18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γέγραπται. εἰ δὲ τοῦ ἄρκτου ὑπεξαιρεθέντος τοῦ ˉτ ὡς εἴρηται, οὐ γέγονε σημασίας

ἐναλλαγὴ οὐ μὲν οὐ δὲ γελοιασμὸς, ἀλλ' ὁ κωμικὸς τὸ κάππα ἐξελὼν, γέλωτα

ἐκίνησεν, εἰπὼν οὕτω. ψελλόν ἐστι. καὶ καλεῖ τὴν ἄρκτον, ἄρτον. τὴν δὲ Τυρὼ,

τροφαλλίδα. τὸ δ' ἄστυ, σῦκα. ταῦτα δὲ τί δηλοῖ, περιττόν ἐστι φράσαι. ἀρκεῖ δὲ

μόνον ἐπισημῄνασθαι, ὡς οὐ ψελλὰ τὰ εἰρημένα, κυρίως. εἰ μή τις πᾶν παιδίον μὴ

σαφῶς διαλεγόμενον, ψελλίζεσθαι λέγει, ὁποῖόν τι καὶ Αἰσχύλος φαίνεται δηλοῦν ἐν

τῷ, ψελλόντι καὶ δυσεύρετον. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 272.) Περὶ δὲ

Πλειάδων ἃς ἡ Ἰλιὰς ἐδήλωσε, λεχθήσεταί τι καὶ ἐν τῷ περὶ πλαγκτῶν πετρῶν

Ὁμηρικῷ λόγῳ. αἷς δὴ Πλειάσιν ἐξ ἀστέρων ἑπτὰ οὔσαις, δύο ὕστερον ὁμώνυμοι

Πλειάδες συνεξέλαμψαν. τραγικοί τε γάρ τινες ἑπτὰ λόγου πολλοῦ ἄξιοι, Πλειὰς

ἐλέγοντο. καὶ ἕτεροι δέ τινες ἄλλως σοφοὶ, περιώνυμοι οὐχήκιστα καὶ αὐτοί. καὶ ὡς

εἰπεῖν, τηλεφανεῖς. ὁ δὲ Βοώτης καλούμενος καὶ Ἀρκτοῦρος ὅ ἐστιν ἀρκτοφύλαξ,

λέγεται διὰ τὴν ἄρκτον τὴν καὶ ἅμαξαν διώνυμος εἶναι. ἀρκτοῦρος μὲν δηλαδὴ διὰ

τὴν ἄρκτον. βοώτης δὲ, διὰ τὴν ἅμαξαν. οὕτω γὰρ καλεῖται ὁ ἁμαξηγός. καὶ λαλοῦσι

καὶ εἰς τοῦτο πολλά τινα οἱ ἐξηγηταὶ τοῦ Ἀράτου. ὃς ἑρμηνεύει καὶ πῶς ὀψὲ δύων

ἐστὶν ὁ βοώτης τὸ ἄστρον, ἐν οἷς λέγει ὡς τέτρασι μοίραις ἄμυδις κατιόντα βοώτην

Ὠκεανὸς δέχεται. συγκαταφέρεται γάρ φασι τέτρασι ζωδίοις. σκορπίῳ, ἀφ' οὗ

ἄρχεται δύεσθαι. τοξότῃ. αἰγοκέρωτι. ὑδροχόῳ, ἀφ' οὗ λήγει. καὶ ἐξαρκεῖ αὐτὸς εἷς,

ἕως τὰ τέσσαρα ταῦτα δύνωσι ζώδια. καὶ λέγεται ὀψὲ δύων, τουτέστι μετὰ πολὺν

χρόνον φασὶ τῶν συνανατειλάντων. καὶ ἔστιν ὥσπερ χρήσιμος τοῖς πλευστικοῖς ἡ

ἄδυτος ἅμαξα, οὕτω καὶ βοώτης ὁ ὀψὲ δύων. τινὲς δὲ ἄλλως ταπεινότερον καὶ ὡς

οἷον αἰνιγματικῶς νοοῦντες τὸ, ὀψὲ δύων βοώτης, φασὶν ὅτι ὁ ὀψὲ ὑποδυόμενος τὴν

οἰκίαν. τουτέστι πρὸς ἑσπέραν καὶ ὅ φασι περὶ βουλυτὸν, ἀφιεὶς τὸ περὶ τοὺς βόας

πονεῖσθαι. μεταβιβάζοντες οἱ τοιοῦτοι τὸ τοῦ γηΐνου βοηλάτου, ἀστείως ἐπὶ τὸν ἐν

οὐρανῷ. ἕτεροι δὲ, ὀψὲ δύοντα βοώτην φασὶν, ἐπειδὴ τότε μάλιστα τοῦ ἔργου

ἀπολύονται οἱ βόες. οὗτοι δὲ, οὐδὲν εὐδιανόητον φράζουσι. δοκεῖ δέ φασιν ὁ Βοώτης

οὗτος, ὁ Ἰκάριος εἶναι. καὶ λέγεσθαι Βοώτης, διότι ἐπὶ ἁμαξῶν παρεκόμιζε τὸν οἶνον.

ἄλλως δὲ Βοώτης τὸ κατ' οὐρανὸν ἄστρον. καὶ ὅτι κατὰ τὴν ἐπιτολήν φασιν αὐτοῦ,

βοηλατοῦσιν ἀροτριῶντες. ταῦτα καὶ περὶ Βοώτου ἐνταῦθα. (ῃερς. 274.) ∆οκεύει δὲ

ἄρκτος Ὠρίωνα, ὡς θηρίον κυνηγέτην μυθικῶς κατά τι δέος. εἴθισται δὲ μᾶλλον

ἄλλως κυνηγέτης δοκεύειν θῆρας. ἔσται δὲ Ὁμήρῳ καὶ ἐν τῇ ἑξῆς που νεκυίᾳ, μνεία

Ὠρίωνος, ὃς κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οὗ τὴν ἐτυμολογίαν ὡς καὶ ἐν ἄλλοις

ἐγράφη, μῦθος μὲν ληρεῖ, ὡς ἀπὸ τοῦ οὐρῆσαι. τοιαύτη γὰρ γένεσις τῷ ἥρωϊ

προσπλάττεται. μὴ ὀκνούντων τῶν μυθογράφων ἀνεμώλια βάζειν. οἱ δὲ

ἀνθρωπίνως ἐτυμολογοῦντες, τὴν μὲν βύρσαν καὶ τὸ δαιμόνιον οὔρημα ἐξ ὧν ὅσα

καὶ γαστρὸς καὶ σπέρματος μυθικὴ ἐρεσχελία τὸν Ὠρίωνα ἐβρέφωσε, μυσάττονται

ὡς ἐχρῆν. ἵνα μὴ τὸν κάλλιστον ὡς ἡ Ὁμηρική φησιν ἱστορία, αἰσχύνωσι τῇ

γενεθλιαλογίᾳ. λέγουσι δὲ οἱ μὲν, αὐτὸν κληθῆναι Ὠρίωνα παρὰ τὸ ὥρα ὅπέρ ἐστιν

ἡ εὐμορφία, ἡ παρὰ μὲν Ἀθηναίοις δασυνομένη, ἄλλως δὲ ἀναλόγως ψιλοῦσθαι καὶ

αὐτὴ ὀφείλουσα ὁμοίως τῇ ὤρᾳ ἤγουν τῇ φροντίδι ὅθεν καὶ ὠρακιᾶν τὸ φροντίζειν.

καὶ ὠρεῖν τὸ φυλάσσειν. ἀφ' οὗ πολλὰ ῥήματα σύνθετα. ἔστι γὰρ ὁρῶ τὸ βλέπω μετὰ

δασέος πνεύματος. καὶ Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ, οὐρῶ ἄχρηστον, μετὰ ψιλῆς. κατὰ

τὸ, ὁ ὅρος ὁ οὖρος ἐπὶ περιόρου γῆς. εἶτα ὥσπερ κόρος κοινὸν καὶ κοῦρος Ἰωνικῶς

καὶ κῶρος Αἰολικῶς ἅμα καὶ ∆ωρικῶς ὁ νέος, οὕτω καὶ ἐκ τῶν προλαβόντων τοῦ,

ὁρῶ οὐρῶ, γίνεται ὠρῶ τὸ προκατάρχον τοῦ Ὠρίωνος. Πίνδαρος δὲ ἐν τῷ, ὀρίαν ἢ

ὀριᾶν Πελειάδων μὴ τηλόθι Ὀαρίωνα νεῖσθαι ἢ κεῖσθαι, ἐμφαίνει ὡς ὁ Ὠρίων, παρὰ

τὸ ὀαρίζειν γίνεται κράσει τοῦ ˉα καὶ ˉο εἰς ˉω μέγα. ἵνα ᾖ ὥσπερ ὁ Μίνως ὀαριστὴς

∆ιὸς ἤγουν ὁμιλητὴς ἐκ τοῦ ὀαρίζω τὸ ὁμιλῶ περὶ οὗ πολλαχοῦ δηλοῦται, οὕτω καὶ

Ὠρίων εἴτουν Ὀαρίων, ὁ ἄξιος ὁμιλίας τῆς ἐκ τῶν σπουδαίων. ἐπεὶ δὲ τὰς Πελειάδας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

246

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!