλλως πλάττων διψᾶν φησὶν ἐν Ἅιδου ἀεὶ καὶ πεινᾶν αὐτὸν, καὶ ἅλις μὲν

ἔχειν τῶν εἰς χρείαν, μὴ ἔχειν δὲ ἀπολαύειν αὐτῶν. φησὶ γὰρ ὁ παρ' αὐτῷ Ὀδυσσεὺς

οὕτω· καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, ἑσταότ' ἐν λίμνῃ. ἡ δὲ

προσεπέλαζε γενείῳ. στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι. ὁσσάκι γὰρ

κύψει' ὁ γέρων πιέειν μενεαίνων, τοσσάχ' ὕδωρ ἀπόλεσκεν ἀναβροχέν. ἀμφὶ δὲ

ποσσὶ γαῖα μέλαινα φάνεσκε. καταζήνασκε δὲ δαίμων. δένδρεα δ' ὑψιπέτηλα

κατακρῆθεν χέε καρπὸν, ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι, συκαῖ τε γλυκεραὶ

καὶ ἐλαῖαι τηλεθόωσαι, τῶν, ὁπότ' (ῃερς. 590.) ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,

ἤτοι ἐφάψασθαι, τάσδ' ἄνεμος φέρεσκε ποτὶ νέφεα σκιόεντα, ἅρπυιά τις ὢν αὐτὸς οἷς

ἔμελλε φαγεῖν Τάνταλος. (ῃερς. 582.) Σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα εὑρίσκεται

γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατ' αὐτὸ Ἡρακλείδης γράφει

ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον

πολλάκις ἑνὸς παρακειμένου πολλοὶ ἐνεστῶτες εὑρίσκονται. ἑνὸς δέ φημι ἐν φωνῇ

μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ

γοῦν ἧκα παρακειμένου δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες εἰ μὲν ψιλοῦται,

ἔθω, οἷον ἔθων Οἰνῆος ἀλωὴν, αἴδω, οἷον αἰδομένων δ' ἀνδρῶν, αἴθω τὸ καίω,

αἴσθω, ᾄδω, ἔδω τὸ ἐσθίω. δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω, καὶ ἕξω, καὶ ἕω,

οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς

πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ, ὡς οἷον

ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἐφ' ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα

γεγήθηκα, δεύτερος δὲ γέγηθα πέφιλα, τρίτος παρ' Ἴωσι δίχα τοῦ κάππα, πεφίληα.

γεγήθηα. οἷς φησὶ καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφ' ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ

τετύχηκα τετύχηα λέγει, διαπρύσιον τετυχηώς. τέταρτος δέ φησι παρακείμενος τοῦ

φιλῶ, πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ, νεκύων κατατεθνειώτων ἐκ τοῦ τέθνεια

παρακειμένου. πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ἰῶτα, οὗ

πρὸς ἀκολουθίαν τὸ ἑστεότ' εἰν Ἀΐδαο, ἀπὸ τῆς ἑστεώς φασι μετοχῆς τοῦ στῶ

ῥήματος. πολλάκις δέ φησι ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ

ˉε εἰς τὸ ˉα. τὸ γοῦν ἕστεα ἕσταα λέγουσιν, ἀφ' οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ φησιν ἢ

μετάπτωσίς ἐστι τοῦ ˉε εἰς ˉα Ἰωνικῶς, ἢ τοῦ ˉη εἰς ˉα. Κατὰ δὲ τὸ ἕσταα ἑσταὼς,

γίνεται καὶ δεδαὼς ἐκ παρακειμένου τοῦ δέδαα. οὕτω δὲ καὶ βεβαὼς μεμαὼς γεγαὼς

καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν ὅπερ ἐν τοῖς

ἑξῆς που κεῖται παρ' Ὁμήρῳ λέγει ὅτι τὰ ὑποτακτικὰ, ὧν αἱ μετοχαὶ εἰς ˉων

ὀξύτονοι, οἷον τύχω τυχὼν εὕρω εὑρὼν, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ

τὸν παρακείμενον κλίνονται, οἷον τετύχηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκὼς

εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθὼν κίνησις ὅμοια, πεπάθηκα πεπαθηκὼς,

θηλυκὸν πεπαθηκυῖα, ὥσπερ δὲ λεληκηκὼς λεληκὼς, γεγηθηκὼς, γεγηθὼς Ἰωνικῇ

συγκοπῇ, οὕτω καὶ πεπαθηκὼς πεπαθὼς, οὗ θηλυκὸν πεπαθυῖα. Σημείωσαι δ' ἐν τοῖς

προειρημένοις τὸ ἐν φωνῇ μόνῃ καὶ μὴ ἐν γραφῇ, ὃ δηλοῖ παρακείμενον

φωνούμενον μὲν ἀκολουθίᾳ κλίσεως καὶ νοήσει μόνῃ, μὴ γραφόμενον δὲ, ὡς

ἄχρηστον δηλαδὴ καὶ ἀνέξοιστον, ὡς Ἡρακλείδης φησίν. (ῃερς. 580.) Ἔτι ἰστέον καὶ

ὅτι λέγεται τὰ εἰρημένα πάσχειν ὁ Τάνταλος, ἐπειδὴ συνὼν θεοῖς τῶν ἀποῤῥήτων

μετέδωκε τοῖς ὁμήλιξι, καὶ οὐ μόνον μυστηρίων τῶν ἐν λόγοις, ἀλλὰ καὶ ἀμβροσίας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

497

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!