18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

διαίτης τὸ, ἐπεὶ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν δόρπον θ' ὁπλισάμεσθα ἐπί τ'

ἤλυθεν ἀμβροσίη νὺξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Καὶ ὅρα ὡς

διασαφεῖται κἀνταῦθα ὁ δόρπος ἐν τῷ, ἐπῆλθεν ἀμβροσία νύξ. τὸ γὰρ τηνικαῦτα

ἔμβρωμα, δόρπος λέγεται. (ῃερς. 434.) Ὅτι τρεῖς ἑταίρους κατὰ τὸν τῆς Εἰδοθέας

λόγον εἰς τὸν τοῦ Πρωτέως λόχον Μενέλαος ἑταιρισάμενος, ἦγεν. οἷς μάλιστα

πεποίθει πᾶσαν ἐπ' ἠθύν. ὅ ἐστιν ἐπὶ πᾶσαν ὁρμὴν πράξεως, Καὶ ὅρα οἵους εἶναι χρὴ

τοὺς εἰς λόχον ἐπικρινομένους. (ῃερς. 437.) Ὅτι νεόδαρτα τέσσαρα φωκάων ἐκ

πόντου δέρματα Εἰδοθέη ἐνεγκοῦσα, καὶ εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, ἧστο

μένουσα τοὺς περὶ τὸν Μενέλαον. ἐλθόντας δὲ, ἑξείης εὔνησε, βάλεν δ' ἐπὶ δέρμα

ἑκάστῳ. ἔνθά κεν αἰνότατος λόχος ἔπλετον, τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιτρεφέων

ὀλοώτατος ὀδμή. τίς γὰρ ἂν εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ἢ πάντως οὐδεὶς δηλαδή.

ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσσατο μέγ' ὄνειαρ. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε

φέρουσα, ἡδὺ μάλα πνείουσαν. ὤλεσσε δὲ κήτεος ὀδμήν. εἴη δὲ ἂν ἀμβροσία

ἐνταῦθα, ἡ ἀγαθὴ ἐλπίς. τὸ διὰ τοῦ τοιούτου λόχου ἐλπίζειν εἰς τὴν πατρίδα

ἐπανελθεῖν. μυθικῶς δέ γε, νῦν οὐ θρεπτικὸν ἀλλ' εὐῶδές τι ἡ τοιαύτη ἀμβροσία.

(ῃερς. 437.) Ὅρα δὲ καὶ ἐνταῦθα σχῆμα τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ

νεόδαρτα ἦσαν τὰ δέρματα, λέγει. τίς δὲ αὐτὰ ἐξέδειρεν, οὐ λέγει. Σημείωσαι δὲ καὶ

ὅτι νῦν μὲν, φωκάων δέρματα ἔφη ἐντελῶς. μετ' ὀλίγα δὲ, φώκας αὐτὰ εἶπεν ἐν τῷ,

φωκάων ὀλοώτατος ὀδμή. τῷ τοῦ ὅλου ὀνόματι τὸ μέρος καλέσας. ὡς καὶ ὅτε

ἐλέφαντος λέγει ὀστοῦν, καὶ βοῦν δὲ, τὴν βύρσαν. Εὐνὰς δὲ, τὸν τόπον φησὶν ἔνθα

ἔστιν εὐνασθῆναι. Γλάφειν δὲ ὅτι τὸ κοιλαίνειν δηλοῖ καὶ ὡς λειότερόν ἐστι τοῦ

γράφειν κατὰ τὴν ἐκφώνησιν, ἐδηλώθη καὶ ἀλλαχοῦ. καὶ ὅτι ἐπὶ λογικῆς τινος

γραφῆς ἔστιν ὅτε τίθεται, ὡς δηλοῖ παρὰ Παυσανίᾳ τὸ, τὸν ἄνδρ' ἀπωσάμην τε κ'

ἀπεγλαψάμην. οἱονεὶ, ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου. δῆλον δὲ καὶ ὅτι ἀπὸ

τοῦ τοιούτου ῥήματος γίνεται τὸ γλαφυρὸν σπήλαιον. καὶ τὸ, γλάφυ πετρῆεν. ἤδη δὲ

καὶ αὐτὸ τὸ γλύφειν. μᾶλλον μὲν οὖν, ὥσπερ προϋπόκειται τὸ γρῶ τοῦ παραγώγου

γράφω, οὕτω καὶ τὸ γλῶ, τοῦ γλάφω τε καὶ τοῦ γλύφω. ἔστι δὲ ὁμοιότητα τῆς τοῦ

γράφω καὶ γλάφω, τοῦ μὲν τραχυφωνίας, τοῦ δὲ λειότητος, εὑρεῖν καὶ ἐν τῷ

κρώζειν καὶ κλώζειν. τραχύτερον γὰρ ὁ κρωγμὸς τοῦ κλωγμοῦ. ὧν, κρωγμὸς μέν

ἐστιν, ὁ τῆς κορώνης ἦχος. κλωγμὸς δὲ κατὰ τοὺς παλαιοὺς, ὁ ἐν θεάτρῳ διὰ

στόματος πρὸς τὸν οὐρανίσκον ἀποτελουμενός φασι ψόφος. ᾧ πρὸς τὰς ἐκβολὰς

ἐχρῶντο τῶν ποιητῶν. καὶ κλώζειν, τὸ οὕτω ἐκβάλλειν ἐκ τῶν θεάτρων. καὶ ἔστιν

ἕτερον 1.176 συριγμοῦ ὁ κλωγμὸς, ὡς δηλοῖ καὶ τὸ περικλώζεσθαι καὶ

περισυρίττεσθαι. τὸ μέντοι ἐρηρέδαται καὶ ἐληλέδαται, ἑτεροῖον μέν τι φανήσεται ἐν

τοῖς ἑξῆς. λειότερον δὲ ὅμως καὶ ἐκεῖ τὸ ἐληλέδαται. (ῃερς. 439.) Τὸ δὲ ἧστο

μένουσα, εὐεργετικὸν ἦθος ὑπογράφει. οὐ γὰρ οἱ περὶ Μενέλαον, προλαβόντες

ἀνέμενον. ἀλλ' ἡ Εἰδοθέα, ἐκείνους. ἡ καὶ τὰς εὐνὰς φθάσασα διαγλάψαι. (ῃερς. 441.)

Τὸ δὲ ἔνθα αἰνότατος λόχος, ἀντὶ τοῦ, ἐνταῦθα περὶ τὴν τῶν δερμάτων ἐπιβολήν. τὰ

γὰρ ἄλλα ἡδὺς ὢν, τοῦτό γε αἰνότατος ἦν διὰ τὴν ὀλοώτατον καὶ πικρὸν ὀδμήν.

(ῃερς. 441.) Ὅρα δὲ ὅτι διγενὲς καὶ τὸ ὀλοώτατος. οὐ γὰρ μόνον κοινότερον

ἀρσενικὸν, ἀλλὰ καὶ θηλυκὸν ἰδοὺ Ἀττικῶς. ὡς δὲ πολλὰ καὶ ἄλλα τοιαῦτα,

πολλαχοῦ παρεσημάνθη. ὧν καὶ τὸ, ἡ πηλὸς κατὰ τὸν γραμματικὸν ∆ιόδωρον. καὶ

τὸ, ἡ λιμός. καὶ τὸ, ἡ σκώληξ. καὶ τὸ, ἡ μαργαρίτις λίθος. καὶ τὸ, ἡ χοῦς παρὰ

Στράβωνι καὶ ἑτέροις. Τὸν δὲ λόχον, καὶ δόλον προέφη ἐν τῷ, δόλον δ' ἐπεμήδετο

πατρὶ ἐπαινετὸν δηλαδή. Τῆς δὲ κατὰ ∆ωριεῖς ὀδμῆς, προϋπάρχει τὸ ὄζειν. ἐξ οὗ

κατὰ παλαιὰν μὲν ἐκφώνησιν, ὀζμὴ διὰ τοῦ ˉζ. κατὰ δὲ ὑστερογενῆ προφορὰν, ὀσμὴ

διὰ τοῦ ˉσ. τούτων δὲ, τῆς μὲν ὀδμῆς, οὐδέν τι πρόεισιν εἰς παραγωγήν. τῆς δὲ

ὀσμῆς, παράγωγόν ἐστι τὸ ὀσμηρόν. Νίκανδρος. σισύμβριον ὀσμηρόν. καινότερον δὲ

τούτου τὸ, ὕδωρ νοσηρόν. ἐκεῖνο γὰρ, ἀναλογεῖ τῷ, ζωὴ ζωηρόν. (ῃερς. 443.) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

200

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!