18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημβρίας. (ῃερς. 291.) Ἐοικέναι δὲ θεαῖς ἄρτι λέγει τὴν

κόρην Ὀδυσσεὺς, κολακικώτερον. φθάσας γὰρ, μιᾷ ἐκείνην εἴκασε, τῇ Ἀρτέμιδι.

(ῃερς. 292.) Τὸ δὲ οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ καὶ ἑξῆς, ἔπαινος προσώπου νέου

συνετοῦ. (ῃερς. 293.) Ἔνθα ὅρα τὸ, ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἔρξειν,

ὡς γοργῶς φρασθὲν, πολλὴν ἔννοιαν κρύπτει. ἐχρῆν μὲν γὰρ εἰπεῖν νεωτέρην

ἀντιάσασαν. ὁ δὲ, παραβλητικῶς οἷον ἔφη ὡς οὐ μόνον κόρη νέα ἀλλ' οὐδὲ ἀνὴρ

νεώτερος τοίοῦτόν τι ἔδρασεν ἄν. (ῃερς. 294.) Τὸ δὲ αἰεὶ νεώτεροι ἀφραδέουσι,

παράφρασίς ἐστι τοῦ, αἰεὶ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. (ῃερς. 295.) Τὸ δὲ

σῖτον ἔδωκε καὶ οἶνον καὶ ἔλουσε καὶ τὸ ἑξῆς, φιλοξενίας ἐνδεικτικά. Ἐν τούτοις δὲ,

ὅρα ὅτι τε τὴν τῆς κόρης καὶ τῶν ἀμφιπόλων μολπὴν καὶ τὴν διὰ σφαίρας παιδιὰν

σιγᾷ Ὀδυσσεὺς ἵνα μὴ καταγορεύειν δοκῇ τῆς παιδός. καὶ ὅτι τοῦ μὲν παίζειν

ἐστέρησεν αὐτὴν ὡς θεοείκελον. τὸ δὲ λοῦσαι καὶ θρέψαι καὶ εἵματα δοῦναι, αὐτῇ

μόνῃ προσένειμε διὰ τὸ σεμνότερον. (ῃερς. 299.) Ὅτι Ὀδυσσεὺς μὲν ὡς προσεχῶς

ἐδηλοῦτο, ἠρωτήθη πρὸς τῆς βασιλίδος, τίς αὐτὸν ἐνέδυσε τάδε εἵματα δούς. ὁ δὲ,

εἰπεῖν ἔχων αὐτὸ τὸ πρᾶγμα ἐν ὀλίστοις, ὅμως ἵνα μὴ κινήσῃ οὐκ ἀγαθὴν ὑποψίαν,

ἑλίττει μακρὰν διήγησιν. καὶ οὕτως ἐξισχύει τῇ ῥητορικῇ δυνάμει, ὥστε πεποιηκέναι

τὸν βασιλέα μὴ ὅτι γε ἁπλῶς μὴ μέμψασθαι, ἀλλὰ καὶ εἰπεῖν ὡς τοῦτό γ' αἰνέσιμον

οὐκ ἐνόησε παῖς ἐμὴ, οὕνεκά σε οὔτι μετ' ἀμφιπόλοισι γυναίξιν ἦγεν ἐς ἡμέτερον. σύ

δ' ἄρα πρώτην ἱκέτευσας. (ῃερς. 302.) ὥστε δηλαδὴ καὶ ἔδει αὐτὴν ἀγαγεῖν σε οἴκοι.

καὶ ἔστι τῷ βασιλεῖ μεταληπτική τις αἰτίασις. τὰ μὲν γὰρ ἄλλα τῆς παιδὸς, οὐκ ἔχει

μέμψασθαι ἀλλὰ συγχωρεῖ 1.277 εὖ γενέσθαι αὐτά. ἓν δέ τι αἰτιᾶται τὸ μὴ μετ' αὐτῆς

τὸν ξένον εἰς τὴν πόλιν ἀγαγεῖν. Ὅρα δὲ καὶ τὸ, ἐς ἡμέτερον, ἐλλειπτικῶς φρασθέν.

λείπει γὰρ τὸ, δῶμα ἢ δόμον ἢ μέγαρον. οὕτω καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ἐρεῖ. ἡμέτερον

δ' ἐλθόντες. ἔνθα κεῖται καὶ τὸ τέλειον ἐν τῷ, ἵκετ' ἐμὸν δῶ. Τὸ δὲ ἱκέτευσας,

συστέλλει τὴν ἄρχουσαν Ἰωνικῶς. ἄλλως γὰρ, ἐκτείνεσθαι ὤφειλε κατὰ χρονικὴν

αὔξησιν. καὶ οὕτω μὲν ὁ βασιλεὺς ἐπετίμησε τῇ θυγατρί. (ῃερς. 303.) Ὀδυσσεὺς δὲ

ὑπεραπολογούμενος τῆς παιδὸς, φησί. μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην. (ῃερς.

305.) ἡ μὲν γάρ μ' ἐκέλευε, σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ἀλλ' ἐγὼ οὐκ ἔθελον. Καὶ ὅρα

ὡς ψεύδεται φανερῶς ὁ Ὀδυσσεύς. ὅπερ ἐν καιρῷ ποιήσει ἂν

ὁ σοφός. αἰτίαν δὲ τοῦ μὴ ἐθέλειν ἕπεσθαι τῇ κόρῃ λέγει Ὀδυσσεύς, φόβον καὶ

αἰσχύνην. καὶ τὸ μὲν τῆς αἰσχύνης, οὐκ ἐπεξεργάζεται. τὸ δὲ περὶ τοῦ φόβου, ἠρέμα

πλατύνει. φησὶ γάρ. δείσας αἰσχυνόμενός τε μή πως καὶ σοὶ θυμὸς ἐπισκύσαιτο ἢ

ἐπισκύζοιτο ἰδόντι. δύσζηλοι γάρ τ' εἰ μὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων. καὶ οὕτω μὲν

Ὀδυσσεύς. (ῃερς. 309.) Ἀλκίνοος δὲ ἀπαρνούμενος δύσζηλος εἶναι, φησί. ξεῖνε, οὔ

μοι τοιοῦτον στήθεσσι φίλον κῆρ, μαψιδίως κεχολῶσθαι. ἀμείνω (ῃερς. 310.) δ'

αἴσιμα πάντα. ἤτοι τὰ καθήκοντα. Καὶ ὅρα τὸ, μαψιδίως κεχολῶσθαι. εἰκῇ μὲν γὰρ

καὶ μάτην οὐ χολωθήσεται ὁ σπουδαῖος. αἴσιμον μέντοι χόλον ἀναλήψεταί ποτε.

γνωμικὸν δὲ πάντως τὸ, ἀμείνω δ' αἴσιμα πάντα. (ῃερς. 306.) Ὅρα δὲ τὸ, καὶ σοὶ

θυμός. δῆλον γὰρ ἐντεῦθεν, ὡς καὶ ἑτέρους ἐδεδίει δι' οὓς οὐκ ἤθελεν ἕπεσθαι τῇ

κόρῃ. Τὸ δὲ ἐπισκύσαιτο, δηλοῖ μὲν τὸ ὀργισθείη, παράγει δὲ τὸ ἐπισκύνιον. οὗ

ἑρμηνεία παρὰ τοῖς παλαιοῖς, αὕτη. ἐπισκύνιον, τὸ ὑπὲρ τὴν ὀφρῦν ἐποφρύδιον. ἡ

περὶ τὰς ὀφρῦς χάρις. εὕρηται δὲ παρὰ τῷ ποιητῇ καὶ σκυδμαίνειν ἐκ παραγωγῆς, τὸ

σκύζεσθαι. (ῃερς. 307.) ∆ύρζηλοι δὲ, οἱ ἀλλαχοῦ προλεχθέντες ζηλήμονες. εἶδος δὲ

χόλου ἄμφω ταῦτα δηλοῖ. διὸ ἀποστερῶν ἑαυτὸν ὡς ἐῤῥέθη ὁ βασιλεὺς τοῦ μὴ

δύσζηλος ὅ ἐστι ζηλήμων εἶναι, ἔφη μὴ ἂν μαψιδίως χολοῦσθαι. ὡς ταυτὸν ὂν

δύσζηλον εἶναι καὶ μαψιδίως χολούμενον. Τὸ δὲ δύσζηλοι ἐσμὲν, διὰ τῆς

πληθυντικῆς κοινότητος, παραιρεῖται τὸ τραχὺ τῆς ἐπιτιμήσεως. ὡς μὴ μόνου τοῦ

Ἀλκινόου τοιούτου ὀνομασθέντος, ἀλλὰ γνωμικῶς ἐν κοινῷ τοῦ λόγου λεχθέντος.

καὶ ἔστιν ὅμοιον τῷ, ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. καὶ τοῖς τοιούτοις.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

315

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!